Book Read Free

Delphi Complete Works of Lucian

Page 305

by Lucian Samosata


  Ἥρα

  [2] αὐτὴν ἐμέ, οὐκ ἄλλην τινά, ὦ Ζεῦ, πολὺν ἤδη χρόνον. καὶ τὸ μὲν πρῶτον ἠγνόουν τὸ πρᾶγμα, διότι ἀτενὲς ἀφεώρα ἐς ἐμέ: ὁ δὲ καὶ ἔστενε καὶ ὑπεδάκρυε, καὶ εἴ ποτε πιοῦσα παραδοίην τῷ Γανυμήδει τὸ ἔκπωμα, ὁ δὲ ᾔτει ἐν αὐτῷ ἐκείνῳ πιεῖν καὶ λαβὼν ἐφίλει μεταξὺ καὶ πρὸς τοὺς ὀφθαλμοὺς προσῆγε καὶ αὖθις ἀφεώρα ἐς ἐμέ: ταῦτα δὲ ἤδη συνίειν ἐρωτικὰ ὄντα. καὶ ἐπὶ πολὺ μὲν ᾐδούμην λέγειν πρὸς σὲ καὶ ᾤμην παύσεσθαι τῆς μανίας τὸν ἄνθρωπον: ἐπεὶ δὲ καὶ λόγους ἐτόλμησέ μοι προσενεγκεῖν, ἐγὼ μὲν ἀφεῖσα αὐτὸν ἔτι δακρύοντα καὶ προκυλινδούμενον, ἐπιφραξαμένη τὰ ὦτα, ὡς μηδὲ ἀκούσαιμι αὐτοῦ ὑβριστικὰ ἱκετεύοντος, ἀπῆλθον σοὶ φράσουσα: σὺ δὲ αὐτὸς ὅρα, ὅπως μέτει τὸν ἄνδρα.

  Ζεύς

  [3] εὖ γε ὁ κατάρατος ἐπ᾽ ἐμὲ αὐτὸν καὶ μέχρι τῶν Ἥρας γάμων; τοσοῦτον ἐμεθύσθη τοῦ νέκταρος; ἀλλ᾽ ἡμεῖς τούτων αἴτιοι καὶ πέρα τοῦ μετρίου φιλάνθρωποι, οἵ γε καὶ συμπότας αὐτοὺς ἐποιησάμεθα. συγγνωστοὶ οὖν, εἰ πιόντες ὅμοια ἡμῖν καὶ ἰδόντες οὐράνια κάλλη καὶ οἷα οὔ ποτε εἶδον ἐπὶ γῆς, ἐπεθύμησαν ἀπολαῦσαι αὐτῶν ἔρωτι ἁλόντες: ὁ δ᾽ ἔρως βίαιόν τί ἐστι καὶ οὐκ ἀνθρώπων μόνον ἄρχει, ἀλλὰ καὶ ἡμῶν αὐτῶν ἐνίοτε.

  Ἥρα

  σοῦ μὲν καὶ πάνυ οὗτός γε δεσπότης ἐστὶ καὶ ἄγει σε καὶ φέρει τῆς ῥινός, φασίν, ἕλκων, καὶ σὺ ἕπῃ αὐτῷ ἔνθα ἂν ἡγῆταί σοι, καὶ ἀλλάττῃ ῥᾳδίως ἐς ὅ τι ἂν κελεύσῃ, καὶ ὅλως κτῆμα καὶ παιδιὰ τοῦ ἔρωτος σύ γε: καὶ νῦν τῷ Ἰξίονι οἶδα καθότι συγγνώμην ἀπονέμεις ἅτε καὶ αὐτὸς μοιχεύσας ποτὲ αὐτοῦ τὴν γυναῖκα, ἥ σοι τὸν Πειρίθουν ἔτεκεν.

  Ζεύς

  [4] ἔτι γὰρ σὺ μέμνησαι ἐκείνων, εἴ τι ἐγὼ ἔπαιξα ἐς γῆν κατελθών; ἀτὰρ οἶσθα ὅ μοι δοκεῖ περὶ τοῦ Ἰξίονος; κολάζειν μὲν μηδαμῶς αὐτὸν μηδὲ ἀπωθεῖν τοῦ συμποσίου: σκαιὸν γάρ: ἐπεὶ δὲ ἐρᾷ καὶ ὡς φὴς δακρύει καὶ ἀφόρητα πάσχει —

  Ἥρα

  τί, ὦ Ζεῦ; δέδια γᾴρ, μή τι ὑβριστικὸν καὶ σὺ εἴπῃς.

  Ζεύς

  οὐδαμῶς: ἀλλ᾽ εἴδωλον ἐκ νεφέλης πλασάμενοι αὐτῇ σοι ὅμοιον, ἐπειδὰν λυθῇ τὸ συμπόσιον κἀκεῖνος ἀγρυπνῇ, ὡς τὸ εἰκός, ὑπὸ τοῦ ἔρωτος, παρακατακλίνωμεν αὐτῷ φέροντες: οὕτω γὰρ ἂν παύσαιτο ἀνιώμενος οἰηθεὶς τετυχηκέναι τῆς ἐπιθυμίας.

  Ἥρα

  ἄπαγε, μὴ ὥρασιν ἵκοιτο τῶν ὑπὲρ αὐτον ἐπιθυμῶν.

  Ζεύς

  ὅμως ὑπόμεινον, ὦ Ἥρα. ἢ τί γὰρ ἂν καὶ πάθοις δεινὸν ἀπὸ τοῦ πλάσματος, εἰ νεφέλῃ ὁ Ἰξίων συνέσται;

  Ἥρα

  [5] ἀλλὰ ἡ νεφέλη ἐγὼ εἶναι δόξω, καὶ τὸ αἰσχρὸν ἐπ᾽ ἐμὲ ποιήσει διὰ τὴν ὁμοιότητα.

  Ζεύς

  οὐδὲν τοῦτο φής: οὔτε γὰρ ἡ νεφέλη ποτὲ Ἥρα γένοιτ᾽ ἂν οὔτε σὺ νεφέλη: ὁ δ᾽ Ἰξίων μόνον ἐξαπατηθήσεται.

  Ἥρα

  ἀλλὰ οἱ πάντες ἄνθρωποι ἀπειρόκαλοί εἰσιν: αὐχήσει κατελθὼν ἴσως καὶ διηγήσεται ἅπασι λέγων συγγεγενῆσθαι τῇ Ἥρᾳ καὶ σύλλεκτρος εἶναι τῷ Διί, καί που τάχ᾽ ἂν ἐρᾶν με φήσειεν αὐτοῦ, οἱ δὲ πιστεύσουσιν οὐκ εἰδότες ὡς νεφέλῃ συνῆν.

  Ζεύς

  οὐκοῦν, ἤν τι τοιοῦτον εἴπῃ, ἐς τὸν ᾄδην ἐμπεσὼν τροχῷ ἄθλιος προσδεθεὶς συμπεριενεχθήσεται μετ᾽ αὐτοῦ ἀεὶ καὶ πόνον ἄπαυστον ἕξει δίκην διδοὺς οὐ τοῦ ἔρωτος — οὐ γὰρ δὴ δεινὸν τοῦτό γε — ἀλλὰ τῆς μεγαλαυχίας.

  Ἥφαιστος, Ἀπόλλων.

  Ἥφαιστος, Ἀπόλλων.

  Ἥφαιστος

  ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν; ὡς καλόν τέ ἐστι καὶ προσμειδιᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον.

  Ἀπόλλων

  ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;

  Ἥφαιστος

  καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;

  Ἀπόλλων

  ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη: καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.

  Ἥφαιστος

  [2] τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;

  Ἀπόλλων

  εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.

  Ἥφαιστος

  καὶ μὴν προσῆλθεν ἤδη.

  Ἀπόλλων

  τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;

  Ἥφαιστος

  πάντα, ὦ Ἄπολλον.

  Ἀπόλλων

  ὅμως ἐπίσκεψαι ἀκριβῶς.

  Ἥφαιστος

  μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.

  Ἀπόλλων

  ἀλλ᾽ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους.

  Ἥφαιστος

  οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν;

  Ἀπόλλων

  [3] οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα: ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽ ὅπως ὑφελὼν τὼ πόδε: εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον: εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς
ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.

  Ἥφαιστος

  γοργόν τινα τὸν παῖδα φής.

  Ἀπόλλων

  οὐ μόνον, ἀλλ᾽ ἤδη καὶ μουσικόν.

  Ἥφαιστος

  τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;

  Ἀπόλλων

  [4] χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ᾽ αὐτῆς: συνεπήξατο: πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ᾽ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ᾽ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.

  Ἥφαιστος

  ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.

  Ἀπόλλων

  τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν —

  Ἥφαιστος

  εὖ γε ὑπέμνησας: ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φὴς εὑρεθείη ἐν τοῖς σπαργάνοις.

  Ἥφαιστος, Ζεύς.

  Ἥφαιστος, Ζεύς.

  Ἥφαιστος

  τί με, ὦ Ζεῦ, χρὴ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθον δέοι μιᾷ πληγῇ διακόψαι.

  Ζεύς

  εὖ γε, ὦ Ἥφαιστε: ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών.

  Ἥφαιστος

  πειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ᾽ οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι.

  Ζεύς

  τοῦτο αὐτό, διαιρεθῆναί μοι το κρανίον: εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μηδὲ μέλλειν: ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.

  Ἥφαιστος

  ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν: ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε.

  Ζεύς

  Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν: οἶδα ἐγὼ τὸ συμφέρον.

  Ἥφαιστος

  ἄκων μέν, κατοίσω δέ: τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ: εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον: ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ: γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.

  Ζεύς

  ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε: παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ᾽ οὖν τό γε ἐπ᾽ ἐμοὶ οὐδὲν ἀντιλέγω.

  Ἥφαιστος

  τοῦτ᾽ ἐβουλόμην: ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.

  Ζεύς

  εἴ σοι ῥᾴδιον, οὕτω ποίει: πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.

  Ποσειδῶν, Ἑρμῆς.

  Ποσειδῶν, Ἑρμῆς.

  Ποσειδῶν

  ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;

  Ἑρμῆς

  οὐδαμῶς, ὦ Πόσειδον.

  Ποσειδῶν

  ὅμως προσάγγειλον αὐτῷ.

  Ἑρμῆς

  μὴ ἐνόχλει, φημί: ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι

  Ποσειδῶν

  μῶν τῇ Ἥρᾳ σύνεστιν;

  Ἑρμῆς

  οὔκ, ἀλλ᾽ ἑτεροῖόν τί ἐστι.

  Ποσειδῶν

  συνίημι: ὁ Γανυμήδης ἔνδον.

  Ἑρμῆς

  οὐδὲ τοῦτο: ἀλλὰ μαλακῶς ἔχει αὐτός.

  Ποσειδῶν

  πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φής.

  Ἑρμῆς

  αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.

  Ποσειδῶν

  ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.

  Ἑρμῆς

  τέτοκεν ἀρτίως, ὦ Πόσειδον.

  Ποσειδῶν

  ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.

  Ἑρμῆς

  εὖ λέγεις: οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.

  Ποσειδῶν

  οἶδα: ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν: τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.

  Ἑρμῆς

  οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ ἐκ τῆς Σεμέλης βρέφος.

  Ποσειδῶν

  εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;

  Ἑρμῆς

  [2] Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.

  Ποσειδῶν

  εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ᾽ ἐκείνης;

  Ἑρμῆς

  καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ: τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα — οἶσθα ὡς ζηλότυπός ἐστι — πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ᾽ αὐτήν: ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον: καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσ
θείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.

  Ποσειδῶν

  νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;

  Ἑρμῆς

 

‹ Prev