Complete Works of Achilles Tatius

Home > Other > Complete Works of Achilles Tatius > Page 33
Complete Works of Achilles Tatius Page 33

by Achilles Tatius


  BOOK V.

  Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. Ἀνιόντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας πύλας, συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος, καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς. [2] Στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν Ἡλίου πυλῶν εἰς τὰς Σελήνης πύλας: οὗτοι γὰρ τῆς πόλεως οἱ πυλωροί: ἐν μέσῳ δὲ τῶν κιόνων τῆς πόλεως τὸ πεδίον. [3] Ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ ἔνδημος ἀποδημία. Ὀλίγους δὲ τῆς πόλεως σταδίους προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. Εἶδον δὲ ἐντεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον ταύτῃ τὸ κάλλος. [4] Ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. Ἐγὼ δὲ μερίζων τοὺς ὀφθαλμοὺς εἰς πάσας τὰς ἀγυιὰς θεατὴς ἀκόρεστος ἤμην καὶ τὸ κάλλος ὅλως οὐκ ἐξήρκουν ἰδεῖν. [5] Τὰ μὲν ἔβλεπον, τὰ δὲ ἔμελλον, τὰ δὲ ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελθεῖν: ἐκράτει τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. Περιάγων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ πρὸς τὴν ὄψιν δυσερωτιῶν εἶπον καμὼν ‘ὀφθαλμοί, [6] νενικήμεθα.’ Εἶδον δὲ δύο καινὰ καὶ παράλογα, μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν φιλονεικίαν, καὶ ἀμφότερα νικῶντα. Ἡ μὲν γὰρ ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους: καὶ εἰ μὲν εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ πληρώσει τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ εἰς τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσει τις αὐτὸν πόλις. Τοιαύτη τις ἦν ἰσότητος τρυτάνη.

  Ἦν δέ πως κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν Αἰγύπτιοι. Ἦν δὲ καὶ πυρὸς δᾳδουχία: καὶ τοῦτο μέγιστον ἐθεασάμην. [2] Ἑσπέρα μὲν γὰρ ἦν καὶ ὁ ἥλιος κατεδύετο καὶ νὺξ ἦν οὐδαμοῦ, ἀλλὰ ἄλλος ἀνέτελλεν ἥλιος κατακερματίζων. Τότε γὰρ εἶδον πόλιν ἐρίζουσαν περὶ κάλλους οὐρανῷ. Ἐθεασάμην δὲ καὶ τὸν Μειλίχιον Δία καὶ τὸν Διὸς Οὐρανίου νεών. [3] Προσευξάμενοι δὴ τῷ μεγάλῳ θεῷ καὶ ἱκετεύσαντες στῆσαι ἡμῖν ποτε τὰ δεινά, εἰς τὴν καταγωγὴν ἤλθομεν, ἣν ἔτυχεν, ἣν ἔτυχεν ὁ Μενέλαος ἡμῖν μεμισθωμένος. Οὐκ ἐῴκει δὲ ἄρα ὁ θεὸς ἐπινεύειν ταῖς ἡμετέραις εὐχαῖς, ἀλλ̓ ἔμενεν ἡμᾶς καὶ ἄλλο τῆς Τύχης γυμνάσιον.

  Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην. [2] Εἰδὼς οὖν ἀμήχανον τὸ τυχεῖν, συντίθησιν ἐπιβουλήν, λῃστῶν ὁμοτέχνων χεῖρα συγκροτήσας, ἅτε θαλάσσιος ὢν ἄνθρωπος: καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ. ποιεῖν, ἐπὶ ξένια ἡμᾶς εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος γενεθλίων ἄγειν ἡμέραν. [3] Ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς ἡμῖν γίνεται πονηρός: χελιδόνα κίρκος διώκων τὴν Λευκίππην πατάσσει τῷ πτερῷ εἰς τὴν κεφαλήν. Ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανὸν ‘ὦ Ζεῦ, τί τοῦτο’ ἔφην ‘φαίνεις ἡμῖν τέρας; ἀλλ̓ εἰ τῷ ὄντι σὸς ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον [4] δεῖξον οἰωνόν.’ Μεταστραφεὶς οὖν (ἔτυχον γὰρ παρεστὼς ἐργαστηρίῳ ζωγράφου) γραφὴν ὁρῶ κειμένην, ἥτις ὑπῃνίττετο προσόμοιον. Φιλομήλας γὰρ εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης τὴν τομήν. Ἦν δὲ ὁλόκληρον τὸ διήγημα τοῦ δράματος, [5] ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα. Τὸν πέπλον ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα: Φιλομήλα παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον καὶ ἐδείκνυ τῶν ὑφασμάτων τὰς γραφάς: ἡ Πρόκνη πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο: Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην ἀφροδίσιον. [6] Ἐσπάρακτο τὰς κόμας ἡ γυνή, τὸ ζῶμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ τοὺς μαστοὺς εἷλκεν. Ἐν ἀγκάλαις εἶχε τὴν Φιλομήλαν ὁ Τηρεύς, ἕλκων πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν. [7] Ὧδε μὲν τὴν τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος: τὸ δὲ λοιπὸν τῆς εἰκόνος: αἱ γυναῖκες ἐν κανῷ τὰ λείψανα τοῦ δείπνου τῷ Τηρεῖ δεικνύουσι, κεφαλὴν παιδίου καὶ χεῖρας, γελῶσι δὲ ἅμα καὶ φοβοῦνται. [8] Ἀναπηδῶν ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο καὶ ἕλκων τὸ ξίφος ἐπὶ τὰς γυναῖκας: τὸ σκέλος ἤρειδεν ἐπὶ τὴν τράπεζαν: ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, ἀλλ̓ ἐδείκνυ ῥοπὴν μέλλοντος πτώματος.

  Λέγει οὖν ὁ Μενέλαος ‘ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν: ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ̓ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. Λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἡμῖν ἐπὶ πρᾶξιν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ. [2] Ὁρᾷς οὖν ὅσων γέμει κακῶν ἡ γραφή: ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, γυναικείων ἀτυχημάτων: ὅθεν ἐπισχεῖν κελεύω τὴν ἔξοδον.’ Ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. Ὁ μὲν οὖν σφόδρα ἀνιώμενος ἀπηλλάττετο, φήσας αὔριον ἐφ̓ ἡμᾶς ἀφίξεσθαι.

  Ἡ δὲ Λευκίππη λέγει πρός με (φιλόμυθον γάρ πως τὸ τῶν γυναικῶν γέ
νος) ‘τί βούλεται τῆς εἰκόνος ὁ μῦθος καὶ τίνες αἱ ὄρνιθες αὗται καὶ τίνες αἱ γυναῖκες καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;’ Κἀγὼ καταλέγειν ἄρχομαι ‘ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ: [2] πάντες ἄνθρωποι καὶ πάντες ὄρνιθες. Ἔποψ ὁ ἀνήρ, αἱ δύο γυναῖκες Φιλομήλα χελιδὼν καὶ Πρόκνη ἀηδών. Πόλις αὐταῖς Ἀθῆναι. Τηρεὺς ὁ ἀνήρ: Πρόκνη Τηρέως γυνή. Βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ̓ ὅταν αὐτοῖς καιρὸς διδῷ πρὸς ὕβριν τρυφᾶν. [3] Καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία: πέμπει γὰρ ἐπὶ τὴν ἀδελφὴν τὸν ἄνδρα τὸν Τηρέα. Ὁ δὲ ἀπῄει μὲν ἔτι Πρόκνης ἀνήρ, ἀναστρέφει δὲ Φιλομήλας ἐραστής, καὶ κατὰ τὴν ὁδὸν ἄλλην αὑτῷ ποιεῖται τὴν Φιλομήλαν Πρόκνην. [4] Τὴν γλῶτταν τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ ἄνθος. Ἀλλὰ πλέον ἤνυσεν οὐδέν: ἡ γὰρ Φιλομήλας τέχνη σιωπῶσαν εὕρηκε φωνήν. [5] Ὑφαίνει γὰρ πέπλον ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται τὴν γλῶτταν ἡ χεὶρ καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε τῇ κερκίδι λαλεῖ. [6] Ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ τοῦ πέπλου καὶ ἀμύνασθαι καθ̓ ὑπερβολὴν ζητεῖ τὸν ἄνδρα. Ὀργαὶ δὲ δύο καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι τῶν γάμων ἀτυχέστερον. [7] Τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη, τότε δὲ τῶν ὠδίνων ἐπιλέληστο. Οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. Μόνον γὰρ ἐρῶσαι αἱ γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ. [8] Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ: γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται: καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα. [9] Φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. Οὕτως ἐφύλαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.’

  Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν: ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, [2] φήσας οὐχ ὑγιῶς ἔχειν. Πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν θαυμασίαν τινὰ καὶ παράλογον. [3] Ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος: τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον: ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν: ἦν δὲ ἐπ̓ ἐσχάτων τῆς νήσου κειμένη ἐπ̓ αὐτῇ τῇ θαλάσσῃ.

  Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν. [2] Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν: καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον. [3] Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης ὁ στρατηγὸς τῆς νήσου παρῆν: ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς: ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων ἑνὸς ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ φρουρᾷ: κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς. [4] Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ ‘ἰδοὺ τὸ ἆθλον ὑμῶν’ εἰπὼν ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης. [5] Ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι: ὡς δὲ οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάττης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα. [6] Καὶ ὁ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν: καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. Ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον ἤλαυνον: ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν: πορφυρεῖς δὲ ἦσαν πειρατικοί. [7] Ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο: καὶ γὰρ οἱ πειραταὶ τοῦ φυγεῖν ἀποτραπόμενοι προὐκαλοῦντο εἰς μάχην. [8] Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. ‘Νῦν μοι Λευκίππη τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλά�
�τῃ διαιρούμενον: τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ. [9] Οὐκ ἴση τῆς θαλάττης πρὸς τὴν γῆν ἡ νομή: μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος: αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ̓ ἐπεί μὁ̣̣̓τῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.’

  Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων τὸ τραῦμα, τοῦ Μενελάου με παρηγοροῦντος διεκαρτέρησα ζῶν. [2] Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι (χρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη: μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ̓ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ̓ ὅσον ἡ ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεται), καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν περιπτυξάμενός με πολλὰ κατεφίλει. [3] Ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ̓ εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός: ἐπεὶ δὲ μικρὸν διέσχε, καὶ τὸ πρόσωπον εἶδον ‘Κλεινίας δὲ ἦν’, ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.

 

‹ Prev