Book Read Free

Delphi Complete Works of Demosthenes

Page 133

by Demosthenes


  [57] οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα κάκ᾽ εἰργάσατο, ἄλλοθι δ᾽ οὐδαμοῦ: ἀλλ᾽ ἐν Ἐρετρίᾳ, ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων ὁ δῆμος εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν, οἱ μὲν ἐφ᾽ ὑμᾶς ἦγον τὰ πράγματα, οἱ δ᾽ ἐπὶ Φίλιππον. ἀκούοντες δὲ τούτων τὰ πολλά, μᾶλλον δὲ τὰ πάνθ᾽ οἱ ταλαίπωροι καὶ δυστυχεῖς Ἐρετριεῖς, τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὑτῶν λέγοντας ἐκβαλεῖν. [58] καὶ γάρ τοι πέμψας Ἱππόνικον ὁ σύμμαχος αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους, τὰ τείχη περιεῖλε τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον, Αὐτομέδοντα, Κλείταρχον: καὶ μετὰ ταῦτ᾽ ἐξελήλακεν ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι, τότε μὲν πέμψας τοὺς μετ᾽ Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς μετὰ Παρμενίωνος.

  [59] καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλ᾽ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτ᾽ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρ᾽ ἡμῖν ποτ᾽ ἐνθάδ᾽ οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται. [60] οὗτος τὰ μὲν ἄλλ᾽ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθ᾽ ὑπὸ τοῦ δήμου, πόλλ᾽ ἂν εἴη λέγειν: ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετ᾽ αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν. συστραφέντες δ᾽ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν. [61] ὁρῶν δὲ ταῦθ᾽ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθ᾽ οἱ μὲν ἐπ᾽ ἐξουσίας ὁπόσης ἐβούλοντ᾽ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν: τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷ᾽ ἔπαθεν μεμνημένοι. οὕτω δ᾽ ἀθλίως διέκειντο, ὥστ᾽ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι: τηνικαῦτα δ᾽ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν. [62] τῆς πόλεως δ᾽ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δ᾽ ἀποκτείναντες, ὁ δ᾽ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.

  [63] τί οὖν ποτ᾽ αἴτιον, θαυμάζετ᾽ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ παρ᾽ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν: τὰ γὰρ πράγματ᾽ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται: οἱ δ᾽ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν. [64] εἰσφέρειν ἐκέλευον, οἱ δ᾽ οὐδὲν δεῖν ἔφασαν: πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ᾽ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ᾽, ἵνα μὴ καθ᾽ ἕκαστα λέγω: οἱ μὲν ἐφ᾽ οἷς χαριοῦνται, ταῦτ᾽ ἔλεγον, οἱ δ᾽ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ δι᾽ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλ᾽ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον. [65] ὃ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικ᾽ ἐγὼ μὴ πάθηθ᾽ ὑμεῖς, ἐπειδὰν εἰδῆτ᾽ ἐκλογιζόμενοι μηδὲν ἔθ᾽ ὑμῖν ἐνόν. καίτοι μὴ γένοιτο μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματ᾽ ἐν τούτῳ: τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάς. καλήν γ᾽ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν αὑτούς, τὸν δ᾽ Εὐφραῖον ἐώθουν: [66] καλήν γ᾽ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δ᾽ ἐνέδωκεν αὑτόν: δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι. καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δ᾽ Ἀπολλωνίδην ἐκβαλόντων. [67] μωρία καὶ κακία τὰ τοιαῦτ᾽ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε μηδέν, μηδ᾽ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι. [68] καὶ μὴν ἐκεῖνό γ᾽ αἰσχρόν, ὕστερόν ποτ᾽ εἰπεῖν ‘τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δί᾽, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.’ πόλλ᾽ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότ᾽ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο: πόλλ᾽ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι. [69] ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τ᾽ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντ᾽ ἄνδρ᾽ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθ᾽ ἑκὼν μήτ᾽ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι: ἐπειδὰν δ᾽ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή. [70] καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα
κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δί᾽ ἐρῶ, καὶ γράψω δέ, ὥστ᾽ ἂν βούλησθε χειροτονήσετε. αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω: καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γ᾽ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον: [71] ταῦτα δὴ πάντ᾽ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵν᾽ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γ᾽ ἐμποιῆτε τοῖς πράγμασιν. [72] ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος, οὐδὲ τοῦτ᾽ ἄχρηστον, οὐδ᾽ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν, καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτ᾽ ἐπ᾽ Ἀμβρακίαν ἐλθεῖν μήτ᾽ εἰς Πελοπόννησον ὁρμῆσαι. [73] οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν: καὶ γὰρ εὔηθες τὰ οἰκεῖ᾽ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν. οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματ᾽ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλ᾽ ὅσ᾽ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δ᾽ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν: ταῦτ᾽ ἐστὶν πόλεως ἀξίωμ᾽ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει. [74] εἰ δ᾽ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας, ὑμεῖς δ᾽ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε: ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις. ἀλλ᾽ ὑμῖν τοῦτο πρακτέον: ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων. [75] εἰ δ᾽ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθ᾽ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχ᾽ ὅπως μὴ πάνθ᾽ ἅμ᾽ ὅσ᾽ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.

  [76] ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω: καὶ οἴομαι καὶ νῦν ἔτ᾽ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω. ὅ τι δ᾽ ὑμῖν δόξει, τοῦτ᾽, ὦ πάντες θεοί, συνενέγκοι.

  κατὰ Φιλίππου Δ

  κατὰ Φιλίππου Δ

  καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῇ πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν. οὐκ ὀλίγων δ᾽ ὄντων ἁμαρτημάτων οὐδ᾽ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτ᾽ ἔχει, οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων δυσκολώτερον εἰς τὸ παρὸν ἢ ὅτι ταῖς γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων, καὶ τοσοῦτον χρόνον σπουδάζεθ᾽ ὅσον ἂν κάθησθ᾽ ἀκούοντες ἢ προσαγγελθῇ τι νεώτερον, εἶτ᾽ ἀπελθὼν ἕκαστος ὑμῶν οὐ μόνον οὐδὲν φροντίζει περὶ αὐτῶν, ἀλλ᾽ οὐδὲ μέμνηται. [2] ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται, τοσαύτη τὸ πλῆθος ὅσην ἀκούετε: ὅτι δ᾽ οὐκ ἔνι ταύτης ἐκεῖνον ἐπισχεῖν ἐκ λόγου καὶ δημηγορίας οὐδεὶς ἀγνοεῖ δήπου. καὶ γὰρ εἰ μηδ᾽ ἀφ᾽ ἑνὸς τῶν ἄλλων τοῦτο μαθεῖν δύναταί τις, ὡδὶ λογισάσθω. ἡμεῖς οὐδαμοῦ πώποτε, ὅπου περὶ τῶν δικαίων εἰπεῖν ἐδέησεν, ἡττήθημεν οὐδ᾽ ἀδικεῖν ἐδόξαμεν, ἀλλὰ πάντων πανταχοῦ κρατοῦμεν καὶ περίεσμεν τῷ λόγῳ. [3] ἆρ᾽ οὖν διὰ τοῦτ᾽ ἐκείνῳ φαύλως ἔχει τὰ πράγματα, ἢ τῇ πόλει καλῶς; πολλοῦ γε καὶ δεῖ: ἐπειδὰν γὰρ ὁ μὲν λαβὼν μετὰ ταῦτα βαδίζῃ τὰ ὅπλα, πᾶσιν τοῖς οὖσιν ἑτοίμως κινδυνεύσων, ἡμεῖς δὲ καθώμεθ᾽ εἰρηκότες τὰ δίκαια, οἱ δ᾽ ἀκηκοότες, εἰκότως, οἶμαι, τοὺς λόγους τἄργα παρέρχεται, καὶ προσέχουσιν ἅπαντες οὐχ οἷς εἴπομέν ποθ᾽ ἡμεῖς δικαίοις ἢ νῦν ἂν εἴποιμεν, ἀλλ᾽ οἷς ποιοῦμεν. ἔστι δὲ ταῦτ᾽ οὐδένα τῶν ἀδικουμένων σῴζειν δυνάμενα: οὐδὲν γὰρ δεῖ πλείω περὶ αὐτῶν λέγειν. [4] τοιγάρτοι διεστηκότων εἰς δύο ταῦτα τῶν ἐν ταῖς πόλεσι, τῶν μὲν εἰς τὸ μήτ᾽ ἄρχειν βίᾳ βούλεσθαι μηδενὸς μήτε δουλεύειν ἄλλῳ, ἀλλ᾽ ἐν ἐλευθερίᾳ καὶ νόμοις ἐξ ἴσου πολιτεύεσθαι, τῶν δ᾽ εἰς τὸ ἄρχειν μὲν τῶν πολιτῶν ἐπιθυμεῖν, ἑτέρῳ δ᾽ ὑπακούειν, δι᾽ ὅτου ποτ᾽ ἂν οἴωνται τοῦτο δυνήσεσθαι ποιῆσαι, οἱ τῆς ἐκείνου προαιρέσεως, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, κεκρατήκασι πανταχοῦ, καὶ πόλις δημοκρατουμένη βεβαίως οὐκ οἶδ᾽ εἴ τίς ἐστι τῶν πασῶν λοιπὴ πλὴν ἡ ἡμετέρα. [5] καὶ κεκρατήκασιν οἱ δι᾽ ἐκείνου τὰς πολιτείας ποιούμενοι πᾶσιν ὅσοις πράγματα πράττεται, πρώτῳ μὲν πάντων καὶ πλείστῳ τῷ τοῖς βουλομένοις χρήματα λαμβάνειν ἔχειν τὸν δώσονθ᾽ ὑπὲρ αὑτῶν, δευτέρῳ δὲ καὶ οὐδὲν ἐλάττονι τούτου τῷ δύναμιν τὴν καταστρεψομένην τοὺς ἐναντιουμένους αὐτοῖς ἐν οἷς ἂν αἰτήσωσι χρόνοις παρεῖναι. [6] ἡμεῖς δ᾽ οὐ μόνον τούτοις ὑπολειπόμεθ᾽, �
�� ἄνδρες Ἀθηναῖοι, ἀλλ᾽ οὐδ᾽ ἀνεγερθῆναι δυνάμεθα, ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις: εἶτ᾽, οἶμαι, (δεῖ γάρ, ὡς ἐγὼ κρίνω, λέγειν τἀληθῆ) οὕτω διαβεβλήμεθα καὶ καταπεφρονήμεθ᾽ ἐκ τούτων ὥστε τῶν ἐν αὐτῷ τῷ κινδυνεύειν ὄντων οἱ μὲν ὑπὲρ τῆς ἡγεμονίας ἡμῖν ἀντιλέγουσιν, οἱ δ᾽ ὑπὲρ τοῦ ποῦ συνεδρεύσουσι, τινὲς δὲ καθ᾽ αὑτοὺς ἀμύνεσθαι μᾶλλον ἢ μεθ᾽ ἡμῶν ἐγνώκασιν.

  [7] τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι; οὐ γὰρ ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ πάντας θεοὺς προαιροῦμαι. ἵν᾽ ὑμῶν ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο γνῷ καὶ εἰδῇ, ὅτι ἡ καθ᾽ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω καὶ ταῖς πόλεσιν οὐκ ἐφ᾽ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλ᾽ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ. [8] ὁρᾶτε Σέρριον καὶ Δορίσκον: ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην, ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμ᾽ ἐστὶν ἴσως. ταῦτα μέντοι τότ᾽ ἐαθέντα καὶ παροφθέντ᾽ ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην, σύμμαχον ὄνθ᾽ ὑμῶν. πάλιν ταῦτ᾽ ἀμελούμεν᾽ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα παρ᾽ ὑμῶν κατέσκαπτε Πορθμόν, καὶ τυραννίδ᾽ ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ. [9] ταύτης ὀλιγωρουμένης, Μέγαρ᾽ ἑάλω παρὰ μικρόν. οὐδὲν ἐφροντίσατ᾽ οὐδ᾽ ἐπεστράφητ᾽ οὐδὲν τούτων, οὐδ᾽ ἐνεδείξασθε τοῦθ᾽ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ: Ἀντρῶνας ἐπρίατο καὶ μετ᾽ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματ᾽ εἰλήφει. [10] πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν ἐπ᾽ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία: οὐ γὰρ ἵν᾽ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλ᾽ ἵνα τοῦθ᾽ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δ᾽ ὑφ᾽ αὑτῷ ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει.

 

‹ Prev