Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 161
Delphi Complete Works of Demosthenes Page 161

by Demosthenes


  [39] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδ᾽ ὁτιοῦν ἐσθ᾽ ὑγιές. καὶ τοῦτ᾽ αὐτίκα δὴ μάλ᾽ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστ᾽ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε: τοὺς δ᾽ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδέν᾽ ἐνθυμηθῆναί φησι λύσασθαι. [40] μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπ᾽ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται: διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτ᾽ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων: ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ‘ἔγραφον δ᾽ ἂν καὶ διαρρήδην ἡλίχ᾽ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην,’ γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδ᾽ ὃ αὐτὸς ὑπέσχετο: τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτω τότ᾽ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε.”Ἐξ ἘπιστολήΣ”

  [41] οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτ᾽ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει: ἐπειδὴ δ᾽ ἀμφότερ᾽ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δ᾽ ὑμεῖς λέγητε, ποιήσειν ὃ μήτ᾽ αἰσχύνην μήτ᾽ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρ᾽ εἴπητέ τι καὶ προαχθῆθ᾽ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.

  [42] ταῦτα τοίνυν καὶ πόλλ᾽ ἕτερ᾽ ἐνῆν παραχρῆμα τότ᾽ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματ᾽ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθ᾽ ἦν ἤδη τὰ πράγμαθ᾽ ὥστε μηδ᾽ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν; εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος; [43] ἀλλ᾽ οὔτ᾽ ἔμελλεν οὔτ᾽ ἐβουλήθη ταῦτ᾽ οὐδ᾽ ἤλπισεν οὗτος, ὥστε τοῦ γ᾽ ἐκλελαληκέναι μηδ᾽ αἰτίαν ἐχέτω: ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ‘θελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο δι᾽ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτ᾽ ἐσπαθᾶτο ταῦτα καὶ διὰ ταῦτ᾽ ἐδημηγορεῖτο.

  [44] ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, — καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι: ἔπειτ᾽ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου, [45] ἀλλὰ τοῦτον — ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δ᾽ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτ᾽ οὔτ᾽ οἶδ᾽ οὔτε κοινωνῶ, προσέθηκα δ᾽ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ᾽ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, ‘καὶ ὅπως γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι,’ ἔφην, ‘ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή: καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε: ἐγὼ δ᾽ ἀφίσταμαι.’ [46] ‘μὴ νῦν,’ ὑπολαβὼν Αἰσχίνης οὑτοσί, ‘μὴ νῦν ἀφίστασο,’ ἔφη, ‘ἀλλ᾽ ὅπως τότε μὴ προσποιήσει.’ ‘νὴ Δί᾽, ἢ ἀδικήσω γ᾽,’ ἔφην. ἐπαναστὰς δ᾽ ὁ Φιλοκράτης μάλ᾽ ὑβριστικῶς ‘οὐδὲν,’ ἔφη, ‘θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτ᾽ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν: οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δ᾽ οἶνον πίνω.’ καὶ ὑμεῖς ἐγελᾶτε.

  [47] σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθ᾽ ὁ Φιλοκράτης: ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει: ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφ᾽ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα.”Ψήφισμα”

  [48] ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ ‘τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,’ καὶ ‘ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.’ ἀλλ᾽ οὐδὲν ἐκεῖνός γ᾽ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γ᾽ ἔδει ἐπαγγέλλεσθαι ὥστ᾽ οὐδ᾽ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο. [49] ἀλλ᾽ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτ᾽ εἰς τὸ ψήφισμα, ‘ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύο
ντας ταῦτα γίγνεσθαι.’ [50] οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δ᾽ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατ᾽ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλ᾽ οὐ ‘συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας,’ οὐδ᾽ ‘ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν,’ οὐδὲ ‘βοηθεῖν Πρόξενον εἰς Φωκέας,’ οὐδ᾽ ‘ἐξιέναι Ἀθηναίους,’ οὐδὲ τοιοῦτ᾽ οὐδέν. [51] καίτοι καὶ ἐπιστολὰς ἔπεμψ᾽ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵν᾽ ἐξέλθητε: πώμαλα: οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητ᾽ ἂν ἐξελθεῖν, τηνικαῦτ᾽ ἐκάλει: οὐδ᾽ ἂν ἐμέ, ἡνίκα δεῦρ᾽ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν: οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθ᾽ ὑμεῖς ἐμέλλετ᾽ ἐξιέναι: ἀλλ᾽ ἵνα, ἃ ἐβούλεσθ᾽ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθ᾽ αὐτῷ, μηδ᾽ ἀμύναιντο μηδ᾽ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρ᾽ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλ᾽ ἀπογνόντες ἅπανθ᾽ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δ᾽ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.”Ἐπιστολαί”

  [52] αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δί᾽ ἤδη γε: τούτοις δ᾽, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθηθ᾽ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν; πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως: οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλ᾽ ἃ φρονῶν ταῦτ᾽ ἔγραφεν συνῄδεσαν: τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο. [53] οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρ᾽ ὑμῶν ἐπύθοντ᾽ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτ᾽ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες: οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί; ὅτι ἡγοῦντο, οὐδ᾽ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτ᾽ ἂν τούς γ᾽ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλ᾽ εἶναι ταῦτ᾽ ἀληθῆ ἃ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον. [54] ἦσαν ἄλλοι τινὲς οἳ πάσχειν ὁτιοῦν καὶ ἀμύνεσθαι δεῖν ᾤοντο: ἀλλὰ καὶ τούτους μαλακοὺς ἐποίησε τὸ τὸν Φίλιππον ὑπάρχειν αὐτοῖς πεισθῆναι, καὶ τὸ ταῦτ᾽ εἰ μὴ ποιήσουσιν ὑμᾶς ἐπ᾽ αὐτοὺς ἥξειν, οὓς βοηθήσειν αὑτοῖς ἤλπιζον ἐκεῖνοι. ἀλλὰ καὶ μεταμέλειν ὑμῖν ᾤοντό τινες πεποιημένοις τὴν πρὸς Φίλιππον εἰρήνην: τούτοις ὅτι καὶ τοῖς ἐγγόνοις τὴν αὐτὴν ἐψηφίσασθ᾽ ἐπέδειξαν, ὥστε πανταχῇ τὰ παρ᾽ ὑμῶν ἀπογνωσθῆναι. διόπερ ταῦτα πάντ᾽ εἰς ἓν ψήφισμα συνεσκεύασαν. [55] ὃ καὶ μέγιστον ἔμοιγε δοκοῦσιν ἁπάντων ὑμᾶς ἠδικηκέναι: τὸ γὰρ πρὸς ἄνδρα θνητὸν καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, καὶ ἀποστερῆσαι μὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν παρὰ τῆς τύχης εὐεργεσιῶν τὴν πόλιν, καὶ τοσαύτῃ περιουσίᾳ χρήσασθαι πονηρίας ὥστε μὴ μόνον τοὺς ὄντας Ἀθηναίους, ἀλλὰ καὶ τοὺς ὕστερόν ποτε μέλλοντας ἔσεσθαι πάντας ἠδικηκέναι, πῶς οὐχὶ πάνδεινόν ἐστι; [56] τοῦτο τοίνυν οὐδέποθ᾽ ὑμεῖς ὑπεμείνατ᾽ ἂν ὕστερον προσγράψαι πρὸς τὴν εἰρήνην, τὸ καὶ τοῖς ἐγγόνοις, εἰ μὴ ταῖς παρ᾽ Αἰσχίνου ῥηθείσαις ὑποσχέσεσιν τότ᾽ ἐπιστεύσατε, αἷσπερ οἱ Φωκεῖς πιστεύσαντες ἀπώλοντο. καὶ γάρ τοι παραδόντες αὑτοὺς Φιλίππῳ καὶ ἑκόντες ἐγχειρίσαντες ἐκείνῳ τὰς πόλεις ἁπάντων τῶν ἐναντίων ὧν πρὸς ὑμᾶς οὗτος ἀπήγγειλ᾽ ἔτυχον.

  [57] ἵνα δ᾽ εἰδῆτε σαφῶς ὅτι ταῦθ᾽ οὕτω καὶ διὰ τούτους ἀπόλωλε, τοὺς χρόνους ὑμῖν λογιοῦμαι καθ᾽ οὓς ἐγίγνεθ᾽ ἕκαστα. περὶ ὧν δ᾽ ἄν τις ἀντιλέγῃ τούτων, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι εἰπάτω. ἡ μὲν τοίνυν εἰρήνη ἐλαφηβολιῶνος ἐνάτῃ ἐπὶ δέκα ἐγένετο, ἀπεδημήσαμεν δ᾽ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς μῆνας ὅλους: καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωκεῖς σῷοι. [58] ἥκομεν δὲ δεῦρ᾽ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ σκιροφοριῶνος μηνός, καὶ παρῆν ὁ Φίλιππος ἐν Πύλαις ἤδη καὶ τοῖς Φωκεῦσιν ἐπηγγέλλετο ὧν οὐδὲν ἐπίστευον ἐκεῖνοι. σημεῖον δέ: οὐ γὰρ ἂν δεῦρ᾽ ἧκον ὡς ὑμᾶς. ἡ δ᾽ ἐκκλησία μετὰ ταῦτα, ἐν ᾗ πάντα τὰ πράγματ᾽ ἀπώλεσαν οὗτοι ψευσάμενοι καὶ φενακίσαντες ὑμᾶς, τῇ ἕκτῃ ἐπὶ δέκα ἐγίγνετο τοῦ σκιροφοριῶνος. [59] ἀπὸ τοίνυν ταύτης πεμπταῖα λογίζομαι τὰ παρ᾽ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι: παρῆσαν γὰρ οἱ τῶν Φωκέων πρέσβεις ἐνθάδε, καὶ ἦν αὐτοῖς καὶ τί ἀπαγγελοῦσιν οὗτοι καὶ τί ψηφιεῖσθ᾽ ὑμεῖς ἐπιμελές. οὐκοῦν εἰκάς, ᾗ τίθεμεν πυθέσθαι τοὺς Φωκέας τὰ παρ᾽ ὑμῶν: ἀπὸ γὰρ τῆς ἕκτης εἰς ταύτην πέμπτη γίγνεται. ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη: ταύτῃ ἐγίγνονθ᾽ αἱ σπονδαί, καὶ πάντα τἀκεῖ πράγματ᾽ ἀπωλώλει καὶ τέλος εἶχεν. [60] τῷ τοῦτο δῆλον; τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθ᾽ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρ�
�οις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματ᾽ ἐγκεχείρικε Θηβαίοις ὁ Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἐλογίζετ᾽ ἀφ᾽ οὗ γεγόνασιν αἱ σπονδαί. ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς: αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου. [61] ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδ᾽ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλ᾽ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν: οὐ γὰρ ἐκεῖνόν γ᾽ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθ᾽ ὑφ᾽ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵν᾽ εἰδῆθ᾽ οἵων ὑπαρχόντων αὐτοῖς παρ᾽ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε.”Συμμαχία Φωκέων καὶ Ἀθηναίων”

 

‹ Prev