τῇ δ̓ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ̓ ἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα: καὶ ἡ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο. [2] Ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον ‘ἀλλ̓ οὗτοι μὲν’ ἔφην ‘ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες: ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν. [3] Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην τεθνάναι δοκῶν (ἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτῳ) Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων. [4] Ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν. [5] Κἀμοὶ συνεδόκει (τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;) ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ̓ ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. Καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ὁ ἔρως εὐθὺς ἠμύνατο. [6] Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην: οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.’
Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα. [2] Ἡ δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ: ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.
Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼν ‘κἀμοί τινα λόγον’ εἶπε ‘συγχωρήσατε: περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.’ [2] Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶς ‘ἄνδρες’ εἶπεν ‘Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον: κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν, ἵνα πάθῃ τὴν τῶν δυστυχούντων τιμωρίαν. [3] Ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην εἶχεν, ὡς εἶπεν: τοῦτο γὰρ οὐκ ἐψεύσατο: καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους καὶ πάνθ̓ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον. [4] Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ̓ ὅπως, οὔτ̓ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ̓ εἰ ζῇ κλαπεῖσα: πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ̓ οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο. [5] Ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ τῇ γυναικί. Σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δἰ ὀδύνην οὐ φέρει. [6] Τίς οὕτω φιλόστοργος φονεύς; ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. Εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην. [7] Εἰ δὲ μήθ̓ ὁ ἀποκτείνας ἐστὶ μήθ̓ ἡ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; ‘Ἤρων’ φησὶ ‘Μελίτης: διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.’ Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν; [8] οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; Ἆῤ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ; [9] Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ̓ ὡς τὸ πᾶν ἐγένετο. [10] Μελίτη μὲν ἐπεπόνθει τι πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός: ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον. [11] Ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο: ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ: καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι. [12] Καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ̓ ὧν
αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη: ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ̓ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε. [13] Τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμφοράν, ἔλεγεν ἐν ὁδῷ τινι κεκοινωνηκέναι κατ̓ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δ̓ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. Καὶ τοὔνομα ἔλεγε: Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην, [14] Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δ̓ ὑμῖν ἐξέσται. Ἔχετε τὸν δεδεμένον: εἰσὶν αἱ θεράπαιναι: ἔστιν ὁ Σωσθένης. Ὁ μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής, ὁ δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. Πρὶν δὲ μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις: μαίνεται γὰρ ὑπὸ λύπης.’
Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ. [2] Μελίτη δὲ τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην: τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα: καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν. [3] Ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπ̓ αὐτὸν πεμφθέντας ἥκειν: ὃς δὴ ἐπιβὰς ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους ἀπαχθήσεται. [4] Ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῆς: κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπ̓ αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππου σπυδῇ μάλα ἐλαύνει τὴν ἐπὶ Σμύρνης: ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος. [5] Ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν ὑπ̓ ἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. Μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν φοβηθῇ σφόδρα δειλόν ἐστιν.
Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος πρὸ τῆς προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼν ‘ἱκανῶς μὲν’ εἶπεν ‘οὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν: ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπ̓ αὐτοφώρῳ λαβόντες (μεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν) οὐ δὴ κελεύετε τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστ̓ οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου. [2] Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. Ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παῤ ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον: αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν μοι κατειπών: ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν: καὶ τοῦτ̓ εἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως. [3] Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι: τί δὲ καί, εἰ παρῆν, ἔδει παῤ αὐτοῦ μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω: καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δἰ ἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών: τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα. [4] Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, [5] πάντως ἂν ἐδούλευεν ἐμοί.’ Τοῦτον δὲ τὸν λόγον ὁ Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον ἡ Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. Εἶτα προσετίθει ‘Κλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται. Πρὸς ταύτην αἱ τῶν θεραπαινίδων εἰσὶ βάσανοι. [6] Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆῤ οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας; [7] Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα: κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου. [8] Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;’
Complete Works of Achilles Tatius Page 40