by Demosthenes
[17] ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν τούς τε χρόνους κατέτριψε καὶ τὰ πράγματα πάντ᾽ ἐλυμήνατο τὰ τῆς πόλεως, καὶ ὅσαι περὶ τούτων ἐμοὶ πρὸς τοῦτον ἀπέχθειαι συνέβησαν βουλομένῳ κωλύειν, αὐτίκ᾽ ἀκούσεσθε. ἀλλ᾽ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι, οὔτε μικρὸν οὔτε μέγ᾽ οὐδ᾽ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντ᾽ ἐξηπατημένοι, καὶ τούτων ἕτερ᾽ αὖθις αὖ πεπραχότων καὶ παρ᾽ αὐτὸ τὸ ψήφισμα πεπρεσβευκότων, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν ἃ μέλλω λέγειν: τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν. [18] παρελθὼν δ᾽ ἐγὼ πάντα τἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα, καὶ κατηγόρησα τούτων, καὶ ἀνηριθμησάμην ἀπὸ τῶν πρώτων ἐλπίδων ἐκείνων ὧν ὁ Κτησιφῶν καὶ ὁ Ἀριστόδημος ἀπήγγειλαν πρὸς ὑμᾶς, καὶ μετὰ ταῦτα, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, ἃ οὗτος ἐδημηγόρησε καὶ εἰς ἃ προήχασι τὴν πόλιν, καὶ περὶ τῶν ὑπολοίπων (ταῦτα δ᾽ ἦν Φωκεῖς καὶ Πύλαι) μὴ προέσθαι συνεβούλευον, μηδὲ ταὐτὰ παθεῖν, μηδ᾽ ἀναρτωμένους ἐλπίσιν ἐξ ἐλπίδων καὶ ὑποσχέσεσιν εἰς τοὔσχατον ἐλθεῖν τὰ πράγματ᾽ ἐᾶσαι. καὶ ἔπεισα ταῦτα τὴν βουλήν. [19] ἐπειδὴ δ᾽ ἧκεν ἡ ἐκκλησία καὶ πρὸς ὑμᾶς ἔδει λέγειν, παρελθὼν Αἰσχίνης οὑτοσὶ πρῶτος ἡμῶν ἁπάντων (καὶ πρὸς Διὸς καὶ θεῶν πειρᾶσθε συνδιαμνημονεύειν ἂν ἀληθῆ λέγω: τὰ γὰρ πάντα τὰ πράγματα λυμηνάμεν᾽ ὑμῶν καὶ διαφθείρανθ᾽ ὅλως ταῦτ᾽ ἐστὶν ἤδη) τοῦ μὲν ἀπαγγέλλειν τι τῶν πεπρεσβευμένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρ᾽ ἠμφεσβήτει μὴ ἀληθῆ λέγειν ἐμέ, μνησθῆναι πάμπληθες ἀπέσχεν, εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔχοντας ἀγαθά, ὥσθ᾽ ἅπαντας ὑμᾶς λαβὼν ᾤχετο. [20] ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθ᾽ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαι᾽ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετ᾽ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν ἢ τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδ᾽ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθ᾽ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι, [21] Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματ᾽ εἰσπραττόμεν᾽ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ: διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. [22] ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι ‘οὐ λελήθαθ᾽ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφ᾽ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδ᾽ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατ᾽ ἐκείνῳ, Φίλιππος δ᾽ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν.’ εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν: καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δ᾽ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν. [23] εὐδοκιμῶν δ᾽ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δ᾽ ἐγὼ ταῦτά τ᾽ οὐκ ἔφην εἰδέναι καὶ ἅμ᾽ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δ᾽ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δ᾽ ἐγελᾶτε, καὶ οὔτ᾽ ἀκούειν ἠθέλετ᾽ οὔτε πιστεύειν ἐβούλεσθ᾽ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει. [24] καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε: τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθ᾽ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοις; πάντα γὰρ τἄλλ᾽, οἶμαι, τότε δεύτερ᾽ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δ᾽ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσι᾽ ἡλίκα καὶ συμφέροντ᾽ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.
[25] τοῦ χάριν δὴ ταῦθ᾽ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, ‘εἶτα τότ᾽ οὐκ ἔλεγες παραχρῆμα ταῦτ᾽ οὐδ᾽ ἐδίδασκες ἡμᾶς;’ [26] θαυμάζῃ, ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφ᾽ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθ᾽ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἠδίκησθ᾽ ὑπ᾽ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκ᾽ ἔδει πυνθάνεσθαι διεκωλύθητ᾽ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι. [27] πρώτου μὲν τούτου καὶ μάλισθ᾽, ὅπερ εἶπον, εἵνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; ἵνα τὴν ὅτ᾽ ἀδωροδόκητος ὑπῆρχε προαίρεσιν αὐτοῦ τῆς πολιτεία�
� ἀναμνησθέντες, ὡς προβεβλημένη καὶ ἄπιστος ἦν πρὸς τὸν Φίλιππον, τὴν μετὰ ταῦτ᾽ ἐξαίφνης γεγονυῖαν πίστιν καὶ φιλίαν σκέψησθε, [28] εἶτ᾽ εἰ μὲν ἐκβέβηκεν ὅσ᾽ ἀπήγγειλε πρὸς ὑμᾶς οὗτος καὶ καλῶς ἔχει τὰ πεπραγμένα, διὰ τὴν ἀλήθειαν καὶ τὸ συμφέρον τῇ πόλει γεγενῆσθαι νομίσητε, εἰ δὲ πάντα τἀναντί᾽ ὧν οὗτος εἶπε πέπρακται, καὶ πολλὴν αἰσχύνην καὶ μεγάλους κινδύνους ταῦτ᾽ ἔχει τῇ πόλει, διὰ τὴν αἰσχροκέρδειαν τὴν ἑαυτοῦ καὶ τὸ χρημάτων ἀποδόσθαι τἀληθῆ μεταβεβλημένον αὐτὸν εἰδῆτε.
[29] βούλομαι δ᾽, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους, ὃν τρόπον τὰ περὶ τοὺς Φωκέας πράγμαθ᾽ ὑμῶν παρείλοντο, πρῶτον εἰπεῖν ἁπάντων. δεῖ δὲ μηδέν᾽ ὑμῶν, ὦ ἄνδρες δικασταί, εἰς τὸ τῶν πραγμάτων μέγεθος βλέψαντα μείζους τὰς κατηγορίας καὶ τὰς αἰτίας τῆς τούτου δόξης νομίσαι, ἀλλ᾽ ἐκεῖν᾽ ὁρᾶν, ὅτι ὅντιν᾽ ἂν ὑμεῖς εἰς ταύτην τὴν τάξιν κατεστήσατε καὶ τῶν συμβάντων καιρῶν ἐποιήσατε κύριον, οὗτος, εἴπερ ὥσπερ οὗτος ἐβουλήθη μισθώσας αὑτὸν ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν ἂν κακῶν ὅσωνπερ καὶ οὗτος. [30] οὐ γὰρ εἰ φαύλοις χρῆσθ᾽ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματ᾽ ἐστὶ φαῦλα ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δ᾽ οὗτοι: τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθ᾽ ἅπαντ᾽ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθ᾽ ἑαυτόν. πόθεν;
[31] δὸς δέ μοι τὸ προβούλευμα, ὃ πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθ᾽ ἡ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵν᾽ εἰδῆθ᾽ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλ᾽ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, ἡ βουλὴ δέ, ἡ μὴ κωλυθεῖσ᾽ ἀκοῦσαι τἀληθῆ παρ᾽ ἐμοῦ, οὔτ᾽ ἐπῄνεσε τούτους οὔτ᾽ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτ᾽, ἀφ᾽ οὗ γέγονεν ἡ πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν ὁ δῆμος. [32] ἀλλ᾽ οὗτοι πεπόνθασιν. λέγε δ᾽ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα.”Μαρτυρία”“Προβούλευμα”
ἐνταῦθ᾽ οὔτ᾽ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλ᾽ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδέν᾽ ἐπῄνεσεν ἡ βουλή: δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν: εἰ δ᾽ οἱ μὲν τὰ δίκαι᾽ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι. [33] πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτ᾽ ἔσθ᾽ ὁ πονηρός; ἀναμνήσθητε παρ᾽ ὑμῖν αὐτοῖς τίς ἐσθ᾽ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτ᾽ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δ᾽ οὐδεὶς ἐμοῦ.
[34] ἡ μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δ᾽ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδη — ἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμ᾽ ἀκούειν κἀκεῖνον παρεῖναι καὶ μηδ᾽ ὅ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι. [35] πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδ᾽ ἤκουσεν ὁ δῆμος, ἀναστὰς δ᾽ οὗτος ἐδημηγόρει ταῦθ᾽ ἃ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλ᾽ ἀγαθά, ἃ πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθ᾽ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθ᾽ ὅσ᾽ ἐβούλεσθ᾽ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδ᾽ ἄλλου μηδενός. [36] καὶ μετὰ ταῦτ᾽ ἀνεγιγνώσκεθ᾽ ἡ ἐπιστολὴ ἡ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψ᾽ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς: καὶ πάντ᾽ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματ᾽ ἐστίν. [37] ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλ᾽ οὐδὲ μικρόν. καὶ τοῦτ᾽ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλ᾽ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατ᾽ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν
οὐκ ἐμέλλεθ᾽ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι: [38] ἃ δ᾽ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδ᾽ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτ᾽ ἐν ἐπιστολῇ μήτ᾽ ἄλλοθι μηδαμοῦ τῶν παρ᾽ ἐκείνου τούτων ἐνόντων. λέγε δ᾽ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δ᾽ ἐκεῖνος: καὶ σκοπεῖθ᾽ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθ᾽ ἐγώ. λέγε.”Ἐπιστολή”