Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ̓ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον. [2] Ὑάλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης: κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ̓ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι: οἱ δὲ βότρυες πάντη περικρεμάμενοι: ὄμφαξ μὲν αὐτῶν ἕκαστος ὅσον ἦν κενὸς ὁ κρατήρ: ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν ὄμφακα ποιεῖ: Διόνυσός τε ἐντετύπωται τῶν βοτρύων, ἵνα τὴν ἄμπελον γεωργῇ. [3] Τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες, ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν κάων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων: οἶνος γὰρ ἔρωτος τροφή. Ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. Καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα: καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.
Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν: ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παῤ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. [2] ‘Ἤδη δὲ’ ἔφη ‘καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. Ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, [3] ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν. [4] Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.’ ‘Πιθανῶς μὲν’ ἔφην ‘νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς: δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.’ [5] ‘Ἔρως, ὦ γενναῖε’ ἔφη ‘δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ; [6] Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.’
Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν: ἐγὼ δὲ κατ̓ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν παρθένον. ‘Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις;’ Εἶτα προσετίθην ‘τί γάρ, [2] ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν: ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.’ Ἐδόκουν πεπεῖσθαι: κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως ἀντεφθέγγετο ‘ναί, τολμηρέ, κατ̓ ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω: πῶς δυνήσῃ με φυγεῖν; Ἂν ψυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ: ἂν δὲ κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ.’
Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ̓ ἐφοινίχθην: μόνη δ̓ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν: ὅμως δ̓ οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω ‘χαῖρε’ [2] ἔφην ‘δέσποινα.’ Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ ‘χαῖρε δέσποινα,’ εἶπεν ‘ἐγὼ σή; μὴ τοῦτ̓ εἴπῃς.’ ‘Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.’ ‘Τὸν Ἑρμῆν λέγεις; [3] τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,’ καὶ ἅμα ἐγέλασε. ‘Ποῖον Ἑρμῆν; τί ληρεῖς’ εἶπον ‘εἰδυῖα σαφῶς ὃ λέγω;’ Ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.
Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ: καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα. [2] Καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι: παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα: διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν. [3] Καὶ ἅμα ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. Τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη: κἀγὼ τὸ ἐνθύμιον λαμβάνω καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν. [4] Ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῦ ἐπατάχθην: κἀγὼ ‘κατὰ τοῦ χείλους’ ἔφην: ‘ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;’ Ἡ δὲ προσῆλθέ τε καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν, [5] ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων. Κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳ�
�ήν. Κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς κατεφίλουν, ἡ δὲ διασχοῦσα ‘τί ποιεῖς;’ ἔφη. ‘καὶ σὺ κατεπᾴδεις;’ ‘Τὴν ἐπῳδὸν’ εἶπον ‘φιλῶ, ὅτι [6] μου τὴν ὀδύνην ἰάσω.’ Ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρρήσας εἶπον ‘οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον: ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. Ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις: καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα. [7] Ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα.’ Καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον: ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.
κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ̓ οὐκ οἶδ̓ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν [2] ἐστιν ἐραστῇ γλυκύ. Καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται: στόμα γὰρ φωνῆς ὄργανον: φωνὴ δὲ ψυχῆς σκιά. Αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καταπέμπουσι κατὰ τῶν στέρνων τὴν ἡδονὴν καὶ ἕλκουσι τὰς ψυχὰς πρὸς τὰ φιλήματα. [3] Οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ τῆς καρδίας: καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.
Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν: ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν. [2] Ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα. [3] Ὡς δὲ εἶδεν ἡ παρθένος, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. Ἀλλ̓ ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ ἐκπώματα διήλλαξεν ἡμῖν. Τότε δὴ καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ κατὰ ταὐτὰ πίνουσαν καὶ ἔχαιρον ἤδη πλέον. Καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα.
Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη ‘νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ̓ αὑτὴν ἀναπαύεται: μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι. [2] Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.’ Ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ καταλέλειπτο. [3] Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς: πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία: καὶ οὐδὲν εἰπών, ἀλλ̓ ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν. [4] Ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται: καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, [5] καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ ὁ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ: καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ: καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.
Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς. [2] Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον: περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι. [3] Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ: ᾿μέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον: ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι: συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς: μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνεφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον: ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος, [4] ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ̓ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν: μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ. [5] Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην: καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στό
ματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν. [6] Ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο: ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ ἡ χείρ. [7] Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον: καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια: τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο: καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο. [8] Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.
Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δἰ ἧς ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα: [2] ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον: σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους: καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται. [3] Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας: ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα: οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.
Complete Works of Achilles Tatius Page 23