Complete Works of Achilles Tatius

Home > Other > Complete Works of Achilles Tatius > Page 22
Complete Works of Achilles Tatius Page 22

by Achilles Tatius


  Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ: ἑτέρωθεν δὲ καθ̓ αὑτὸν ὁ Κλεινίας: καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. ‘Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν̓ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; [2] Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις: ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους. [3] Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ̓ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής: ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.’

  Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην: ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν: καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίου ‘τέσσαρες δὲ ἦσαν πλευραὶ’ κατάστεγος ὑπὸ χορῷ κιόνων: ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις. [2] Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ̓ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων περιβολαί, τῶν καρπῶν συμπλοκαί: τοιαύτη τις ἦν ὁμιλία τῶν φυτῶν. [3] Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ: ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ. [4] Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ: τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ̓ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν. [5] Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ: ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου. [6] Τῷ δὲ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς. [7] Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί: οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον: οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. [8] Οἱ ᾠδοὶ δὲ τέττιγες καὶ χελιδόνες: οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν: οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός: ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ὁ ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.

  Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ. [2] Ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. ‘Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὁ ὄρνις’ ἔφην ‘ποιεῖ: ἀλλ̓ ἔστι γὰρ ἐρωτικός. Ὅταν γὰρ ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως καλλωπίζεται. [3] Ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;’ δείξας θήλειαν ταῶν ‘ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. Ὁ δὲ τοῦ ταῶ λειμὼν εὐανθέστερος: πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθεῖ τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.’

  Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, (ἦ γὰρ ὁ ἔρως) ἔφη ‘τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;’ ‘οὐ μέχρις ὀρνίθων’ ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι, καὶ λίθων. [2] Ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου: κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικόν τι ἔνδον ἔχουσα. Καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα; [3] περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν: καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος: ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν: λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δ�
�� θῆλυν. [4] Ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ: κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς αὐαίνεται. Συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῖ νένευκε: κλίνεται γὰρ εἰς τὸ ἐρώμενον: [5] καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον: πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.”

  “γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει. [2] Ἡ δὲ οὐκ ἀφανίζει τὸν γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ γίνεται: καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. Ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν ἄλλος ἄλλα δῶρα: ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει καὶ ταῦτά ἐστιν ἕδνα ποταμοῦ. [3] Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. Ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ: ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν χρῆσιν ἰχθύς. [4] Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. Ἀλλ̓ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται (οἶδε γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ̓ ἄνεισιν εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ στόμα. [5] Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, ὁ μὲν ἐραστὴς ἠπειρώτης, ἡ δ̓ ἐρωμένη νησιῶτις. Ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον, ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.”

  Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν: ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη: ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ. [2] Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο: τῆς γὰρ κιθάρας αὐτὴν ὁ καιρὸς ἐκάλει: ἐμοὶ δὲ ἐδόκει παρεῖναι, ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς ὀφθαλμοῖς. [3] Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος: ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.

  BOOK II.

  Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων: οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ̓ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην: ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε: ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα. [2] Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὅ λόγος: ‘εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα. [3] Ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.’ Ἡ μὲν ταῦτα ᾖδεν: ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.

  Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. Τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾄδουσι: [2] καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παῤ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ τὸν Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παῤ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα. [3] Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα :βοῶν: ποτὸν δὲ ἦν παῤ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν: [4] οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν: τὸ δὲ ποτὸν οἶνος ἦν. Ὁ δὲ πιὼν ὑφ̓ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν ‘πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν; [5] οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ
ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν: τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.’ Καὶ ὁ Διόνυσος ἔφη ‘τοῦτό ἐστιν ὀπώρας ὕδωρ.’ Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, [6] καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον ‘τοῦτο μέν ἐστιν’ ἔφη ‘τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.’ Ὁ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.

 

‹ Prev