Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην ‘κατείργασται τὸ ἔργον’ ἔφη, ‘καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή: δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν. [2] Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν, ‘ἔστ̓ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι: κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες.’’ ‘Εἰς μακρὰν’ ὁ Χαρμίδης εἶπε ‘δίδωσι τὴν χάριν. [3] Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. Αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν καὶ μενῶ. Ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων: ἔνδον μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται: στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων: [4] νενίκημαι, πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον: ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους: ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ̓ ἐμοῦ. [5] Τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. Καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.’ Καὶ ὁ Μενέλαος ‘ἀλλ̓ ὁρᾷς’ ἔφη ‘ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.’ [6] Καὶ ὁ Χαρμίδης ‘ἀλλὰ τοῦτό γε ῥᾴδιον’ ἔφη ‘τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι.’ Ὁρῶν οὖν ὁ Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ, [7] ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει ‘βούλει τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἡ γυνὴ χθὲς ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.’ ‘Οὐκοῦν ἀναμενοῦμεν’ ὁ Χαρμίδης εἶπεν ‘ἐνταῦθα τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί. [8] Ὃ δὲ ἔξεστιν αἰτοῦ παῤ αὐτῆς: εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω: ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώματος: αὗται γὰρ ἐρώντων παραμυθίαι. Ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι: τοῦτο γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.’
Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. ‘Οὗ τί γὰρ’ ἔφην ‘ἐστὶ γλυκύτερον; [2] τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα: φίλημα δὲ καὶ ἀόριστόν ἐστι καὶ ἀκόρεστον καὶ καινὸν ἀεί. Τρία γὰρ τὰ κάλλιστα ἀπὸ τοῦ στόματος ἄνεισιν, ἀναπνοὴ καὶ φωνὴ καὶ φίλημα. [3] Τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι πηγή. Πίστευσόν μοι λέγοντι, Μενέλαε, (ἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήρια) ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ: ἔτι μένει παρθένος: μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή. [4] Εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα.’ ‘Οὐκοῦν’ ἔφη ὁ Μενέλαος ‘βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης. [5] Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος: ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον. [6] Ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν: τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.’
Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ̓ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην. [2] Προσελθὼν οὖν ἐπυθόμην ὅ τι πάθοι: ἡ δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα: ὡς δὲ καὶ ὁ Μενέλαος οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν: ἡ δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει. [3] Θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν στρατηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. Ὁ δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ̓ αὐτόν, καὶ τὸν Μενέλαον ὑπεβλέπετο: ὡς δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε. [4] Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη ‘λύσατε’ λέγων, ‘ἱκετεύω, λύσατε: οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί: ἐάσατέ με σὺν αὐτῇ: μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι: μαινέσθω κατ̓ ἐμοῦ. [5] Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά; [6] ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν: ἐκ τῆς θαλάσσης περιγεγόναμεν: ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα: [7] μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ̓ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλι
ν ἡ Τύχη.’
Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. (Τὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν. [2] Δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν.) Πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν μετακαλέσασθαι, κἀκεῖνος ἄσμενος ἐπείσθη: χαίρουσι γὰρ οἱ ἐρῶντες εἰς τὰ ἐρωτικὰ προστάγματα. [3] Καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει ‘νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν: ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον: ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.’ [4] Δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην: σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν. [5] Ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. Ἐγὼ δὲ δἰ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος καὶ βλέπων τὰ δεσμὰ ἔλεγον ‘οἴμοι, φιλτάτη, δέδεσαι καὶ καθεύδουσα: οὐδὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις. [6] Τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;’ Ἐπεὶ δ̓ ἀνέστη, πάλιν ἄσημα ἐβόα: καὶ ὁ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν.
Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα: ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους. [2] Αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ̓ αὑτὸν ἦν: τῇ δ̓ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους. [3] Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω ‘Κερκάσωρος ὄνομα τῇ κώμῃ’ πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος. [4] Ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι. [5] Ἀλλ̓ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παῤ Ἕλλησι ποταμῶν: τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται.
Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη: καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν: ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον. [2] Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας: κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ̓ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος. [3] Ἔστι δ̓ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. Ἐρίζετον ἀλλήλοις ἑκάτερον: τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι: ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν: καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο, [4] οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται: περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ: αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον, [5] τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ̓ ὅσον ἄνθρωπον ἐπιβῆναι: ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ: εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, [6] ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι: αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι: τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παῤ ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι. [7] Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι. [8] Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα ‘ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν’, ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι: ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δ�
�δεκα: λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.
Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνάζονταί τι τοιοῦτον. Συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους. [2] Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην: εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, [3] ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν. [4] Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν: ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, [5] ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ̓ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, ‘οὐκοῦν’ ἔφασαν οἱ γέροντες ‘εἰ ταῦτά σοι δέδοκται, [6] οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν: μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ̓ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε: τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.’ Ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ̓ ἡσυχίαν τῷ στρατῷ.
Complete Works of Achilles Tatius Page 31