Delphi Complete Works of Lucian
Page 289
καὶ τῶν ἀκολούθων τὸ πλῆθος. ἀλλ᾽ ὦγαθέ, πρὸς τῆς
Ἴσιδος κἂν τὰ Νειλῶα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο
ἡμῖν ἄγειν ἀπ᾽ Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ
ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν.
Τιμόλαος [16] ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν
Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας
τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι ἀντέχειν πρὸς
τὸ ἐπιρρέον; καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστι
πρὸς τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς
ἐπιβάλλοντας ἕκαστος σταδίους αἰτῶμεν ἅπερ ἂν δοκῇ
παρὰ τῶν θεῶν: οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε κάματος λάθοι
καὶ ἅμα εὐφρανούμεθα ὥσπερ ἡδίστῳ ὀνείρατι ἑκουσίῳ
περιπεσόντες, ἐφ᾽ ὅσον βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς:
παρ᾽ αὐτῷ γὰρ ἑκάστῳ τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ
πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει ἀπίθανα
ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται τὸ πρᾶγμα
ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ καὶ τῇ εὐχῇ: δηλώσει
γὰρ οἷος ἂν καὶ πλουτήσας ἐγένετο.
Σάμιππος [17] καλῶς, ὦ Τιμόλαε, καὶ πείθομαί σοι καὶ
ὅταν ὁ καιρὸς καλῇ, εὔξομαι ἅπερ ἂν δοκῇ. εἰ μὲν γὰρ
Ἀδείμαντος βούλεται, οὐδὲ ἐρωτᾶν οἶμαι, ὅς γε δὴ ἐν
τῇ νηῒ τὸν ἕτερον πόδα ἔχει. χρὴ δὲ καὶ Λυκίνῳ δοκεῖν.
Λυκῖνος
ἀλλὰ πλουτῶμεν, εἰ τοῦτο ἄμεινον, μὴ καὶ
βασκαίνειν ἐν ταῖς κοιναῖς εὐτυχίαις δοκῶ.
Ἀδείμαντος
τίς δ᾽ οὖν πρῶτος ἄρξεται;
Λυκῖνος
σύ, ὦ Ἀδείμαντε, εἶτα μετὰ σὲ οὑτοσὶ Σάμιππος,
εἶτα Τιμόλαος, ἐγὼ δὲ ὀλίγον ὅσον ἡμιστάδιον
τὸ πρὸ τοῦ Διπύλου ἐπιλήψομαι τῇ εὐχῇ, καὶ τοῦτο ὡς οἷόν τε παραδραμών.
Ἀδείμαντος [18] οὐκοῦν ἐγὼ μὲν οὐδὲ νῦν ἀποστήσομαι
τῆς νεώς, ἀλλ᾽ ἐπείπερ ἔξεστιν, ἐπιμετρήσω τῇ εὐχῇ:
ὁ δὲ Ἑρμῆς ὁ κερδῷος ἐπινευσάτω ἅπασιν. ἔστω γὰρ τὸ
πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ φόρτος οἱ ἔμποροι
αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο εἴ τι ἥδιστον κτημάτων ἁπάντων.
Σάμιππος
λέληθας σεαυτὸν ἔχων ἐν τῇ νηΐ.
Ἀδείμαντος
τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην.
κἀκεῖνος οὖν ἔστω ἐμός. ὁπόσος δὲ ὁ πυρὸς ἔνδον
ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί.
Λυκῖνος [19] τί τοῦτο, ὦ Ἀδείμαντε; καταδύσεταί
σοι τὸ πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ ἰσαρίθμου χρυσοῦ.
Ἀδείμαντος
μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλ᾽ ἐπειδὰν εἰς
σὲ παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις,
ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.
Λυκῖνος
ἀλλ᾽ ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς
ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου:
καὶ τὰ μὲν ἡμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ
ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον.
Τιμόλαος
θάρρει, ὦ Λυκῖνε: οἱ δελφῖνες γὰρ αὐτὸ
ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν
μέν τινα σωθῆναι παρ᾽ αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν
ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν
ἐπὶ δελφῖνος ὁμοίως προκομισθῆναι, τὸν δὲ Ἀδειμάντου
οἰκέτην τὸν νεώνητοι ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;
Ἀδείμαντος
καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ
ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος;
Τιμόλαος [20] ἄμεινον ἦν πιθανώτερον αὐτὸ ποιεῖν καί
τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ πράγματα
ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον ἐς τὸ ἄστυ.
Ἀδείμαντος
εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς
ὑπὸ τὸν Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ,
μέδιμνοι χίλιοι χρυσίου ἐπισήμου. εὐθὺς οὖν κατὰ τὸν
Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα οἰκοίην,
καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην ἤδη πλὴν ὅσα
Ἰσθμοῖ καὶ Πυθοῖ, καὶ ἐν Ἐλευσῖνι ὅσα ἐπὶ θαλάττῃ καὶ
περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν ἀγώνων ἕνεκα, εἴ ποτε δὴ
τὰ Ἴσθμια ἐπιδημήσαιμι, καὶ τὸ Σικυώνιον πεδίον, καὶ
ὅλως εἴ πού τι συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ
Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔστω. ὁ χρυσὸς δὲ
κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα οὐ κοῦφα ὡς τὰ
Ἐχεκράτους, ἀλλὰ διτάλαντον ἕκαστον τὴν ὁλκήν.
Λυκῖνος [21] εἶτα πῶς ὁ οἰνοχόος ὀρέξει πλῆρες οὕτω
βαρὺ ἔκπωμα; ἢ σὺ δέξῃ παρ᾽ αὐτοῦ ἀμογητὶ οὐ σκύφον,
ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος;
Ἀδείμαντος
ἄνθρωπε, μή μ᾽ ἀνάλυε τὴν εὐχήν. ἐγὼ
δὲ καὶ τρ
απέζας ὅλας χρυσᾶς ποιήσομαι καὶ τὰς κλίνας
χρυσᾶς, εἰ δὲ μὴ σιωπήσῃ, καὶ τοὺς διακόνους αὐτούς.
Λυκῖνος
ὅρα μόνον μὴ ὥσπερ τῷ Μίδᾳ καὶ ὁ ἄρτος
σοι καὶ τὸ ποτὸν χρυσὸς γένηται καὶ πλουτῶν ἄθλιος
ἀπόλῃ λιμῷ διαφθαρεὶς πολυτελεῖ.
Ἀδείμαντος
τὰ σὰ ῥυθμιεῖς πιθανώτερον, ὦ Λυκῖνε,
μετ᾽ ὀλίγον, ἐπειδὰν αὐτὸς αἰτῇς.
[22] ἐσθὴς ἐπὶ τούτοις
ἁλουργὶς καὶ ὁ βίος οἷος ἁβρότατος, ὕπνος ἐφ᾽ ὅσον ἥδιστος,
φίλων πρόσοδοι καὶ δεήσεις καὶ τὸ ἅπαντας ὑποπτήσσειν
καὶ προσκυνεῖν, καὶ οἱ μὲν ἕωθεν πρὸς ταῖς
θύραις ἄνω καὶ κάτω περιπατήσουσιν, ἐν αὐτοῖς δὲ καὶ
Κλεαίνετος καὶ Δημόκριτος οἱ πάνυ, καὶ προσελθοῦσί γε
αὐτοῖς καὶ πρὸ τῶν ἄλλων εἰσδεχθῆναι ἀξιοῦσι θυρωροὶ
ἑπτὰ ἐφεστῶτες, εὐμεγέθεις βάρβαροι, προσαραξάτωσαν
ἐς τὸ μέτωπον εὐθὺ τὴν θύραν, οἷα νῦν αὐτοὶ ποιοῦσιν.
ἐγὼ δέ, ὁπόταν δόξῃ, προκύψας ὥσπερ ὁ ἥλιος ἐκείνων
μεν οὐδὲ ἐπιβλέψομαι ἐνίους, εἰ δέ τις πένης, οἷος ἦν
ἐγὼ πρὸ τοῦ θησαυροῦ, φιλοφρονήσομαι τοῦτον καὶ λουσάμενον
ἥκειν κελεύσω τὴν ὥραν ἐπὶ τὸ δεῖπνον. οἱ δὲ
ἀποπνιγήσονται οἱ πλούσιοι ὁρῶντες ὀχήματα, ἵππους
καὶ παῖδας ὡραίους ὅσον δισχιλίους, ἐξ ἁπάσης ἡλικίας
ὅ τι περ τὸ ἀνθηρότατον. [23] εἶτα δεῖπνα ἐπὶ χρυσοῦ —
εὐτελὴς γὰρ ὁ ἄργυρος καὶ οὐ κατ᾽ ἐμέ — τάριχος μὲν ἐξ
Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ Ἰβηρίας καὶ
τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον, καὶ ὄψα πανταχόθεν
καὶ σύες καὶ λαγώς, καὶ ὅσα πτηνά, ὄρνις ἐκ Φάσιδος
καὶ ταὼς ἐξ Ἰνδίας καὶ ἀλεκτρυὼν ὁ Νομαδικός: οἱ δὲ
σκευάζοντες ἕκαστα σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς
ἔχοντες. εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας,
ὁ ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα. [24] οἱ δὲ νῦν
πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ οὐκέτι το
ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται Διόνικος
ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν ὁρᾷ τοὺς οἰκέτας τοὺς
ἐμοὺς ἀργύρῳ τοσούτῳ χρωμένους: τῇ πόλει δὲ ταῦτα
ἐξαίρετα παρ᾽ ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ
μῆνα ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ μετοίκῳ
ἥμισυ τούτων, θαυμάσια δὲ ἐς κάλλος θέατρα καὶ βαλανεῖα,
καὶ τὴν θάλατταν ἄχρι πρὸς τὸ Δίπυλον ἥκειν κἀνταῦθά
που λιμένα εἶναι ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ
ὕδατος, ὡς τὸ πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν
ἐκ τοῦ Κεραμεικοῦ. [25] τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ
μὲν εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι
τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε χοίνικας,
Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ ταύτην, ὅτι λάλος
ἐστὶ καὶ ἐπισκώπτει μου τὴν εὐχήν. τοῦτον ἐβουλόμην
βιῶναι τὸν βίον πλουτῶν ἐς ὑπερβολὴν καὶ τρυφῶν
καὶ πάσαις ἡδοναῖς ἀφθόνως χρώμενος. εἴρηκα, καί μοι
ὁ Ἑρμῆς τελεσιουργήσειεν αὐτά.
Λυκῖνος [26] οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι
ἀπὸ λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται, καὶ
ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ ἄνθρακές σοι ὁ
θησαυρὸς ἔσται;
Ἀδείμαντος
πῶς λέγεις, ὦ Λυκῖνε;
Λυκῖνος
ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσεις
πλουτῶν. τίς γὰρ οἶδεν εἰ ἔτι σοι παρακειμένης τῆς
χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι
τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας
τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών;
ἢ ἐθέλεις καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα
τοῦ πλούτου πρὶν ἀπολαῦσαι ἀποθανόντας, ἐνίους δὲ καὶ
ζῶντας ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου
πρὸς τὰ τοιαῦτα δαίμονος; ἀκούεις γάρ που τὸν Κροῖσον
καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους γενομένους
ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν ἁπάντων. [27] ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε ὑγιαίνειν ἐχέγγυον
οἴει σοι γενήσεσθαι καὶ βέβαιον; ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν
πλουσίων κακοδαιμόνως διάγοντας ὑπὸ τῶν ἀλγηδόνων,
τοὺς μὲν οὐδὲ βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς
ἢ τῶν ἐντοσθιδίων τι ἀλγοῦντας; ὅτι μὲν γὰρ οὐκ ἂν
ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ
τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος εὖ οἶδα,
κἂν μὴ εἴπῃς. ἐῶ λέγειν ὅσας ἐπιβουλὰς μετὰ τοῦ πλούτου
καὶ λῃστὰς καὶ φθόνον καὶ μῖσος παρὰ τῶν πολλῶν
ὁρᾷς οἵων σοι πραγμάτων αἴτιος ὁ θησαυρὸς γίνεται;
Ἀδείμαντος
ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος: ὥστε
οὐδὲ τὴ�
� χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.
Λυκῖνος
τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων
ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ ἤδη
ὁ Σάμιππος εὔχου.
Σάμιππος [28] ἐγὼ δὲ — ἠπειρώτης γάρ εἰμι, Ἀρκὰς
ἐκ Μαντινείας, ὡς ἴστε — ναῦν μὲν οὐκ αἰτήσομαί μοι
γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον,
οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν αἰτῶν
καὶ μεμετρημένον χρυσίον: ἀλλὰ δύνανται γὰρ πάντα οἱ
θεοί, καὶ τὰ μέγιστα εἶναι δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς
ὃν Τιμόλαος ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς
ἐκείνων πρὸς οὐδὲν ἀνανευόντων: αἰτῶ δὴ βασιλεὺς γενέσθαι
οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ
Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν βασιλείαν
παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον ἀπὸ λῃστείας
ἀρξαμενῳ ἑταῖροι καὶ συνωμόται ὅσον τριάκοντα, πιστοὶ
μάλα καὶ πρόθυμοι, γενέσθωσαν, εἶτα κατ᾽ ὀλίγον τριακόσιοι
προσιόντες ἡμῖν ἄλλος ἐπ᾽ ἄλλῳ, εἶτα χίλιοι καὶ