Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 291
Delphi Complete Works of Lucian Page 291

by Lucian Samosata


  παρα τῶν πολεμίων ἥκουσιν ἢ δικάζειν ἢ καταπέμπειν

  τοῖς ὑπηκόοις ἐπιτάγματα, καὶ ἤτοι ἀφέστηκέ τι ἔθνος ἢ

  ἐπελαύνουσί τινες τῶν ἔξω τῆς ἀρχῆς. δεδιέναι οὖν δεῖ

  πάντα καὶ ὑφορᾶσθαι, καὶ ὅλως ὑπὸ πάντων μᾶλλον ἢ

  ὑπο σεαυτοῦ εὐδαιμονίζεσθαι.

  [40] καὶ γὰρ οὖν καὶ τόδε

  πῶς οὐ ταπεινόν, ὅτι καὶ νοσεῖς τὰ ὅμοια τοῖς ἰδιώταις

  καὶ ὁ πυρετος οὐ διαγινώσκει σε βασιλέα ὄντα οὐδ᾽ ὁ θάνατος

  δέδιε τοὺς δορυφόρους, ἀλλ᾽ ἐπιστάς, ὁπόταν αὐτῷ

  δοκῇ, ἄγει οἰμώζοντα οὐκ αἰδούμενος τὸ διάδημα; σὺ δὲ

  ὁ οὕτως ὑψηλὸς καταπεσὼν ἀνάσπαστος ἐκ τοῦ βασιλείου

  θρόνου τὴν αὐτὴν ὁδὸν ἄπει τοῖς πολλοῖς, ἰσότιμος ἐλαυνόμενος

  ἐν τῇ ἀγέλῃ τῶν νεκρῶν, χῶμα ὑψηλὸν ὑπὲρ γῆς

  καὶ στήλην μακρὰν ἢ πυραμίδα εὔγραμμον τὰς γωνίας

  ἀπολιπών, ἐκπρόθεσμα καὶ ἀνεπαίσθητα φιλοτιμήματα:

  εἰκόνες δὲ ἐκεῖναι καὶ νεῴ, οὓς ἀνιστᾶσιν αἱ πόλεις θεραπεύουσαι,

  καὶ τὸ μέγα ὄνομα πάντα κατ᾽ ὀλίγον ἀπορρεῖ

  καὶ ἄπεισιν ἀμελούμενα. ἢν δὲ καὶ ὅτι μάλιστα ἐπὶ

  πλεῖστον παραμείνῃ, τίς ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ

  γενομένῳ; ὁρᾷς οἷα μὲν ἔτι ζῶν ἕξεις πράγματα δεδιὼς

  καὶ φροντίζων καὶ κάμνων, οἷα δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν ἔσται; [41] ἀλλ᾽ ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβάλῃ

  τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασι χρῆσθαι εἰδότα.

  Τιμόλαος

  σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι

  καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν

  καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ

  πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, ἃ εἰκότως διέβαλες,

  οὐκ αἰτήσομαι: ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς

  τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν

  αὐτοῖς ἦν. [42] ἐγὼ δὲ βούλομαι τὸν Ἑρμῆν ἐντυχόντα μοι

  δοῦναι δακτυλίους τινὰς καὶ τοιούτους τὴν δύναμιν, ἕνα

  μὲν ὥστε ἀεὶ ἐρρῶσθαι καὶ ὑγιαίνειν τὸ σῶμα καὶ ἄτρωτον

  εἶναι καὶ ἀπαθῆ, ἕτερον δὲ ὡς μὴ ὁρᾶσθαι τὸν περιθέμενον,

  οἷος ἦν ὁ τοῦ Γύγου, τὸν δέ τινα ὡς ἰσχύειν

  ὑπὲρ ἄνδρας μυρίους καὶ ὅ τι ἂν ἄχθος ἅμα μυρίοι κινῆσαι

  μόλις δύναιντο, τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι,

  ἔτι δὲ καὶ πέτεσθαι πολὺ ἀπὸ τῆς γῆς ἀρθέντα, καὶ

  πρὸς τοῦτο εἶναί μοι δακτύλιόν τινα: καὶ μὴν καὶ ἐς

  ὕπνον κατασπᾶν ὁπόσους ἂν ἐθέλω καὶ ἅπασαν θύραν

  προσιόντι μοι ἀνοίγεσθαι χαλωμένου τοῦ κλείθρου καὶ

  τοῦ μοχλοῦ ἀφαιρουμένου, ταῦτα ἀμφότερα εἷς δακτύλιος

  δυνάσθω. [43] τὸ δὲ μέγιστον ἄλλος τις ἔστω ἐπὶ πᾶσιν

  ὁ ἥδιστος, ὡς ἐράσμιον εἶναί με περιθέμενον παισὶ τοῖς

  ὡραίοις καὶ γυναιξὶ καὶ δήμοις ὅλοις καὶ μηδένα εἶναι

  ἀνέραστον καὶ ὅτῳ μὴ ποθεινότατος ἐγὼ καὶ ἀνὰ στόμα,

  ὥστε πολλὰς γυναῖκας οὐ φερούσας τὸν ἔρωτα καὶ ἀναρτᾶν

  ἑαυτὰς καὶ τὰ μειράκια ἐπιμεμηνέναι μοι καὶ εὐδαίμονα

  εἶναι δοκεῖν, εἴ τινα καὶ μόνον προσβλέψαιμι αὐτῶν,

  εἰ δ᾽ ὑπερορῴην, κἀκεῖνα ὑπὸ λύπης ἀπολλύσθω,

  καὶ ὅλως ὑπὲρ τὸν Ὑάκινθον ἢ Ὕλαν ἢ Φάωνα τὸν Χῖον

  εἶναί με. [44] καὶ ταῦτα πάντα ἔχειν μὴ ὀλιγοχρόνιον ὄντα

  μηδὲ κατὰ μέτρον ζῶντα τῆς ἀνθρωπίνης βιοτῆς, ἀλλ᾽ ἔτη

  χίλια νέον ἐκ νέου γιγνόμενον διαβιῶναι ἀμφὶ τὰ ἑπτακαίδεκα

  ἔτη ἀεὶ ἀποδυόμενον τὸ γῆρας ὥσπερ οἱ ὄφεις:

  οὐδὲν γὰρ δεήσει με ταῦτα ἔχοντα: πάντα γὰρ ἐμὰ ἦν ἂν

  τὰ τῶν ἄλλων, ἐς ὅσον ἀνοίγειν τε τὰς θύρας ἐδυνάμην

  καὶ κοιμίζειν τοὺς φύλακας καὶ ἀθέατος εἶναι εἰσιών. εἰ δέ

  τι ἐν Ἰνδοῖς ἢ Ὑπερβορέοις θέαμα παράδοξον ἢ κτῆμα

  τίμιον ἢ ὅσα ἐμφαγεῖν ἢ πιεῖν ἡδέα, οὐ μεταστειλάμενος,

  ἀλλ᾽ αὐτὸς ἐπιπετόμενος ἀπέλαυον ἁπάντων ἐς κόρον:

  καὶ ἐπεὶ γρὺψ ὑπόπτερον θηρίον ἢ φοῖνιξ ὄρνεον ἐν Ἰνδοῖς

  ἀθέατον τοῖς ἄλλοις, ἐγὼ δὲ καὶ τοῦτο ἑώρων ἄν,

  καὶ τὰς πηγὰς δὲ τὰς Νείλου μόνος ἂν ἠπιστάμην καὶ ὅσον

  τῆς γῆς ἀοίκητον, καὶ εἴ τινες ἀντίποδες ἡμῖν οἰκοῦσι τὸ

  νότιον τῆς γῇς ἡμίτομον ἔχοντες. ἔτι δὲ καὶ ἀστέρων φύσιν

  καὶ σελήνης καὶ αὐτοῦ ἡλίου ῥᾳδίως ἔγνων ἂν ἀπαθὴς

  ὢν τῷ πυρί, καὶ τὸ πάντων ἥδιστον, αὐθημερὸν

  ἀγγεῖλαι ἐς Βαβυλῶνα, τίς ἐνίκησεν Ὀλύμπια, καὶ ἀριστήσαντα,

  εἰ τύχοι, ἐν Συρίᾳ δειπνῆσαι ἐν Ἰταλίᾳ. εἰ δέ

  τις ἐχθρὸς εἴη, ἀμύνασθαι καὶ τοῦτον ἐκ τοῦ ἀφανοῦς

  πέτρον ἐμβαλόντα τῇ κεφαλῇ, ὡς ἐπιτετρῖφθαι τὸ κρανίον,

  τούς τε αὖ φίλους εὖ ποιεῖν ἐπιχέαντα κοιμωμένοις

  αὐτοῖς τὸ χρυσίον: καὶ μὴν εἴ τις ὑπερόπτης εἴη ἢ τύραννος

  πλούσιος ὑβριστή
ς, ἀράμενος αὐτὸν ὅσον ἐπὶ

  σταδίους εἴκοσιν ἀφῆκα φέρεσθαι κατὰ τῶν κρημνῶν.

  τοῖς παιδικοῖς δὲ ἀκωλύτως ὁμιλεῖν ἂν ἐξῆν εἰσιόντα

  ἀθέατον κοιμίσαντα ἅπαντας ἄνευ ἐκείνων μόνων. οἷον

  δὲ κἀκεῖνο ἦν, τοὺς πολεμοῦντας ἐπισκοπεῖν ἔξω βέλους

  ὑπεραιωρούμενον; καὶ εἰ δόξειέ μοι, προσθέμενος ἂν τοῖς

  ἡττημένοις κοιμίσας τοὺς κρατοῦντας νικᾶν παρεῖχον τοῖς

  φεύγουσιν ἀναστρέψασιν ἀπὸ τῆς τροπῆς. καὶ τὸ ὅλον,

  παιδιὰν ἐποιούμην ἂν τὸν τῶν ἀνθρώπων βίον καὶ πάντα

  ἐμὰ ἦν καὶ θεὸς ἐδόκουν τοῖς ἄλλοις. τοῦτο ἡ ἄκρα εὐδαιμονία

  ἐστὶ μήτε ἀπολέσθαι μήτε ἐπιβουλευθῆναι δυναμένη,

  καὶ μάλιστα μεθ᾽ ὑγιείας ἐν μακρῷ τῷ βίῳ. [45] τί ἂν αἰτιάσαιο, ὦ Λυκῖνε, τῆς εὐχῆς;

  Λυκῖνος

  οὐδέν, ὦ Τιμόλαε: οὐδὲ γὰρ ἀσφαλὲς ἐναντιοῦσθαι

  ἀνδρὶ πτηνῷ καὶ ὑπὲρ μυρίους τὴν ἰσχύν, πλὴν

  ἀλλὰ ἐκεῖνο ἐρήσομαί σε, εἴ τινα ἄλλον εἶδες ἐν τοσούτοις

  ἔθνεσιν, ὅσα ὑπερέπτης, γέροντα ἤδη ἄνδρα οὕτω

  παρακεκινηκότα τὴν γνώμην, ἐπὶ δακτυλίου μικροῦ ὀχούμενον,

  ὄρη ὅλα κινεῖν ἄκρῳ τῷ δακτύλῳ δυνάμενον, ἐπέραστον

  πᾶσι, καὶ ταῦτα φαλακρὸν ὄντα καὶ τὴν ῥῖνα σιμόν;

  ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε οὐχ εἷς δακτύλιος

  ἅπαντα ταῦτα δύναταί σοι, ἀλλὰ τοσούτους περιημμένος

  βαδιῇ τὴν ἀριστερὰν πεφορτισμένος κατὰ δάκτυλον ἕνα;

  μᾶλλον δὲ ὑπερπαίει ὁ ἀριθμός, καὶ δεήσει καὶ τὴν δεξιὰν

  συνεπιλαβεῖν. καίτοι ἑνὸς τοῦ ἀναγκαιοτάτου προσδεῖ,

  ὃς περιθέμενόν σε παύσει μωραίνοντα τὴν πολλὴν ταύτην

  κόρυζαν ἀποξύσας. ἢ τοῦτο μὲν καὶ ὁ ἐλλέβορος ἱκανὸς

  ποιῆσαι ζωρότερος ποθείς;

  Τιμόλαος [46] ἀλλὰ πάντως, ὦ Λυκῖνε, καὶ αὐτὸς εὔξῃ

  τι ἤδη ποτέ, ὡς ἂν μάθωμεν οἱα αἰτήσεις ἀνεπίληπτα καὶ

  ἀνέγκλητα ὁ συκοφαντῶν τοὺς ἄλλους.

  Λυκῖνος

  ἀλλ᾽ οὐ δέομαι εὐχῆς ἐγώ: ἥκομεν γὰρ δὴ

  πρὸς τὸ Δίπυλον, καὶ ὁ βέλτιστος οὑτοσὶ Σάμιππος ἀμφὶ

  Βαβυλῶνα μονομαχῶν, καὶ σύ, ὦ Τιμόλαε, ἀριστῶν μὲν

  ἐν Συρίᾳ, δειπνῶν δὲ ἐν Ἰταλίᾳ καὶ τοῖς ἐμοὶ ἐπιβάλλουσι

  σταδίοις κατεχρήσασθε καλῶς ποιοῦντες: ἄλλως τε οὐκ

  ἂν δεξαίμην πλουτήσας ἐπ᾽ ὀλίγον ὑπηνέμιόν τινα πλοῦτον

  ἀνιᾶσθαι μετ᾽ ὀλίγον ψιλὴν τὴν μᾶζαν ἐσθίων, οἷα

  ὑμεῖς πείσεσθε μετ᾽ ὀλίγον, ἐπειδὰν ἡ εὐδαιμονία μὲν

  ὑμῖν καὶ ὁ πολὺς πλοῦτος οἴχηται ἀποπτάμενος, αὐτοὶ

  δὲ καταβάντες ἀπὸ τῶν θησαυρῶν τε καὶ διαδημάτων ὥσπερ

  ἐξ ἡδίστου ὀνείρατος ἀνεγρόμενοι ἀνόμοια τὰ ἐπὶ τῆς

  οἰκίας εὑρίσκητε ὥσπερ οἱ τοὺς βασιλεῖς ὑποκρινόμενοι

  τραγῳδοὶ ἐξελθόντες ἀπὸ τοῦ θεάτρου λιμώττοντες οἱ

  πολλοί, καὶ ταῦτα πρὸ ὀλίγου Ἀγαμέμνονες ὄντες ἢ

  Κρέοντες. λυπήσεσθε οὖν, ὡς τὸ εἰκός, καὶ δυσάρεστοι

  ἔσεσθε τὰ ἐπὶ τῆς οἰκίας, καὶ μάλιστα σύ, ὦ Τιμόλαε,

  ὁπόταν δέῃ σε τὸ αὐτὸ παθεῖν τῷ Ἰκάρῳ τῆς πτερώσεως

  διαλυθείσης καταπεσόντα ἐκ τοῦ οὐρανοῦ χαμαὶ βαδίζειν

  ἀπολέσαντα τοὺς δακτυλίους ἐκείνους ἅπαντας ἀπορρυέντας

  τῶν δακτύλων. ἐμοὶ δὲ καὶ τοῦτο ἱκανὸν ἀντὶ

  πάντων θησαυρῶν καὶ Βαβυλῶνος ἀυτῆς τὸ γελάσαι μάλα

  ἡδέως ἐφ᾽ οἷς ὑμεῖς ᾐτήσατε τοιούτοις οὖσι, καὶ ταῦτα

  φιλοσοφίαν ἐπαινοῦντες.

  DIALOGUES OF THE DEAD — Νεκρικοὶ Διάλογοι

  CONTENTS

  Διογένους καὶ Πολυδεύκους

  Πλούτων κατὰ Μενίππου

  Μενίππου, Ἀμφιλόχου καὶ Τροφωνίου

  Ἑρμοῦ καὶ Χάρωνος

  Πλούτωνος καὶ Ἑρμοῦ

  Τερψίωνος καὶ Πλούτωνος

  Ζηνοφάντου καὶ Καλλιδημίδου

  Κνήμωνος καὶ Δαμνίππου

  Σιμύλου καὶ Πολυστράτου

  Χάρωνος καὶ Ἑρμοῦ καὶ Μενίππου καὶ Κράτωνος

  Κράτητος καὶ Διογένους

  Ἀλεξάνδρου, Ἀννίβα, Μίνωος καὶ Σκηπίωνος

  Διογένους καὶ Ἀλεξάνδρου

  Φιλίππου καὶ Ἀλεξάνδρου

  Ἀχιλλέως καὶ Ἀντιλόχου

  Διογένους καὶ Ἡρακλέως

  Μενίππου καὶ Ταντάλου

  Μενίππου καὶ Ἑρμοῦ

  Αἰακοῦ, Πρωτεσιλάου, Μενελάου καὶ Πάριδος

  Μενίππου καὶ Αἰακοῦ

  Μενίππου καὶ Κερβέρου

  Χάρωνος καὶ Μενίππου

  Πρωτεσιλάου, Πλούτωνος καὶ Περσεφόνης

  Διογένους καὶ Μαυσώλου

  Νιρέως καὶ Θερσίτου καὶ Μενίππου

  Μενίππου καὶ Χείρωνος

  Διογένους καὶ Ἀντισθένους καὶ Κράτητος

  Μενίππου καὶ Τειρεσίου

  Αἶαντος καὶ Ἀγαμέμνωνος

  Μίνωος καὶ Σωστράτου

  Διογένους καὶ Πολυδεύκους

  Διογένης

  [1] ὦ Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς, — σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον — ἤν που ἴδῃς Μένιππον τὸν κύνα, — εὕροις δ�
� ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἢ ἐν Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα — εἰπεῖν πρὸς αὐτόν, ὅτι σοί, ὦ Μένιππε, κελεύει ὁ Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται, ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον· ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι ὁ γέλως ἦν καὶ πολὺ τὸ ‘τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον;’ ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι, ἐμπλησάμενον τὴν πήραν ἥκειν θέρμων τε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης δεῖπνον κείμενον ἢ ᾠὸν ἐκ καθαρσίου ἤ τι τοιοῦτον.

  Πολυδεύκης

  [2] ἀλλ᾽ ἀπαγγελῶ ταῦτα, ὦ Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα, ὁποῖός τίς ἐστι τὴν ὄψιν.

  Διογένης

  γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς τῶν ῥακίων ποικίλον, γελᾷ δ᾽ ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει.

  Πολυδεύκης

  ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων.

 

‹ Prev