Book Read Free

Complete Works of Achilles Tatius

Page 20

by Achilles Tatius


  Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ ‘οἷον’ εἶπον ‘ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.’ Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς ‘ἐγὼ ταῦτ̓ ἂν ἐδείκνυν’ [2] ἔφη ‘τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.’ ‘Καὶ τί πέπονθας’ εἶπον, ‘ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.’ ‘Σμῆνος ἀνεγείρεις’ εἶπε ‘λόγων: τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.’ ‘Μὴ κατοκνήσῃς, ὦ βέλτιστε’ ἔφην, ‘πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, [3] εἰ καὶ μύθοις ἔοικε.’ Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος ‘ὥρα μοι’ ἔφην ‘τῆς τῶν λόγων ἀκροάσεως: πάντως δ̓ ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.’

  Ὁ δ̓ ἄρχεται τοῦ λέγειν ὧδε”ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ̓ ὅσον ἀμφοῖν εἷς πατήρ: αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ: πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ: ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει. [2] Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν: ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ: αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις τοῖς ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν (οὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν), ἀλλ̓ ἵνα κουφότερον πάσχοντες φέρωσι. [3] Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη. [4] Ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα: ἐφίσταται δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ κόμαι: ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον. [5] Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ̓ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην.

  Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε:

  Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.

  [6]

  ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια

  γυνή: πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός.

  Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.”

  Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν: ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ πλουσία τῇ στολῇ. [2] Ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς ἐπ̓ αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί μοι, καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ προσώπῳ. [3] Τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην: ὄμμα γοργὸν ἐν ἡδονῇ: κόμη ξανθή, τὸ ξανθὸν οὖλον: ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον: λευκὴ παρειά, τὸ λευκὸν ἐς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, οἵαν εἰς τὸν ἐλέφαντα Λυδία βάπτει γυνή: τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χείλη. [4] Ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν: κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν ὀφθαλμῶν ἐς τὴν ψυχὴν καταρρεῖ: ὀφθαλμὸς γὰρ ὁδὸς ἐρωτικῷ τραύματι. [5] Πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια: ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι: τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην, οἱ δὲ οὐκ ἤθελον, ἀλλ̓ ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν.

  Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ: αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, [2] τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν κατεφίλησα τὸν πατέρα, ὅτι μοι κατ̓ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον. [3] Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείρο
ις ἐσθίουσιν: ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτόν, ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτων ἅμα τὴν θέαν: τοῦτο γάρ μοι ἦν τὸ δεῖπνον. [4] Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ παρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρούμασι. [5] Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν ἡ κόρη καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν: [6] ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός: κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλισθ̓ ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα: ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς τῷ τοῦ βελτίονος ἀξιώματι παρρησία γίνεται. [7] Καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον ‘ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον: σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;’

  Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. [2] Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. Ἔστι μὲν γὰρ φύσει καὶ τἆλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα ἐν νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας: [3] ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν: τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς: ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ̓ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται. [4] Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα: τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον. [5] Ἀλλ̓ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη: πάντα γὰρ ἦν: μοι Λευκίππη τὰ ἐνύπνια: διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν: ὥστ̓ ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν. [6] Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον: τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην, ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.

  Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος: μειρακίου δὲ ὁ ἔρως ἦν. Οὕτω δ̓ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. [2] Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς: ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν ‘ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος [3] ταχύ.’ Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος ‘ἔδωκα’ ἔφην ‘ὦ Κλεινία, σοι δίκην τῶν σκωμμάτων: δοῦλος γέγονα κἀγώ.’ Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶ ‘ἐρᾷς’ εἶπεν ‘ἐρᾷς ἀληθῶς: οἱ ὀφθαλμοί σου λέγουσιν.’ Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει (τοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίῳ) τεθορυβημένος [4] ‘οἴχομαί σοι’ λέγων ‘Κλεινία.’ Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων ‘ἀποκτενεῖς’ εἶπε ‘σιωπῶν: τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;’ Καὶ ὁ Χαρικλῆς ‘γάμον’ εἶπεν ‘ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ: πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ: ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. [5] Ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος: ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.’

 

‹ Prev