Book Read Free

Delphi Complete Works of Lucian

Page 303

by Lucian Samosata


  Τρίτων

  οὔκ: ἀλλὰ ἴστε, οἶμαι, ὦ Ἰφιάνασσα, τὸν Περσέα, τὸ τῆς Δανάης παιδίον, ὃ μετὰ τῆς μητρὸς ἐν τῇ κιβωτῷ ἐμβληθὲν ἐς τὴν θάλατταν ὑπὸ τοῦ μητροπάτορος ἐσώσατε οἰκτείρασαι αὐτούς.

  Ἰφιάνασσα

  οἶδα ὃν λέγεις: εἰκὸς δὲ ἤδη νεανίαν εἶναι καὶ μάλα γενναῖόν τε καὶ καλὸν ἰδεῖν.

  Τρίτων

  οὗτος ἀπέκτεινε τὸ κῆτος.

  Ἰφιάνασσα

  διὰ τί, ὦ Τρίτων; οὐ γὰρ δὴ σῶστρα ἡμῖν τοιαῦτα ἐκτίνειν αὐτὸν ἐχρῆν. 2.

  Τρίτων

  ἐγὼ ὑμῖν φράσω τὸ πᾶν ὡς ἐγένετο: ἐστάλη μὲν οὗτος ἐπὶ τὰς Γοργόνας ἆθλόν τινα τοῦτον τῷ βασιλεῖ ἐπιτελῶν, ἐπεὶ δὲ ἀφίκετο ἐς τὴν Λιβύην —

  Ἰφιάνασσα

  πῶς, ὦ Τρίτων; μόνος; ἢ καὶ ἄλλους συμμάχους ἦγεν; ἄλλως γὰρ δύσπορος ἡ ὁδός.

  Τρίτων

  διὰ τοῦ ἀέρος: ὑπόπτερον γὰρ αὐτὸν ἡ Αθηνᾶ ἔθηκεν. ἐπεὶ δ᾽ οὖν ἧκεν ὅπου διῃτφντο, αἱ μὲν [p. 133] ἐκάθευδον, οἶμαι, ὁ δὲ ἀποτεμὼν τῆς Μεδούσης την κεφαλὴν ᾤχετο ἀποπτάμενος.

  Ἰφιάνασσα

  πῶς ἰδών; ἀθέατοι γάρ εἰσιν: ἢ ὃς ἂν ἴδῃ, οὐκ [323] ἄν τι ἄλλο μετὰ ταύτας ἴδοι.

  Τρίτων

  ἡ Ἀθηνᾶ τὴν ἀσπίδα προφαίνουσα — τοιαῦτα γὰρ ἤκουσα διηγουμένου αὐτοῦ πρὸς τὴν Ἀνδρομέδαν καὶ πρὸς τὸν Κηφέα ὕστερον — ἡ Ἀθηνᾶ δὴ ἐπὶ τῆς ἀσπίδος ἀποστιλβούσης ὥσπερ ἐπὶ τοῦ κατόπτρου παρέσχεν αὐτῷ ἰδεῖν τὴν εἰκόνα τῆς Μεδούσης: εἶτα λαβόμενος τῇ λαιᾷ τῆς κόμης, ἐνορῶν δ᾽ ἐς τὴν εἰκόνα, τῇ δεξιᾷ τὴν ἅρπην ἔχων, ἀπέτεμε τὴν κεφαλὴν αὐτῆς, καὶ πρὶν ἀνεγρέσθαι τὰς ἀδελφὰς ἀνέπτατο. 3. ἐπεὶ δὲ κατὰ τὴν παράλιον ταύτην Αἰθιοπίαν ἐγένετο, ἤδη πρόσγειος πετόμενος, ὁρᾷ τὴν Ἀνδρομέδαν προκειμένην ἐπί τινος πέτρας προβλῆτος προσπεπατταλευμένην, καλλίστην, ὦ θεοί, καθειμένην τὰς κόμας, ἡμίγυμνον πολὺ ἔνερθεν τῶν μαστῶν: καὶ τὸ μὲν πρῶτον οἰκτείρας τὴν τύχην αὐτῆς ἀνηρώτα τὴν αἰτίαν τῆς καταδίκης, κατὰ μικρὸν δὲ ἁλοὺς ἔρωτι — ἐχρῆν γὰρ σεσῶσθαι τὴν παῖδα — βοηθεῖν διέγνω: καὶ ἐπειδὴ τὸ κῆτος ἐπῄει μάλα φοβερὸν ὡς καταπιόμενον τὴν Ἀνδρομέδαν, ὑπεραιωρηθεὶς ὁ νεανίσκος πρόκωπον ἔχων τὴν ἅρπην τῇ μὲν καθικνεῖται, τῇ δὲ προδεικνὺς τὴν Γοργόνα λίθον ἐποίει αὐτό, τὸ δὲ τέθνηκεν ὁμοῦ καὶ πέπηγεν αὐτοῦ τὰ πολλά, [324] ὅσα εἶδε τὴν Μέδουσαν: ὁ δὲ λύσας τὰ δεσμὰ τῆς παρθένου, ὑποσχὼν τὴν χεῖρα ὑπεδέξατο ἀκροποδητὶ κατιοῦσαν ἐκ τῆς πέτρας ὀλισθηρᾶς οὔσης, καὶ νῦν γαμεῖ ἐν τοῦ Κηφέως καὶ ἀπάξει αὐτὴν ἐς Ἄργος, ὥστε ἀντὶ θανάτου γάμον οὐ τὸν τυχόντα εὕρετο. 4.

  Ἰφιάνασσα

  ἐγὼ μὲν οὐ πάνυ τῷ γεγονότι ἄχθομαι: τί γὰρ ἡ παῖς ἠδίκει ἡμᾶς, εἴ τι ἡ μήτηρ ἐμεγαλαυχεῖτο καὶ ἠξίου καλλίων εἶναι; [p. 134]

  Δῶρις

  ὅτι οὕτως ἂν ἤλγησεν ἐπὶ τῇ θυγατρὶ μήτηρ γε οὖσα.

  Ἰφιάνασσα

  μηκέτι μεμνώμεθα, ὦ Δωρί, ἐκείνων, εἴ τι βάρβαρος γυνὴ ὑπὲρ τὴν ἀξίαν ἐλάλησεν: ἱκανὴν γὰρ ἡμῖν τιμωρίαν ἔδωκε φοβηθεῖσα ἐπὶ τῇ παιδί. χαίρωμεν οὖν τῷ γάμῳ.

  ζεπηψρυς ανδ νοτυς

  1.

  Ζέφυρος

  οὐ πώποτε πομπὴν ἐγὼ μεγαλοπρεπεστέραν εἶδον ἐν τῇ θαλάττῃ, ἀφ᾽ οὗ γέ εἰμι καὶ πνέω. σὺ δὲ οὐκ εἶδες, ὦ Νότε;

  Νότος

  τίνα ταύτην λέγεις, ὦ Ζέφυρε, τὴν πομπήν; ἢ τίνες οἱ πέμποντες ἦσαν;

  Ζέφυρος

  ἡδίστου θεάματος ἀπελείφθης, οἷον οὐκ ἂν ἄλλο ἴδοις ἔτι.

  Νότος

  περὶ τὴν ἐρυθρὰν γὰρ θάλατταν εἰργαζόμην, ἐπέπνευσα δὲ καὶ μέρος τῆς Ἰνδικῆς, ὅσα παράλια τῆς χώρας: οὐδὲν οὖν οἶδα ὧν λέγεις.

  Ζέφυρος

  ἀλλὰ τὸν Σιδώνιον Ἀγήνορα οἶδας;

  Νότος

  ναί: τὸν τῆς Εὐρώπης πατέρα. τί μην;

  Ζέφυρος

  περὶ αὐτῆς ἐκείνης διηγήσομαί σοι.

  Νότος

  μῶν ὅτι ὁ Ζεὺς ἐραστὴς τῆς παιδὸς ἐκ πολ λοῦ; τοῦτο γὰρ καὶ πάλαι ἠπιστάμην.

  Ζέφυρος

  οὐκοῦν τὸν μὲν ἔρωτα οἶσθα, τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουσον. 2. ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ἠϊόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα, ὁ Ζεὺς δὲ [326] ταύρῳ εἰκάσας ἑαυτὸν συνέπαιζεν αὐταῖς κάλλιστος φαινόμενος: λευκός τε γὰρ ἦν ἀκριβῶς καὶ τὰ κέρατα εὐκαμπὴς καὶ τὸ βλέμμα ἥμερος: ἐσκίρτα οὖν καὶ αὐτὸς ἐπὶ τῆς ἠϊόνος καὶ ἐμυκᾶτο ἥδιστον, ὥστε τὴν Εὐρώπην τολμῆσαι [p. 135] καὶ ἀναβῆναι αὐτόν. ὡς δὲ τοῦτο ἐγένετο, δρομαῖος μὲν ὁ Ζεὺς ὥρμησεν ἐπὶ τὴν θάλατταν φέρων αὐτὴν καὶ ἐνήχετο ἐμπεσών, ἡ δὲ πάνυ ἐκπλαγὴς τῷ πράγματι τῇ λαιᾷ μὲν εἴχετο τοῦ κέρατος, ὡς μὴ ἀπολισθάνοι, τῇ ἑτέρᾳ δὲ ἠνεμωμένον τὸν πέπλον ξυνεῖχεν. 3.

  Νότος

  ἡδὺ τοῦτο θέαμα εἶδες, ὦ Ζέφυρε, καὶ ἐρωτικόν, νηχόμενον τὸν Δία φέροντα τὴν ἀγαπωμένην.

  Ζέφυρος

  καὶ μὴν τὰ μετὰ ταῦτα ἡδίω παρὰ πολύ, ὦ Νότε: ἥ τε γὰρ θάλαττα εὐθὺς ἀκύμων ἐγένετο καὶ τὴν γαλήνην ἐπισπασαμένη λείαν παρεῖχεν ἑαυτήν, ἡμεῖς δὲ πάντες ἡσυχίαν ἄγοντες οὐδὲν ἄλλο ἢ θεαταὶ μόνον τῶν γιγνομένων παρηκολουθοῦμεν, Ἔρωτες δὲ παραπετόμενοι μικρὸν ἐκ τῆς θαλάττης, ὡς ἐνίοτε ἄκρο
ις τοῖς ποσὶν ἐπιψαύειν τοῦ ὕδατος, ἡμμένας τὰς δᾷδας φέροντες ᾖδον ἅμα τὸν ὑμέναιον, αἱ Νηρηίδες δὲ ἀναδῦσαι παρίππευον [327] ἐπὶ τῶν δελφίνων ἐπικροτοῦσαι ἡμίγυμνοι αἱ πολλαί, τό τε τῶν Τριτώνων γένος καὶ εἴ τι ἄλλο μὴ φοβερὸν ἰδεῖν τῶν θαλαττίων ἅπαντα περιεχόρευε τὴν παῖδα: ὁ μὲν γὰρ Ποσειδῶν ἐπιβεβηκὼς ἅρματος, παροχουμένην τὴν Ἀμφιτρίτην ἔχων προῆγε γεγηθὼς ὁδοποιῶν νηχομένῳ τῷ ἀδελφῷ: ἐπὶ πᾶσι δὲ τὴν Ἀφροδίτην δύο Τρίτωνες ἔφερον ἐπὶ κόγχης κατακειμένην, ἄνθη παντοῖα ἐπιπάττουσαν τῇ νύμφῃ. 4. ταῦτα ἐκ Φοινίκης ἄχρι τῆς Κρήτης ἐγένετο: ἐπεὶ δὲ ἐπέβη τῇ νήσῳ, ὁ μὲν ταῦρος οὐκέτι ἐφαίνετο, ἐπιλαβόμενος δὲ τῆς χειρὸς ὁ Ζεὺς ἀπῆγε τὴν Εὐρώπην ἐς τὸ Δικταῖον ἄντρον ἐρυθριῶσαν καὶ κάτω ὁρῶσαν: ἠπίστατο γὰρ ἤδη ἐφ᾽ ὅτῳ ἄγοιτο. ἡμεῖς δὲ ἐμπεσόντες ἄλλο ἄλλος τοῦ πελάγους μέρος διεκυμαίνομεν.

  Νότος

  ὦ μακάριε Ζέφυρε τῆς θέας: ἐγὼ δὲ γρῦπας καὶ ἐλέφαντας καὶ μέλανας ἀνθρώπους ἑώρων.

  DIALOGUES OF THE GODS — Θεῶν Διάλογοι

  CONTENTS

  Προμηθεύς, Ζεύς.

  Ἔρως, Ζεύς.

  Ζεύς, Ἑρμῆς.

  Ζεύς, Γανυμήδης.

  Ἥρα, Ζεύς.

  Ἥρα, Ζεύς.

  Ἥφαιστος, Ἀπόλλων.

  Ἥφαιστος, Ζεύς.

  Ποσειδῶν, Ἑρμῆς.

  Ἑρμῆς, Ἥλιος.

  Ἀφροδίτη, Σελήνης.

  Ἀφροδίτη, Ἔρως.

  Ζεύς, Ἀσκληπιός, Ἡρακλῆς.

  Ἑρμῆς, Ἀπόλλων.

  Ἑρμῆς, Ἀπόλλων.

  Ἥρα, Λητώ.

  Ἀπόλλων, Ἑρμῆς.

  Ἥρα, Ζεύς.

  Ἀφροδίτη, Ἔρως.

  Ἄρης, Ἑρμῆς.

  Πάν, Ἑρμῆς.

  Ἀπόλλων, Διόνυσος.

  Ἑρμῆς, Μαῖα.

  Ζεύς, Ἥλιος.

  Ἀπόλλων, Ἑρμῆς.

  Προμηθεύς, Ζεύς.

  Προμηθεύς, Ζεύς.

  Προμηθεύς

  λῦσόν με, ὦ Ζεῦ: δεινὰ γὰρ ἤδη πέπονθα.

  Ζεύς

  λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ᾽ ὧν τοιαῦθ᾽ ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;

  Προμηθεύς

  οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι;

  Ζεύς

  οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.

  Προμηθεύς

  καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.

  Ζεύς

  [2] Κατασοφίζῃ με, ὦ Προμηθεῦ.

  Προμηθεύς

  καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι.

  Ζεύς

  εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις αναγκαῖον ἡμῖν ὄντα.

  Προμηθεύς

  ἢν εἴπω ἐφ᾽ ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος; ΖΕΥΣ Πῶς γὰρ οὔ;

  Προμηθεύς

  παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.

  Ζεύς

  τουτὶ μὲν ἔγνως: τί δ᾽ οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.

  Προμηθεύς

  μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρηΐδι: ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας —

  Ζεύς

  τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;

  Προμηθεύς

  μὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ.

  Ζεύς

  χαιρέτω τοιγαροῦν ἡ Θέτις: σὲ δὲ ὁ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.

  Ἔρως, Ζεύς.

  Ἔρως, Ζεύς.

  Ἔρως

  ἀλλ᾽ εἰ καί τι ἥμαρτον, ὦ Ζεῦ, σύγγνωθί μοι: παιδίον γάρ εἰμι καὶ ἔτι ἄφρων.

  Ζεύς

  σὺ παιδίον ὁ Ἔρως, ὃς ἀρχαιότερος εἶ πολὺ Ἰαπετοῦ; ἢ διότι μὴ πώγωνα μηδὲ πολιὰς ἔφυσας, διὰ ταῦτα καὶ βρέφος ἀξιοῖς νομίζεσθαι γέρων καὶ πανοῦργος ὤν;

  Ἔρως

  τί δαί σε μέγα ἠδίκησα ὁ γέρων ὡς φὴς ἐγώ, διότι με καὶ πεδῆσαι διανοῇ;

  Ζεύς

  σκόπει, ὦ κατάρατε, εἰ μικρά, ὃς ἐμοὶ μὲν οὕτως ἐντρυφᾷς, ὥστε οὐδέν ἐστιν ὃ μὴ πεποίηκάς με, σάτυρον, ταῦρον, χρυσόν, κύκνον, αἰετόν: ἐμοῦ δὲ ὅλως οὐδεμίαν ἥντινα ἐρασθῆναι πεποίηκας, οὐδὲ συνῆκα ἡδὺς γυναικὶ διὰ σὲ γεγενημένος, ἀλλά με δεῖ μαγγανεύειν ἐπ᾽ αὐτὰς καὶ κρύπτειν ἐμαυτόν: αἱ δὲ τὸν μὲν ταῦρον ἢ κυκνον φιλοῦσιν, ἐμὲ δὲ ἢν ἴδωσι, τεθνᾶσιν ὑπὸ τοῦ δέους.

  Ἔρως

  [2] εἰκότως: οὐ γὰρ φέρουσιν, ὦ Ζεῦ, θνηταὶ οὖσαι τὴν σὴν πρόσοψιν.

  Ζεύς

  πῶς οὖν τὸν Ἀπόλλω ὁ Βράγχος καὶ ὁ Ὑάκινθος φιλοῦσιν;

  Ἔρως

  ἀλλὰ ἡ Δάφνη κἀκεῖνον ἔφευγε καίτοι κομήτην καὶ ἀγένειον ὄντα. εἰ δ᾽ ἐθέλεις ἐπέραστος εἶναι, μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ᾽ ὡς ἥδιστον ποίει σεαυτὸν ἑκατέρωθεν καθειμένος βοστρύχους, τῇ μίτρᾳ τ
ούτους ἀνειλημμένος, πορφυρίδα ἔχε, ὑποδέου χρυσίδας, ὑπ᾽ αὐλῷ καὶ τυμπάνοις εὔρυθμα βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.

  Ζεύς

  ἄπαγε: οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι τοιοῦτος γενόμενος.

  Ἔρως

  οὐκοῦν, ὦ Ζεῦ, μηδὲ ἐρᾶν θέλε: ῥᾴδιον γὰρ τοῦτό γε.

  Ζεύς

  οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ αὐτῶν ἐπιτυγχάνειν: ἐπὶ τούτοις αὐτοῖς ἀφίημί σε.

  Ζεύς, Ἑρμῆς.

 

‹ Prev