Delphi Complete Works of Lucian
Page 309
Ζεύς
[3] ἱκανὸν λέγεις τοιαῦτα τολμήσας; νῦν μὲν οὖν συγγνώμην ἀπονέμω σοι, ἐς δὲ τὸ λοιπόν, ἤν τι ὅμοιον παρανομήσῃς ἤ τινα τοιοῦτον σεαυτοῦ διάδοχον ἐκπέμψῃς, αὐτίκα εἴσῃ, ὁπόσον τοῦ σοῦ πυρὸς ὁ κεραυνὸς πυρωδέστερος. ὥστε ἐκεῖνον μὲν αἱ ἀδελφαὶ θαπτέτωσαν ἐπὶ τῷ Ἠριδανῷ, ἵναπερ ἔπεσεν ἐκδιφρευθείς, ἤλεκτρον ἐπ᾽ αὐτῷ δακρύουσαι καὶ αἴγειροι γενέσθωσαν ἐπὶ τῷ πάθει, σὺ δὲ ξυμπηξάμενος τὸ ἅρμα — κατέαγε δὲ καὶ ὁ ῥυμὸς αὐτοῦ καὶ ἅτερος τῶν τροχῶν συντέτριπται — ἔλαυνε ὑπαγαγὼν τοὺς ἵππους. ἀλλὰ μέμνησο τούτων ἁπάντων.
Ἀπόλλων, Ἑρμῆς.
Ἀπόλλων, Ἑρμῆς.
Ἀπόλλων
ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κάστωρ ἐστὶ τούτων ἢ πότερος ὁ Πολυδεύκης; ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.
Ἑρμῆς
ὁ μὲν χθὲς ἡμῖν ξυγγενόμενος ἐκεῖνος Κάστωρ ἦν, οὗτος δὲ Πολυδεύκης.
Ἀπόλλων
πῶς διαγινώσκεις; ὅμοιοι γάρ.
Ἑρμῆς
ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων, ἅτερος δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.
Ἀπόλλων
ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ ὑπεράνω καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύκους ὀνόματι. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω ξύνεισιν ἡμῖν, ἀλλ᾽ ἐξ ἡμισείας ἄρτι μὲν νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;
Ἑρμῆς
[2] ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν: ἐπεὶ γὰρ ἔδει ἕνα μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕνα δὲ ἀθάνατον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.
Ἀπόλλων
οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νόμην, οἵ γε οὐδὲ ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα: πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν; πλὴν ἀλλ᾽ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, ἡ δὲ Ἄρτεμις μαιεύεται καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν; ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
Ἑρμῆς
οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας ἐπὶ τὸ πλοῖον σώζειν τοὺς ἐμπλέοντας.
Ἀπόλλων
ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.
DIALOGUES OF THE COURTESANS — Ἑταιρικοὶ Διάλογοι
CONTENTS
Γλυκέρα καὶ Θαίς
Μύρτιον καὶ Πάμφιλος και Δῶρις.
μήτηρ καὶ Φίλιννα.
μέλιττα καὶ Βάκχις.
Κλωνάριον καὶ Λέαινα.
Κρωβύλη καὶ Κόρινανα.
μήτηρ καὶ Μουσάριον.
Ἀμπελὶς καὶ Χρυσίς.
Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων.
χελιδόνιον και Δροσίς
Τρύφαινα καὶ Χαρμίδης.
Ἰόεσσα καὶ Πυθίας και Λυσ´ιας.
Λεόντιχος, Χηνίδας και Ὑμνίς.
Δωρίων και Μυρτάλη.
Κοχλὶς καὶ Παρθενὶς.
Γλυκέρα καὶ Θαίς
Γλυκέρα
τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
Θαίς
οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθ᾽ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
Γλυκέρα
Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπ᾽ ἐμοῦ ὑπελθοῦσα.
Θαίς
καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται;
Γλυκέρα
ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
Θαίς
πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλ᾽ εἰωθὸς γίγνεσθαι ὑφ᾽ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ: οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπ᾽ αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε. [2] ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας: τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
Γλυκέρα
οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν Ακαρνᾶυα; οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριον ἡ μήτηρ αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός: ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
Θαίς
καὶ σύ, ὦ Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτ�
�ν δὲ χαίρειν ἔα.
Μύρτιον καὶ Πάμφιλος και Δῶρις.
Μύρτιον
γαμεῖς, ὦ Πάμφιλε, τὴν Φείδωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν: οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη. τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον: οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε προσελθὼν ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα. γαμεῖς δ᾽ οὐ καλὴν παρθένον: εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι᾽ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον. καὶ σὺ δ᾽ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ, μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοῦς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι: μᾶλλον δὲ τὸν Φείδωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
Πάμφιλος [2] ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης; ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα; ἢ ὅτι Φείδων ὁ Ἀλωπεκῆθεν — οἶμαι γὰρ ἐκεῖνον λέγειν σε — θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου; ἀλλ᾽ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί: μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου ναυτικοῦ: τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ᾽ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν. εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φείδωνος ἐγάμουν ἄν; σὺ δὲ πόθεν ταῦτα ἤκουσας; ἢ τινὰς σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
Μύρτιον [3] οὔκουν γαμεῖς, ὦ Πάμφιλε;
Πάμφιλος
μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
Μύρτιον
ἡ Δωρὶς αὕτη ἐλύπησέ με: πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ ... μᾶλλον δὲ σὺ αὐτή, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
Δῶρις
ἀλλ᾽ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην: ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φείδωνος θυγατέρα: εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
Πάμφιλος
τί οὖν; παρέκυψας, ὦ Δωρί;
Δῶρις
καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
Πάμφιλος [4] μανθάνω τὴν ἀπάτην: οὔτε πάντα ἡ Λεσβία, Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίω. πλὴν μάτην γε ἐταράχθητε οὔτε γα χρ παρ᾽ ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ᾽ ὑμῶν: ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Αρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην: εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν. εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη: εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.
Μύρτιον
Ἀπέσωσας, ὦ Πάμφιλε: ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
Πάμφιλος
ἀλλ᾽ οὐκ ἂν ἐγένετο, μηδ᾽ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.
μήτηρ καὶ Φίλιννα.
μήτηρ
Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ ξυμποσίῳ χθές; ἧκε γὰρ παρ᾽ ἐμὲ Δίφιλος ἕωθεν δακρύων καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ: μεμεθύσθαι γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν ὀρχήσασθαι αὐτοῦ διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον, ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων. ἀλλ᾽ οὐδὲ τῆς νυκτός, οἶμαι, συνεκάθευδες μετ᾽ αὐτοῦ, καταλιποῦσα δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος κατέκεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.
Φίλιννα [2] τὰ γὰρ αὐτοῦ σοι, ὦ μῆτερ, οὐ διηγήσατο: οὐ γὰρ ἂν συνηγόρευες αὐτῷ ὑβριστῇ γε ὄντι, ὃς ἐμοῦ ἀφέμενος ἐκοινολογεῖτο Θαΐδι τῇ Λαμπρίου ἑταίρᾳ, μηδέπω ἐκείνου παρόντος: ἐπεὶ δὲ χαλεπαίνουσαν εἶδέ με καὶ διένευσα αὐτῷ οἷα ποιεῖ, τοῦ ὠτὸς ἄκρου ἐφαψάμενος ἀνακλάσας τὸν αὐχένα τῆς Θαΐδος ἐφίλησεν οὕτω προσφυῶς, ὥστε μόλις ἀπέσπασε τὰ χείλη, εἶτ᾽ ἐγὼ μὲν ἐδάκρυον, ὁ δὲ ἐγέλα καὶ πρὸς τὴν Θαΐδα πολλὰ πρὸς τὸ οὖς ἔλεγε κατ᾽ ἐμοῦ δηλαδή, καὶ ἡ Θαῒς ἐμειδία βλέπουσα π
ρὸς ἐμέ. ὡς δὲ προσιόντα ᾔσθοντο τὸν Λαμπρίαν καὶ ἐκορέσθησάν ποτε φιλοῦντες ἀλλήλους, ἐγὼ μὲν ὅμως παρ᾽ αὐτὸν κατεκλίθην, ὡς μὴ καὶ τοῦτο προφασίζοιτο ὕστερον, ἡ Θαῒς δὲ ἀναστᾶσα ὠρχήσατο πρώτη ἀπογυμνοῦσα ἐπὶ πολὺ τὰ σφυρὰ ὡς μόνη καλὰ ἔχουσα, καὶ ἐπειδὴ ἐπαύσατο, ὁ Λαμπρίας μὲν ἐσίγα καὶ εἶπεν οὐδέν, Δίφιλος δὲ ὑπερεπῄνει τὸ εὔρυθμον καὶ τὸ κεχορηγημένον, καὶ ὅτι εὖ πρὸς τὴν κιθάραν ὁ ποὺς καὶ τὸ σφυρὸν ὡς καλὸν καὶ ἄλλα μυρία, καθάπερ τὴν Καλάμιδος Σωσάνδραν ἐπαινῶν, ἀλλ᾽ οὐχὶ Θαΐδα, ἣν καὶ σὺ οἶσθα συλλουομένην ἡμῖν οἵα ἐστί, Θαῒς δὲ οἷα καὶ ἔσκωψεν εὐθὺς ἐς ἐμέ: εἰ γάρ τις, ἔφη, μὴ αἰσχύνεται λεπτὰ ἔχουσα τὰ σκέλη, ὀρχήσεται καὶ αὐτὴ ἐξαναστᾶσα. τί ἂν λέγοιμι, ὦ μῆτερ; ἀνέστην γὰρ καὶ ὠρχησάμην. τί γὰρ ἔδει ποιεῖν; ἀνασχέσθαι καὶ ἐπαληθεύειν τὸ σκῶμμα καὶ τὴν Θαΐδα ἐᾶν τυραννεῖν τοῦ συμποσίου;