μετ᾽ οὐ πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας τὸ
ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους. [29] ἐγὼ
δὲ χειροτονητὸς ὑφ᾽ ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος
εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι:
ὡς τοῦτό γε αὐτὸ ἤδη μείζονα εἶναι τῶν ἄλλων βασιλέων
ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ
κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν:
ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ
τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ
τις αὐτὸς δι᾽ αὑτοῦ κτησάμενος τὴν δυναστείαν.
Λυκῖνος
παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ
κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε ᾔτησας, ἄρχειν
ἀσπίδος τοσαύτης ἄριστος δὴ προκριθεὶς ὑπὸ τῶν
πεντακισμυρίων. τοιοῦτον ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν
βασιλέα καὶ στρατηγὸν ἐλελήθει ἀνατρέφουσα. πλὴν ἀλλὰ
βασίλευε καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε
ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας: ἐθέλω γὰρ εἰδέναι
οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας ἢ ἐπὶ τίνας
ἀθλίους πρώτους ἀφίξεσθε.
Σάμιππος [30] ἄκουε, ὦ Λυκῖνε, μᾶλλον δέ, εἴ σοι φίλον,
ἀκολούθει μεθ᾽ ἡμῶν: ἵππαρχον γάρ σε τῶν πεντακισχιλίων ἀποφανῶ.
Λυκῖνος
ἀλλὰ τῆς μὲν τιμῆς, ὦ βασιλεῦ, χάριν οἶδά
σοι καὶ ὑποκύψας εἰς τὸ Περσικὸν προσκυνῶ σε περιαγαγὼν
εἰς τοὐπίσω τὼ χεῖρε τιμῶν τὴν τιάραν ὀρθὴν οὖσαν
καὶ τὸ διάδημα: σὺ δὲ τῶν ἐρρωμένων τούτων τινὰ ποίησον
ἵππαρχον: ἐγὼ γάρ σοι δεινῶς ἄφιππός εἰμι καὶ οὐδὲ
ὅλως ἐπέβην ἵππου ἐν τῷ πρὸ τοῦ χρόνῳ. δέδια τοίνυν
μὴ τοῦ σαλπιγκτοῦ ἐποτρύνοντος καταπεσὼν ἔγωγε συμπατηθῶ
ἐν τῇ τύρβῃ ὑπὸ τοσαύταις ὁπλαῖς, ἢ καὶ θυμοειδὴς
ὢν ὁ ἵππος ἐξενέγκῃ με τὸν χαλινὸν ἐνδακὼν ἐς
μέσους τοὺς πολεμίους, ἢ δεήσει καταδεθῆναί με πρὸς
τὸ ἐφίππιον, εἰ μέλλω μενεῖν τε ἄνω καὶ ἕξεσθαι τοῦ χαλινοῦ.
Ἀδείμαντος [31] ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν
ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δ᾽ ἂν
εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις
δωρησάμενος ἐπισήμου χρυσίου.
Σάμιππος
καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς
ἱππέας, εἰ δέξονταί σε ἄρχοντα σφῶν γενέσθαι. ὅτῳ δοκεῖ,
ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν χεῖρα.
Ἀδείμαντος
πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.
Σάμιππος
ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ
ἐχέτω τὸ δεξιόν: οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου
τετάξεται: ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν
Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι. [32] προΐωμεν δὲ ἤδη
τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ
Διί: κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα
— οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τα ὅπλα
τοσούτοις οὖσιν, ἀλλ᾽ ἀκονιτὶ κρατοῦμεν — ἐπιβάντες
επὶ τὰς τριήρεις καὶ τοὺς ἵππους ἐς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες
— παρεσκεύασται δ᾽ ἐν Κεγχρεαῖς καὶ σῖτος
ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα — διαβάλλωμεν
τὸν Αἰγαῖον εἰς τὴν Ἰωνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι
θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας
ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας,
εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου
καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα.
Λυκῖνος [33] ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς
Ἑλλάδος κατάλιπε: δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ
ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι: σὺ δὲ ἔοικας ἐπὶ
Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν
τοξικὴν εὔστοχα. ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν
τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον, μή με καὶ διαπείρῃ
τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα
ἡγούμενόν σοι τῆς φάλαγγος.
Σάμιππος
Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον
δειλὸς ὤν. ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις
λιπὼν φαίνοιτο τὴν τάξιν. ἀλλ᾽ ἐπεὶ κατὰ τὸν Εὐφράτην
ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν
ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν
ὑπ᾽ ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι
τὴν Φοινίκην ἡμῖν ἐν τοσούτῳ καὶ τὴν Παλαιστίνην εἶτα
καὶ τὴν Αἴγυπτον προσαξόμενοι, σὺ πρῶτος, ὦ Λυκῖνε,
διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ᾽ ἐμὲ ὁ Τιμόλαος:
ἐπὶ πᾶσι δὲ τ�
� ἱππικὸν ἄγε σύ, ὦ Ἀδείμαντε. [34] καὶ
διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς ἀπήντηκεν ἡμῖν πολέμιος
ἀλλὰ ἑκόντες αὑτούς τε καὶ τὰς ἀκροπόλεις ἅνθρωποι
ἐνεχείρισαν, καὶ ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι
παρήλθομεν εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν
πόλιν: ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε
τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται
ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας
καὶ σφενδονήτας. ἀπαγγέλλουσι δ᾽ οὖν οἱ σκοποὶ
ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ μαχίμου συνειλέχθαι
καὶ τούτων εἴκοσιν ἱπποτοξότας, καίτοι οὔπω ὁ Ἀρμένιος
πάρεστιν οὔτε οἱ κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες
οὔτε οἱ ἀπὸ Βάκτρων, ἀλλ᾽ ἐκ τῶν πλησίον καὶ
προαστείων τῆς ἀρχῆς: οὕτω ῥᾳδίως τοσαύτας μυριάδας
κατέλεξε. καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι χρὴ ποιεῖν.
Ἀδείμαντος [35] ἀλλ᾽ ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν
ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.
Σάμιππος
Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον
τοῦ κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;
Τιμόλαος
ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ᾽ ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ᾽ ἕως
ἔτι καθ᾽ ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς.
Σάμιππος
εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;
Λυκῖνος
ἐγώ σοι φράσω: ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα,
ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης
καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας
ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ.
Σάμιππος
ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς,
ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις
στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος;
Λυκῖνος
εὖ γε ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
οὐ παραποφανεῖσθαι τὴν γνώμην.
Σάμιππος [36] πρόσιμεν δή, εἴ σοι δοκεῖ. καὶ ὅπως ἄνδρες
ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε
τὸ πάτριον φρόνημα: ἤδη γάρ που καὶ οἱ πολέμιοι ἐπιλαμβάνουσιν.
ὥστε τὸ μὲν σύνθημα ἔστω Ἐνυάλιος:
ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής, ἀλαλάξαντες καὶ
τὰ δόρατα κρούσαντες πρὸς τὰς ἀσπίδας ἐπείγεσθε συμμῖξαι
τοῖς ἐναντίοις καὶ ἐντὸς γενέσθαι τῶν τοξευμάτων,
ὡς μηδὲ πληγὰς λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες:
καὶ ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν
εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθ᾽ αὑτοὺς
Μήδους ὄντας, τὸ δὲ κατ᾽ ἐμὲ ἰσόπαλον ἔτι, Πέρσαι γάρ
εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς: ἡ δὲ ἵππος ἅπασα τῶν
βαρβάρων ἐπὶ τὸ δεξιὸν ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε,
αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ
παρακελεύου δέχεσθαι τὴν ἐπέλασιν.
Λυκῖνος [37] ὢ τῆς τύχης: ἐπ᾽ ἐμὲ γὰρ οἱ ἱππεῖς ἅπαντες
καὶ μόνος ἐπιτήδειος αὐτοῖς ἔδοξα ἐπελαύνεσθαι. καί
μοι δοκῶ, ἢν βιάζωνται, αὐτομολήσειν προσδραμὼν ἐς
τὴν παλαίστραν ἔτι πολεμοῦντας ὑμᾶς καταλιπών.
Σάμιππος
μηδαμῶς: κρατεῖς γὰρ αὐτῶν καὶ σὺ ἤδη τὸ
μέρος. ἐγὼ δέ, ὡς ὁρᾷς, καὶ μονομαχήσω πρὸς τὸν βασιλέα:
προκαλεῖται γάρ με καὶ ἀναδῦναι πάντως αἰσχρόν.
Λυκῖνος
νὴ Δία καὶ τετρώσῃ αὐτίκα μάλα πρὸς αὐτοῦ:
βασιλικὸν γὰρ καὶ τὸ τρωθῆναι περὶ τῆς ἀρχῆς μαχόμενον.
Σάμιππος
εὖ λέγεις. ἐπιπόλαιον μέν μοι τὸ τραῦμα καὶ
οὐκ εἰς τὰ φανερὰ τοῦ σώματος, ὡς μηδὲ τὴν οὐλὴν ὕστερον
ἄμορφον γενέσθαι. πλὴν ἀλλὰ ὁρᾷς ὅπως ἐπελάσας
μιᾷ πληγῇ αὐτόν τε καὶ τὸν ἵππον διέπειρα τὴν λόγχην
ἀφείς, εἶτα τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἀφελὼν τὸ διάδημα
βασιλεὺς ἤδη γέγονα προσκυνούμενος ὑφ᾽ ἁπάντων; [38] οἱ βάρβαροι προσκυνείτωσαν: ὑμῶν κατὰ τὸν
Ἑλλήνων νόμον ἄρξω εἷς στρατηγὸς ὀνομαζόμενος. ἐπὶ
τούτοις ἄρα ἐννοεῖτε ὅσας μὲν πόλεις ἐπωνύμους ἐπ᾽
ἐμαυτοῦ οἰκιῶ, ὅσας δὲ καὶ καθαιρήσω ἑλὼν κατὰ κράτος,
αἳ ἂν ὑβρίσωσί τι ἐς τὴν ἀρχήν. ἁπάντων δὲ μάλιστα
Κυδίαν τὸν πλούσιον μετελεύσομαι, ὃς ὅμορος ἔτι
ὤν μοι ἐξέωσε τοῦ ἀγροῦ ἐπιβαίνων κατ᾽ ὀλίγον ἐς τὸ εἴσω τῶν ὅρων.
Λυκῖνος [39] πέπαυσο ἤδη, ὦ Σάμιππε: καιρὸς γὰρ σὲ
&n
bsp; ἤδη μὲν νενικηκότα τηλικαύτην μάχην ἐν Βαβυλῶνι εὐωχεῖσθαι
τὰ ἐπινίκια — ἐκστάδιος γὰρ οἶμαί σοι ἡ ἀρχή —
Τιμόλαον δὲ ἐν τῷ μέρει εὔχεσθαι ὅπερ ἂν ἐθέλῃ.
Σάμιππος
τί δ᾽ οὖν, ὦ Λυκῖνε; οἷά σοι ᾐτῆσθαι δοκῶ;
Λυκῖνος
παρὰ πολύ, ὦ θαυμασιώτατε βασιλέων, ἐπιπονώτερα
καὶ βιαιότερα τῶν Ἀδειμάντου, παρ᾽ ὅσον ἐκεῖνος
μὲν ἐτρύφα διτάλαντα χρύσεα ἐκπώματα προτεινόμενος
τοῖς συμπόταις, σὺ δὲ καὶ ἐτιτρώσκου μονομαχῶν καὶ
ἐδεδίεις καὶ ἐφρόντιζες νύκτωρ καὶ μεθ᾽ ἡμέραν: οὐ μόνον
γάρ σοι τὰ παρὰ τῶν πολεμίων φοβερὰ ἦν, ἀλλὰ καὶ
ἐπιβουλαὶ μυρίαι καὶ φθόνος παρὰ τῶν συνόντων καὶ μῖσος
καὶ κολακεία, φίλος δὲ οὐδεὶς ἀληθής, ἀλλὰ πρὸς τὸ
δέος ἅπαντες ἢ πρὸς τὴν ἐλπίδα εὖνοι δοκοῦντες εἶναι.
ἀπόλαυσις μέν γε οὐδὲ ὄναρ τῶν ἡδέων, ἀλλὰ δόξα μόνη
καὶ πορφυρὶς χρυσῷ ποικίλη καὶ ταινία λευκὴ περὶ τῷ
μετώπῳ καὶ δορυφόροι προϊόντες, τὰ δ᾽ ἄλλα κάματος
ἀφόρητος καὶ ἀηδία πολλή, καὶ ἢ χρηματίζειν δεῖ τοῖς
Delphi Complete Works of Lucian Page 290