Delphi Complete Works of Lucian
Page 287
[6] οὐ πάνυ γοῦν συνήθη καὶ φίλα ἐξ ἀρχῆς ἦν ὁ διάλογος καὶ ἡ κωμῳδία, εἴ γε ὁ γὲν οἴκοι καθ᾽ ἑαυτὸν καὶ νὴ Δία ἐν τοῖς περιπάτοις μετ᾽ ὀλίγων τὰς διατριβὰς ἐποιεῖτο, ἡ δὲ παραδοῦσα τῷ Διονύσῳ ἑαυτὴν θεάτρῳ ὡμίλει καὶ ξυνέπαιζε καὶ ἐγελωτοποίει καὶ ἐπέσκωπτε καὶ ἐν ῥυθμῷ ἔβαινε πρὸς αὐλὸν ἐνίοτε, καὶ τὸ ὅλον, ἀναπαίστοις μέτροις ἐποχουμένη τὰ πολλά, τοὺς τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε φροντιστὰς καὶ μετεωρολέσχας καὶ τὰ τοιαῦτα προσαγορεύουσα: καὶ μίαν ταύτην προαίρεσιν ἐπεποίητο ἐκείνους ἐπισκώπτειν καὶ τὴν Διονυσιακὴν ἐλευθερίαν καταχεῖν αὐτῶν, ἄρτι μὲν ἀεροβατοῦντας δεικνύουσα καὶ νεφέλαις ξυνόντας, ἄρτι δὲ ψυλλῶν πηδήματα διαμετροῦντας, ὡς δῆθεν τὰ ἀέρια λεπτολογουμένους. ὁ διάλογος δὲ σεμνοτάτας ἐποιεῖτο τὰς συνουσίας φύσεώς τε πέρι καὶ ἀρετῆς φιλοσοφῶν: ὥστε το τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν εἶναι τὴν ἁρμονίαν, ἀπὸ τοῦ ὀξυτάτου ἐς τὸ βαρύτατον. καὶ ὅμως ἐτολμήσαμεν ἡμεῖς τὰ οὕτως ἔχοντα πρὸς ἄλληλα ξυναγαγεῖν καὶ ξυναρμόσαι οὐ πάνυ πειθόμενα οὐδὲ εὐμαρῶς ἀνεχόμενα τὴν κοινωνίαν.
[7] δέδια τοίνυν, μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ δι᾽ αὐτὸ δίκην ὑπόσχω: μᾶλλον δὲ μὴ καὶ ἄλλο τι τοιοῦτος φανείην ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ: τὸ γὰρ τῆς κλεπτικῆς — καὶ γὰρ κλεπτικῆς ὁ θεός — ἄπαγε: τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις: ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθε τοιούτους πιτυοκάμπτας καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην: ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν
HALCYON — Ἀλκυὼν ἢ Περὶ Μεταμορφώσεων
ΧΑΙΡΕΦΩΝ. τίς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν καὶ τῆς ἄκρας ἐκείνης; ὡς ἡδεῖα ταῖς ἀκοαῖς. τί ποτ’ ἄρ’ ἐστὶ τὸ φθεγγόμενον ζῷον; ἄφωνα γὰρ δὴ τά γε καθ’ ὕδατος διαιτώμενα.
[5] ΣΩΚΡΑΤΗΣ. θαλαττία τις, ὦ Χαιρεφῶν, ὄρνις ἀλκυὼν ὀνομαζομένη, πολύθρηνος καὶ πολύδακρυς, περὶ ἧς δὴ παλαιὸς ἀνθρώποις [7] μεμύθευται λόγος˙ φασὶ γυναῖκά ποτε οὖσαν Αἰόλου τοῦ Ἕλληνος θυγατέρα κουρίδιον ἄνδρα τὸν ἑαυτῆς τεθνεῶτα θρηνεῖν πόθῳ φιλίας, Κήϋκα τὸν Τραχίνιον τὸν Ἑωσφόρου τοῦ ἀστέρος, καλοῦ πατρὸς καλὸν υἱόν˙ εἶτα δὴ πτερωθεῖσαν διά τινα δαιμονίαν βούλησιν εἰς ὄρνιθος τρόπον περιπέτεσθαι τὰ πελάγη ζητοῦσαν ἐκεῖνον, ἐπειδὴ πλαζομένη γῆν πέρι πᾶσαν οὐχ οἵα τ’ ἦν εὑρεῖν.
(2) ΧΑΙΡΕΦ. Ἀλκυὼν τοῦτ’ ἔστιν, ὃ σὺ φῄς; οὐ πώποτε πρόσθεν ἠκηκόειν τῆς φωνῆς, ἀλλά μοι ξένη τις τῷ ὄντι προσέπεσε˙ γοώδη γοῦν ὡς ἀληθῶς τὸν ἦχον ἀφίησι τὸ ζῷον. πηλίκον δέ τι καὶ ἔστιν, ὦ Σώκρατες;
ΣΩΚΡ. οὐ μέγα˙ μεγάλην μέντοι διὰ τὴν φιλανδρίαν εἴληφε παρὰ θεῶν τιμήν˙ ἐπὶ γὰρ τῇ τούτων νεοττείᾳ καὶ τὰς ἀλκυονίδας προσαγορευομένας ἡμέρας ὁ κόσμος ἄγει κατὰ χειμῶνα μέσον διαφερούσας ταῖς εὐδίαις, ὧν ἐστι καὶ ἡ τήμερον παντὸς μᾶλλον. οὐχ ὁρᾷς ὡς αἴθρια μὲν τὰ ἄνωθεν, ἀκύμαντον δὲ καὶ γαληνιῶν ἅπαν τὸ πέλαγος, ὅμοιον ὡς εἰπεῖν κατόπτρῳ;
ΧΑΙΡΕΦ. λέγεις ὀρθῶς˙ φαίνεται γὰρ ἀλκυονὶς ἡ τήμερον ὑπάρχειν ἡμέρα, καὶ χθὲς δὲ τοιαύτη τις ἦν. ἀλλὰ πρὸς θεῶν, πῶς ποτε χρὴ πεισθῆναι τοῖς ἐξ ἀρχῆς, ὦ Σώκρατες, ὡς ἐξ ὀρνίθων γυναῖκές ποτε ἐγένοντο ἢ ὄρνιθες ἐκ γυναικῶν; παντὸς γὰρ μᾶλλον ἀδύνατον φαίνεται πᾶν τὸ τοιοῦτον. (3) ΣΩΚΡ. ὦφίλε Χαιρεφῶν, ἐοίκαμεν ἡμεῖς τῶν δυνατῶν τε καὶ ἀδυνάτων ἀμβλυωποί τινες εἶναι κριταὶ παντελῶς˙ δοκιμάζομεν γὰρ δὴ [27] κατὰ δύναμιν ἀνθρωπίνην ἄγνωστον οὖσαν καὶ ἄπιστον καὶ ἀόρατον˙ πολλὰ [28] οὖν φαίνεται ἡμῖν καὶ τῶν εὐπόρων ἄπορα καὶ τῶν ἐφικτῶν ἀνέφικτα, συχνὰ μὲν καὶ δι’ ἀπειρίαν, συχνὰ δὲ καὶ διὰ νηπιότητα φρενῶν˙ τῷ ὄντι γὰρ νήπιος ἔοικεν εἶναι πᾶς ἄνθρωπος, καὶ ὁ πάνυ γέρων, ἐπεί τοι μικρὸς πάνυ καὶ νεογιλὸς ὁ τοῦ βίου χρόνος πρὸς τὸν πάντα αἰῶνα. τί δ’ ἄν, ὦγαθέ, οἱ ἀγνοοῦντες τὰς τῶν θεῶν καὶ δαιμονίων δυνάμεις ἢ τὰς τῆς ὅλης φύσεως ἔχοιεν ἂν εἰπεῖν, πότερον δυνατὸν ἢ ἀδύνατόν τι τῶν τοιούτων; ἑώρας, Χαιρεφῶν, τρίτην ἡμέραν ὅσος ἦν ὁ χειμών; καὶ ἐνθυμηθέντι γάρ τῳ δέος ἐπέλθοι τὰς ἀστραπὰς ἐκείνας καὶ βροντὰς ἀνέμων τε ἐξαίσια μεγέθη˙ ὑπέλαβεν ἄν τις τὴν οἰκουμένην ἅπασαν καὶ δὴ συμπεσεῖσθαι.
(4) μετὰ μικρὸν δὲ θαυμαστή τις κατάστασις εὐδίας ἐγένετο καὶ διέμεινεν αὕτη γε ἕως τοῦ νῦν. πότερον οὖν οἴει μεῖζόν τι καὶ ἐργωδέστερον εἶναι τοιαύτην αἰθρίαν ἐξ ἐκείνης τῆς ἀνυποστάτου λαίλαπος καὶ ταραχῆς μεταθεῖναι καὶ εἰς γαλήνην ἀγαγεῖν τὸν ἅπαντα κόσμον, ἢ γυναικὸς εἶδος μεταπλασθὲν εἰς ὄρνιθός τινος ποιῆσαι; τὸ μὲν γὰρ τοιοῦτον καὶ τὰ παιδάρια τὰ παρ’ ἡμῖν τὰ πλάττειν ἐπιστάμενα, πηλὸν ἢ κηρὸν ὅταν λάβῃ, ῥᾳδίως ἐκ τοῦ αὐτοῦ πολλάκις ὄγκ
ου μετασχηματίζει πολλὰς ἰδεῶν φύσεις. τῷ δαιμονίῳ δὲ μεγάλην καὶ οὐδὲ συμβλητὴν ὑπεροχὴν ἔχοντι πρὸς τὰς ἡμετέρας δυνάμεις εὐχερῆ τυχὸν ἴσως ἅπαντα τὰ τοιαῦτα καὶ λίαν. ἐπεὶ τὸν ὅλον οὐρανὸν πόσῳ τινὶ σαυτοῦ δοκεῖς εἶναι μείζω φράσαις ἄν; (5) ΧΑΙΡΕΦ. τίς δ’ ἀνθρώπων, ὦ Σώκρατες, νοῆσαι δύναιτ’ ἂν ἢ ὀνομάσαι τι τῶν τοιούτων; οὐδὲ γὰρ εἰπεῖν ἐφικτόν.
ΣΩΚΡ. οὔκουν δὴ θεωροῦμεν καὶ ἀνθρώπων πρὸς ἀλλήλους συμβαλλομένων μεγάλας τινὰς ὑπεροχὰς ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἀδυναμίαις ὑπαρχούσας; ἡ γὰρ τῶν ἀνδρῶν ἡλικία πρὸς τὰ νήπια παντελῶς βρέφη, τὰ πεμπταῖα ἐκ γενετῆς ἢ δεκαταῖα, θαυμαστὴν ὅσην ἔχει τὴν διαφορὰν δυνάμεώς τε καὶ ἀδυναμίας ἐν πάσαις σχεδὸν ταῖς κατὰ τὸν βίον πράξεσιν, καὶ ὅσα διὰ τῶν τεχνῶν τούτων οὕτω πολυμηχάνων καὶ ὅσα διὰ τοῦ σώματος καὶ τῆς ψυχῆς ἐργάζονται˙ ταῦτα γὰρ τοῖς νέοις, ὥσπερ εἶπον, παιδίοις οὐδ’ εἰς νοῦν ἐλθεῖν δυνατὰ φαίνεται.
(6) καὶ τῆς ἰσχύος δὲ τῆς ἑνὸς ἀνδρὸς τελείου τὸ μέγεθος ἀμέτρητον ὅσην ἔχει τὴν ὑπεροχὴν πρὸς ἐκεῖνα˙ μυριάδας γὰρ τῶν τοιούτων εἷς ἀνὴρ πάνυ πολλὰς χειρώσαιτ’ ἂν ῥᾳδίως˙ ἡ γὰρ ἡλικία παντελῶς ἄπορος δήπου πάντων καὶ ἀμήχανος ἐξ ἀρχῆς παρακολουθεῖ τοῖς ἀνθρώποις κατὰ φύσιν. ὁπηνίκα οὖν ἄνθρωπος, ὡς ἔοικεν, ἀνθρώπου τοσούτῳ διαφέρει, τί νομίσομεν τὸν σύμπαντα οὐρανὸν πρὸς τὰς ἡμετέρας δυνάμεις φανῆναι ἂν τοῖς τὰ τοιαῦτα θεωρεῖν ἐφικνουμένοις; πιθανὸν οὖν ἴσως δόξει πολλοῖς, ὅσην ἔχει τὸ μέγεθος τοῦ κόσμου τὴν ὑπεροχὴν πρὸς τὸ Σωκράτους ἢ Χαιρεφῶντος εἶδος, τηλικοῦτον καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν φρόνησιν καὶ διάνοιαν ἀνάλογον διαφέρειν τῆς περὶ ἡμᾶς διαθέσεως.
(7) σοὶ μὲν οὖν καὶ ἐμοὶ καὶ ἄλλοις πολλοῖς τοιούτοις οὖσι πόλλ’ ἄττ’ ἀδύνατα τῶν ἑτέροις πάνυ ῥᾳδίων˙ ἐπεὶ καὶ αὐλῆσαι τοῖς ἀναύλοις καὶ ἀναγνῶναι ἢ γράψαι τοῖς ἀγραμμάτοις γραμματικὸν τρόπον ἀδυνατώτερόν ἐστιν τέως ἂν ὦσιν ἀνεπιστήμονες, τοῦ ποιῆσαι γυναῖκας ἐξ ὀρνίθων ἢ ὄρνιθας ἐκ γυναικῶν. ἡ δὲ φύσις ἐν κηρίῳ σχεδὸν παραβάλλουσα ζῷον ἄπουν καὶ ἄπτερον πόδας ὑποθεῖσα καὶ πτερώσασα ποικιλίᾳ τε φαιδρύνασα πολλῇ καὶ καλῇ καὶ παντοδαπῇ χρωμάτων μέλιτταν ἀπέδειξε σοφὴν θείου μέλιτος ἐργάτιν, ἔκ τε ᾠῶν ἀφώνων καὶ ἀψύχων πολλὰ γένη πλάττει πτηνῶν τε καὶ πεζῶν καὶ ἐνύδρων ζῴων, τέχναις, ὡς λόγος τινῶν, ἱεραῖς αἰθέρος μεγάλου προσχρωμένη.
(8) τὰς οὖν ἀθανάτων δυνάμεις μεγάλας οὔσας θνητοὶ καὶ σμικροὶ παντελῶς ὄντες καὶ οὔτε τὰ μεγάλα δυνάμενοι καθορᾶν οὔτ’ αὖ τὰ σμικρά, τὰ πλείω δ’ ἀποροῦντες καὶ τῶν περὶ ἡμᾶς συμβαινόντων παθῶν, οὐκ ἂν ἔχοιμεν εἰπεῖν βεβαίως οὔτ’ ἀλκυόνων πέρι οὔτ’ ἀηδόνων˙ κλέος δὲ μύθων, οἷον παρέδοσαν πατέρες, τοιοῦτον καὶ παισὶν ἐμοῖς, ὦ ὄρνι θρήνων μελῳδέ, [82] παραδώσω τῶν σῶν ὕμνων πέρι, καί σου τὸν εὐσεβῆ καὶ φίλανδρον ἔρωτα πολλάκις ὑμνήσω γυναιξὶ ταῖς ἐμαῖς Ξανθίππῃ τε καὶ Μυρτοῖ λέγων τά τε ἄλλα, πρὸς δὲ καὶ τιμῆς οἵας ἔτυχες παρὰ θεῶν. ἆρά γε καὶ σὺ ποιήσεις τι τοιοῦτον, ὦ Χαιρεφῶν;
ΧΑΙΡΕΦ. πρέπει γοῦν, ὦ Σώκρατες, καὶ τὰ ὑπὸ σοῦ ῥηθέντα διπλασίαν ἔχει τὴν παράκλησιν πρὸς γυναικῶν τε καὶ ἀνδρῶν ὁμιλίαν.
ΣΩΚΡ. οὐκοῦν ἀσπασαμένοις τὴν Ἀλκυόνα προάγειν ἤδη πρὸς ἄστυ καιρὸς ἐκ τοῦ Φαληρικοῦ.
ΧΑΙΡΕΦ. πάνυ μὲν οὖν˙ ποιῶμεν οὕτω.
THE SHIP; OR, THE WISHES — Πλοἶον ἢ Εὐχαί
Λυκῖνος
οὐκ ἐγὼ ᾿λέγον ὅτι θᾶττον τοὺς γῦπας
ἕωλος νεκρὸς ἐν φανερῷ κείμενος ἢ θέαμά τι τῶν
παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον δέοι
ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο; οὕτω φιλοθεάμων
σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα.
Τιμόλαος
τί γὰρ ἔδει καὶ ποιεῖν, ὦ Λυκῖνε,
σχολὴν ἄγοντα πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ
πέρα τοῦ μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν
τῶν ἀπ᾽ Αἰγύπτου εἰς Ἰταλίαν σιταγωγῶν; οἶμαι δὲ καὶ
σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατ᾽ ἄλλο τι ἐξ
ἄστεος ἥκειν ἢ ὀψομένους τὸ πλοῖον.
Λυκῖνος
νὴ Δία, καὶ Ἀδείμαντος ὁ Μυρρινούσιος εἵπετο
μεθ᾽ ἡμῶν, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπου νῦν ἐκεῖνός ἐστιν
ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν: ἄχρι μὲν γὰρ
τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς αὐτὴν σὺ μέν, οἶμαι,
Σάμιππε, προῄεις, μετὰ σὲ δὲ ὁ Ἀδείμαντος ἦν,
εἶτ᾽ ἐγὼ μετ᾽ ἐκεῖνον ἐχόμενος αὐτοῦ ἀμφοτέραις, καί
με διὰ τῆς ἀποβάθρας ὅλης παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον
ἀνυπόδητος αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι
αὐτὸν εἶδον οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν.
Σάμιππος [2] οἶσθα, ὦ Λυκῖνε, ὅπου ἡμᾶς
ἀπέλιπεν; ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ
τῆς θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός,
ἀναδεδεμένον εἰς τοὐπίσω τὴ�
� κόμην ἐπ᾽ ἀμφότερα
τοῦ μετώπου ἀπηγμένην. εἰ τοίνυν ἐγὼ Ἀδείμαντον οἶδα,
οἶμαι, γλαφυρὸν οὕτω θέαμα ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν
φράσας τῷ Αἰγυπτίῳ ναυπηγῷ περιηγουμένῳ το
πλοῖον παρέστηκε δακρύων, ὥσπερ εἴωθε: ταχύδακρυς
γὰρ ὁ ἀνὴρ ἐς τὰ ἐρωτικά.
Λυκῖνος
καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος
ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι, ᾧ
τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται, πάντες ἐλεύθεροι, στωμύλοι
τὸ φθέγμα, παλαίστρας ἀποπνέοντες, οἷς καὶ παραδακρῦσαι
οὐκ ἀγεννές: οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι
καὶ πρόχειλός ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ
ἐφθέγγετο ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον,
Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ τῆς
φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ πλόκαμος συνεσπειραμένος
οὐκ ἐλεύθερον αὐτόν φησιν εἶναι.