Book Read Free

Delphi Complete Works of Demosthenes

Page 166

by Demosthenes


  [158] ἀλλὰ νὴ Δί᾽ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, ἢ τἄλλ᾽ ἃ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρ᾽ ὑμῶν, παρ᾽ οὐδεμιᾶς πόλεως, οὔθ᾽ ὅτ᾽ ἐκεῖσ᾽ ἐπορεύοντο οὔθ᾽ ὅτ᾽ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλ᾽ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδ᾽ ὃ λέγω), ἐνταῦθ᾽ ἐγίγνονθ᾽ οἱ ὅρκοι, ὅτε δεῦρ᾽ ἤδη τὸ στράτευμ᾽ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν. [159] καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, ‘πλὴν Ἁλέων καὶ Φωκέων,’ γράψαι, ἀλλ᾽ ἀναγκασθέντος ὑφ᾽ ὑμῶν τοῦ Φιλοκράτους ταῦτ᾽ ἀπαλεῖψαι, γράψαι δ᾽ ἄντικρυς, ‘Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους,’ οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφ᾽ ἃ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλ᾽ ἕξειν πρόφασιν τοὺς ὅρκους), [160] οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφ᾽ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρ᾽ ἡ πόλις ἡ τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν ὁ τῆς εἰρήνης ἐπιθυμῶν καὶ ὁ πόλλ᾽ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθ᾽ ἃ λέγω φανερά, διὰ ταῦτ᾽ οὐδαμόσ᾽ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δ᾽ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον. [161] καίτοι ταῦθ᾽ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδ᾽ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρ᾽ ἀπηγγελκότες, πῶς ἔνεστι παρ᾽ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου.”Ψήφισμα”“Ἐπιστολή”“Ψηφίσματα”

  [162] καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμέν᾽ ὑφ᾽ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας.”Μάρτυρες”

  λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, ἃ πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος.”Μαρτυρία”

  [163] ὅτι τοίνυν οὐδ᾽ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθ᾽ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχ᾽ ὑμεῖς προαπεστείλαθ᾽ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστ᾽ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδ᾽ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντ᾽ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι: τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότ᾽ ἐχώρουν. [164] ἐπειδὴ δ᾽ εἰρήνη μὲν ἦν, ἅπασα δ᾽ ἀσφάλει᾽ ἰέναι καὶ πρόσταγμα παρ᾽ ὑμῶν σπεύδειν, τηνικαῦτ᾽ οὔτ᾽ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτ᾽ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν. [165] ἀλλὰ μὴν ὅτι καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.”Μαρτυρία”

  ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθ᾽ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δ᾽ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;

  [166] ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθ᾽ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρ᾽ ἐμαυτοῦ τε χρήματ᾽ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι: οὗτος δὲ αὐτίκ᾽ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθ᾽ ἡμῖν τὸν Φίλιππον διδόναι; [167] ἵνα μηδὲ τοῦτ᾽ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας: τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δ᾽ ἀπετύγχαν᾽ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γ᾽ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμέν᾽ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτ᾽ εὐήθως λήψεσθαι: ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτ᾽ ἐδίδοτο, ξένια δὴ πρόφασιν. [168] ἐπειδὴ δ᾽ ἐκώλυσ᾽ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθ᾽ οὗτοι. τῷ Φιλίππῳ δ᾽, ἐπειδὴ ταῦτ᾽ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδ᾽ εἰπεῖν ὅτι ‘ἀλλ᾽ ἔχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα,’ οὔτε φυγεῖν τἀνάλωμα: ὡμολόγησε μὲν δή, διεκρούσατο δ᾽ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων.”Μαρτυρία”

  [169] φέρε δὴ καὶ �
��σους αὐτὸς ἐλυσάμην τῶν αἰχμαλώτων εἴπω πρὸς ὑμᾶς. ἐν ὅσῳ γὰρ οὐχὶ παρόντος πω Φιλίππου διετρίβομεν ἐν Πέλλῃ, ἔνιοι τῶν ἑαλωκότων, ὅσοιπερ ἦσαν ἐξηγγυημένοι, ἀπιστοῦντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δυνήσεσθαί με ταῦτα πεῖσαι τὸν Φίλιππον, ἑαυτοὺς ἔφασαν βούλεσθαι λύσεσθαι καὶ μηδεμίαν τούτου χάριν ἔχειν τῷ Φιλίππῳ, καὶ ἐδανείζοντο ὁ μὲν τρεῖς μνᾶς, ὁ δὲ πέντε, ὁ δ᾽ ὅπως συνέβαινεν ἑκάστῳ τὰ λύτρα. [170] ἐπειδὴ τοίνυν ὡμολόγησ᾽ ὁ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμέν᾽ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδ᾽ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι, ἔδωκα δωρειὰν τὰ λύτρα. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας.”Μαρτυρίαι”

  [171] ὅσα μὲν τοίνυν ἀφῆκα χρήματα καὶ δωρειὰν ἔδωκα τοῖς ἀτυχήσασι τῶν πολιτῶν, ταῦτ᾽ ἔστιν. ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς ‘τί δήποθ᾽, ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ἡμᾶς ὑγιὲς πράττοντας, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω;’ ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν οὓς ἐλυσάμην καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν. [172] δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας: ἰδίᾳ δ᾽, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδ᾽ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι: ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γ᾽ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα. σημεῖον δέ: ἐπὶ γὰρ τὴν τρίτην πρεσβείαν δίς με χειροτονησάντων ὑμῶν δὶς ἐξωμοσάμην. καὶ παρὰ ταύτην τὴν ἀποδημίαν πάντα τἀναντί᾽ ἔπραττον. [173] ὥν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν: ἃ δ᾽ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντ᾽ ἀπόλωλεν. καίτοι καὶ τἄλλ᾽ ἂν ἅπαντ᾽ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγ᾽ οὕτως ἄθλιος οὐδ᾽ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ἃ δ᾽ ἄνευ μὲν δαπάνης οἷά τ᾽ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτ᾽ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: ἀλλ᾽ οἶμαι περιῆσαν οὗτοί μου.

  [174] φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε: παρ᾽ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα: εἶτα τὸ ψήφισμ᾽ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφ᾽ ᾧ πρεσβεύοντες ἥκομεν: εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπ᾽ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν. [175] εἶθ᾽ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτ᾽ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δ᾽ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ᾽ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δ᾽ αὐτὸν ἐν Φεραῖς τὴν νύκτ᾽ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδ᾽ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντ᾽ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδ᾽ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ. [176] καὶ ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δ᾽ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρ᾽ ὑμῖν φανερῶς.”Μαρτυρία”

  [177] οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθ᾽ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθ᾽ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;

  συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημέν᾽ ἀπ᾽ ἀρχῆς, ἵν᾽ ὅσ᾽ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξ᾽ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθ᾽ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος. [178] ἐπέδειξ᾽ αἴτιον γεγενημένον τοῦ μὴ ‘θέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντ᾽ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντ᾽ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδ᾽ εἰ βούλοισθε δύναισθ᾽ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλ᾽ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείν᾽ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρ᾽ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθ᾽ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτ᾽ ἐπέδειξα. [179] ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα: ἁπλοῦς γάρ ἐσθ᾽ ὁ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δ
ήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων: φαίνεται δ᾽ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς: οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθ᾽ ἱκάν᾽ αὐτὸν ἀποκτεῖναι: οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ. [180] καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδ᾽ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου: ἃ συναμφότερ᾽ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθ᾽ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστ᾽ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρί᾽ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτ᾽ ἀπολώλασι παρ᾽ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλ᾽ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτ᾽ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου. [181] ἀλλ᾽ ἔτι γὰρ τότ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείν᾽ ἐφυλάττεσθ᾽ ὑμεῖς καὶ προεωρᾶσθε: νῦν δ᾽ ὅ τι ἂν μὴ καθ᾽ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, ‘ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους,’ ‘μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν,’ ‘ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην.’ καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν: νῦν δ᾽ ἃ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, ἃ δ᾽ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

 

‹ Prev