Book Read Free

Complete Works of Achilles Tatius

Page 41

by Achilles Tatius


  Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν (ἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεως) ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι. [2] Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται. [3] Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης θεωρίας τῇ θεῷ: τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. Οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ. [4] Οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον: ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα. Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.

  Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δ̓ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται: μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ. [2] Καὶ (ἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν) ἐκτρέχει τε ἐπ̓ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς, [3] ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. Ταύτῃ δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ: καὶ εἰ μὲν ὁ δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς: εἰ δὲ ἔδοξεν ἡ θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ. [4] Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.

  Ὡς δ̓ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον, ὄχλος δ̓ ἦν περὶ ἐμὲ καὶ θόρυβος τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει. [2] Καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτε ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ, πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς: ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς. [3] Προσελθὼν οὖν μοι ‘Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;’ Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ̓ ἐμαυτοῦ: καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς: οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν. [4] Ὁ δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων ‘τί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ̓ ἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; Θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι αὐτὴν ἔδοξεν:’ ἄλλα τε πολλὰ ἔλεγε παραμυθούμενος αὐτόν. [5] Ὁ δὲ ὠδύρετο καλῶν τὴν Ἄρτεμιν ‘ἐπὶ τοῦτό με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; Κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα: καλὸν δέ μοι δῶρον δέδωκας: εὗρον τὸν ἀνδροφόνον αὐτῆς [6] παρὰ σοί.’ Καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει ‘θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται: ζῇ σοι Λευκίππη: πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;’

  Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων ‘κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.’ Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην: ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον ‘ἀληθῆ μου, πάτερ’ εἶπε ‘τὰ μαντεύματα,’ καὶ ἅμα πρὸς τὸν ἄγγελον [2] εἶπε ‘μὴ καλή;’ ‘Οὐκ ἄλλην τοιαύτην’ ἔφη ‘μετὰ τὴν Ἄρτεμιν εἶδον.’ Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ ‘Λευκίππην λέγεις.’ ‘Καὶ μάλα’ ἔφη: ‘καλεῖσθαι γὰρ τοῦτο �
��λεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον [3] καὶ πατέρα Σώστρατον ἔχειν.’ Ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην: οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι. [4] Ἀλλ̓ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται, καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν: ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην, οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.

  Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα ‘ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ̓ ᾗ καταδεδίκασται.’ Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ: οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον. [2] Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων. [3] Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν, ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δ̓ ὀφθαλμοὺς εἶχεν ἐπ̓ ἐμέ. [4] Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν ἐπ̓ αὐτὴν ἐκθορεῖν. Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.

  BOOK VIII.

  Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας ἄγων τινὰς ἔρχεται πρὸς τὸν νεὼν καὶ μεγάλῃ τῇ φωνῇ πρὸς τὸ ἱερέα ‘μαρτύρομαι’ ἔφη ‘τῶνδε ἐναντίον ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν. [2] Ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς ἄνδρας ἐπιμανῆ: ταύτην ὅπως μοι φυλάξῃς.’ Ἐγὼ δὲ πρὸς τὸ ‘δούλην καὶ γυναῖκα μάχλον’ ὑπεραλγήσας τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, ἀλλ̓ ἔτι λαλοῦντος αὐτοῦ ‘σὺ μὲν οὖν’ ἔφην ‘καὶ τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος: αὕτη δὲ καὶ [3] ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.’ Ὡς δὲ ταῦτα ἤκουσε ‘καὶ λοιδορεῖς’ φήσας ‘δεσμῶτα καὶ κατάδικε;’ παίει με κατὰ τῶν προσώπων μάλα βιαίως καὶ ἐπάγει δευτέραν, ἐκ δὲ τῶν ῥινῶν αἵματος ἔρρεον κρουνοί: ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ πληγή. [4] Ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα, καὶ τρωθεὶς τοὺς δακτύλους, μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών: καὶ οἱ ὀδόντες ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν: τιτρώσκουσι γὰρ αὐτοὶ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ. [5] Καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλ̓ ἄκων ἀνακραγὼν συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο, ἐγὼ δὲ ἰδὼν οἷον ἔχει κακόν, τοῦτο μὲν οὐ προσεποιησάμην, ἐφ̓ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν.

  ‘Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ̓ ἄνθρωπός ἐστι: σὺ δὲ αὐτῶν ἐν ὄψει τυραννεῖς τῶν θεῶν. [2] Καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος τύπτομαι παῤ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι, [3] τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ ἡ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παῤ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται: τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα. [4] Λαβὲ καὶ ξίφος κατ̓ ἐμοῦ. Καίτοι τί δέῃ σιδήρου; τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. Ἡ ἀνδροφόνος αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ φασγάνου γίνεται.’

  Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων: καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς ὅτι οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ: ἐγὼ δὲ τεθαρρηκὼς ‘τοιαῦτα’ ἔφην ‘ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην. [2] Καὶ νῦν προελθεῖν με δεῖ καὶ ἀπονίψασθαι τὸ πρόσωπον ἔξω: μὴ γὰρ ἐνταῦθα τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς ὕβρεως αἵματι μιανθῇ.’ [3] Τότε μὲν δὴ μόλις ἀφελκύσαντες αὐτὸν ἐξάγουσι τοῦ ἱεροῦ. Τοσοῦτον δὲ εἶπεν ἀπιὼν ‘ἀλλὰ τὸ μὲν σὸν ἤδ�
� κέκριται, καὶ ὅσον οὐδέπω πείσῃ δίκην: τὸ δὲ τῆς ψευδοπαρθένου ταύτης ἑταίρας ἡ σύριγξ τιμωρήσεται.’

  1. ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν: καὶ ὁ Σώστρατος δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ̓ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν: καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε, [2] καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. Προϊόντος δὲ τοῦ πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου τὴν αἰδῶ (ἐλευθερίας γὰρ οὗτος πατὴρ) ἄρχει λόγου πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρατον ‘τί οὐ λέγεις, ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί; δοκεῖ γάρ μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς: οἴνῳ δὲ μάλιστα [3] πρέπουσιν οἱ τοιοῦτοι λόγοι.’ Καὶ ὁ Σώστρατος προφάσεως λαβόμενος ἄσμενος ‘τὸ μὲν κατ̓ ἐμὲ τοῦ λόγου μέρος ἁπλοῦν’ εἶπεν ‘ὅτι Σώστρατος ὄνομα, Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης: τὸν δὲ λοιπόν, ὅστις ἐστί, μῦθον σὺ λέγε, [4] τέκνον Κλειτοφῶν, μηδὲν αἰδούμενος. Καὶ γὰρ εἴ τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος: ἔπειτα τῶν ἔργων τῶν παρελθόντων ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ μᾶλλον ἢ λυπεῖ.’

 

‹ Prev