Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους. [2] Λέγει οὖν ὁ στρατηγὸς ‘ἀλλ̓ ἡμῖν αὗται αἱ πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων: ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων [3] ἐπὶ τοὺς βαρβάρους.’ Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους: τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι: μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν: ἀνάγκην δ̓ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.
‘Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστις’ ἔφην ‘τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;’ ‘Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών: [2] τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος. Κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην: καὶ ἡ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφεγγής: ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών. [3] Κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν αὗται πτερῶν ἀνατολαί: μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν. [4] Ἐπειδὰν γὰρ ἀποθάνῃ ‘σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ’, ὁ παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. Σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττει τε τῷ στόματι καὶ κοιλαίνει κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ. [5] Ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. Ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου. [6] Ὄρνιθος αὕτη μετοικία νεκροῦ. Ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. Ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς. [7] Ὁ δὲ οἶδεν ἀπιστούμενος καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. Ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. Ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ.’
BOOK IV.
Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ̓ ἂν οἱ σύμμαχοι παραγένωνται: ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς. [2] Καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός τε ἤμην ἀνδρίζεσθαι. Ὡς δ̓ οὐκ ἐπέτρεπε ‘μέχρι πότε’ [3] εἶπον ‘χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ̓ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν.’ Ἡ δὲ ‘ἀλλ̓ οὐ θέμις’ [4] ἔφη ‘τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι ‘μὴ νῦν’ ἔφη ‘κλᾶε: οὐ γὰρ τεθνήξῃ: βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι: μενεῖς δὲ παρθένος, ἔστ̓ ἄν σε νυμφοστολήσω: ἄξεται δέ σε [5] ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.’’ Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην: ὡς δ̓ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον. [6] Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ: ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, [7] κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ ‘νῦν’ εἶπεν ‘οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ: ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς [8] θεοῦ.’ ‘καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.’
‘Ἐν τούτῳ δὴ Χαρμίδης (τοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγῷ) ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον: ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι. [2] Καὶ ἔστι μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν: μέγεθος δὲ κατὰ τὸν βοῦν τὸν μέγιστον: οὐρὰ βραχεῖα καὶ ψιλὴ τριχῶν: [3] κεφαλὴ περιφερὴς οὐ σμικρά: ἐγγὺς ἵππου παρειαί: μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός: γένυς εὐρεῖα, ὅση καὶ παρειά: μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα: ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν κ
αὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.’
‘καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός: καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός: [2] καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν̓ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν. [3] Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι: ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν: [4] τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε βίᾳ. [5] Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ̓ ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. Καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.’
Καὶ ὁ Μενέλαος (ἦ γὰρ ἐλέφαντα) ἔφη ‘ἤδη τεθέασαί ποτε;’ ‘Καὶ μάλα’ ὁ Χαρμίδης εἶπεν, ‘καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ [2] τὸν τρόπον ὡς παράδοξος.’ ‘Ἀλλ̓ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην’ ἔφην ἐγὼ ‘τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.’ ‘Λέγοιμ̓ ἂν ὑμῖν’ εἶπε, (καὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον: δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται. [3] Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν: βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην. [4] Τοιαύτη δέ ἐστιν ἐλέφαντος ἡ γένυς, οἵα τοῦ βοὸς ἡ κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν: ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα. [5] Προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ πᾶν ὅ τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. Ἐὰν μὲν γὰρ ᾖ ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ: ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ: [6] ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν: καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ μαστίζοντος ἀνέχεται: ἡ δὲ μάστιξ αὐτῷ πέλεκυς σιδηροῦς. [7] Εἶδον δέ ποτε καὶ θέαμα καινόν. Ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν: ὁ δὲ ἐλέφας ἐκεχήνει καὶ περιῄσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. Ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας. [8] Ὁ δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ: προσπνεῖν γὰρ αὐτῷ καὶ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν: εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ̓ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ὁ ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.)
‘Καὶ πόθεν’ ἔφην ‘οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή;’ ‘Ὅτι’ ἔφη Χαρμίδης ‘τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου: πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν. [2] Γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ παῤ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παῤ ἡμῖν τὰ πέταλα τῶν φυτῶν, ὃ ἐκεῖ μὲν κλέπτει τὴν πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται: ἢ γὰρ ἀλαζονεύεσθαι πρὸς τοὺς εἰδότας ὀκνεῖ ἢ τῆς ἡδονῆς τοῖς πολίταις φθονεῖ: ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται. [3] Μέλαν τοῦτο ῥόδον Ἰνδῶν. Ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παῤ ἡμῖν ἡ πόα. Ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς, ὄδωδέ τε πᾶς κατὰ τὴν τροφήν, καὶ τὸ πνεῦμα πέμπει κάτωθεν εὐωδέστατον ὃ τῆς πνοῆς αὐτῷ γέγονε πηγή.’
Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπὼν ‘ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ’ τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει ‘ἀγαθὸν εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα: [2] κἀμὲ δὲ εὑρήσεις οὐ χείρονα. Δέομαι δὲ παρὰ σοῦ χάριτος σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, ἂν παράσχῃς. Λευκίππη με ἀπολώλεκε: σῶσον δὲ σύ. Ὀφείλεταί σοι παῤ αὐτῆς ζωάγρι�
�, μισθὸς δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δὲ [3] ὅσους ἂν θέλῃ.’ Λέγει οὖν ὁ Μενέλαος ‘τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν: ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος.’ Ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. Ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. Ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι: [4] τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ: τὸ δὲ φεύγειν ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ̓ αὐτὸν ὄντων.
Complete Works of Achilles Tatius Page 30