Book Read Free

Delphi Complete Works of Demosthenes

Page 170

by Demosthenes


  [251] φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλων᾽ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντ᾽ ἔτη φάσ᾽ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δ᾽ ὁμοῦ διακόσι᾽ ἐστὶν ἔτη καὶ τετταράκοντ᾽ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθ᾽ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατ᾽ ἐκεῖνον, ἀλλ᾽ οὐδ᾽ ὁ πάππος αὐτοῦ. [252] τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο: ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γ᾽ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δ᾽ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν: [253] οὗτος δ᾽, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γ᾽, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτ᾽ ἐποίησεν, ἀλλ᾽ ἐκεῖσ᾽ ἐλθὼν οὐδὲ τοὔνομ᾽ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτ᾽ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς: μέμνησθε γὰρ δήπου λέγοντ᾽ αὐτὸν ὅτι περὶ δ᾽ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν: ἵνα δ᾽ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον. [254] ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετ᾽ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν: θᾶττον γὰρ ἂν τοῦ αἵματος ἢ λόγου μεταδοῦναί τινι. ἀλλ᾽, οἶμαι, χρήματ᾽ εἰληφότ᾽ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵν᾽ ἴδηθ᾽ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

  [255] οὐ λέγειν εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρ᾽ ἔχοντα. σὺ δ᾽ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ; λέγε σύ.”Ἐλεγεῖα

  ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ᾽ ὀλεῖται

  αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων:

  τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη

  Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει.

  αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν

  ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,

  δήμου θ᾽ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον

  ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.

  οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας

  εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.

  ...

  πλουτοῦσιν δ᾽ ἀδίκοις ἔργμασι πειθόμενοι.

  ...

  οὔθ᾽ ἱερῶν κτεάνων οὔτε τι δημοσίων

  φειδόμενοι †κλέπτουσιν ἐφ᾽ ἁρπαγῇ† ἄλλοθεν ἄλλος,

  οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,

  ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ᾽ ἐόντα,

  τῷ δὲ χρόνῳ πάντως ἦλθ᾽ ἀποτεισομένη.

  τοῦτ᾽ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,

  εἰς δὲ κακὴν ταχέως †ἤλυθε† δουλοσύνην,

  ἢ στάσιν ἔμφυλον πόλεμόν θ᾽ εὕδοντ᾽ ἐπεγείρει,

  ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.

  ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ

  τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.

  ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά: τῶν δὲ πενιχρῶν

  ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,

  πραθέντες δεσμοῖσί τ᾽ ἀεικελίοισι δεθέντες.

  ...

  οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ᾽ ἑκάστῳ,

  αὔλειοι δ᾽ ἔτ᾽ ἔχειν οὐκ ἐθέλουσι θύραι,

  ὑψηλὸν δ᾽ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,

  εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου.

  ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,

  ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,

  εὐνομίη δ᾽ εὔκοσμα καὶ ἄρτια πάντ᾽ ἀποφαίνει,

  καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,

  τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,

  αὐαίνει δ᾽ ἄτης ἄνθεα φυόμενα,

  εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ᾽ ἔργα

  πραΰνει, παύει δ᾽ ἔργα διχοστασίης,

  παύει δ᾽ ἀργαλέης ἔριδος χόλον: ἔστι δ᾽ ὑπ᾽ αὐτῆς

  πάντα κατ᾽ ἀνθρώπους ἄρτια καὶ πινυτά.

  “Solon

  [256] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δ᾽ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρ᾽ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν: τρόπον δέ τιν᾽ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντ᾽ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι. [257] σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβ
εύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφ᾽ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσ᾽ ὑπακούσαντά τιν᾽ αὐτοῦ κατήγορον. ἵνα τί; ἵνα μήτ᾽ ἐλέου μήτε συγγνώμης ἐφ᾽ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετ᾽ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτ᾽ ἠπείλει. ἵνα τί; ἵν᾽ ὡς μετὰ πλείστης συγγνώμης παρ᾽ ὑμῶν ὁ τὰ τούτου πονηρεύματ᾽ ἀκριβέστατ᾽ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ. [258] ἀλλὰ καὶ διακρουόμενος πάντα τὸν ἔμπροσθεν χρόνον εἰσελθεῖν εἰς τοιοῦτον ὑπῆκται καιρὸν ἐν ᾧ τῶν ἐπιόντων ἕνεκα, εἰ μηδενὸς ἄλλου, οὐχ οἷόν τ᾽ οὐδ᾽ ἀσφαλὲς ὑμῖν δεδωροδοκηκότα τοῦτον ἀθῷον ἐᾶσαι: ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ καιροῦ τοῦτο γένοιτ᾽ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. [259] νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα, καὶ χαλεπὸν καὶ πολλῆς τινὸς εὐτυχίας καὶ παρ᾽ ὑμῶν ἐπιμελείας δεόμενον. οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν αὑτῶν προδιδόντες ἐλευθερίαν οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοῖς ἐπάγονται δουλείαν, Φιλίππῳ ξενίαν καὶ ἑταιρίαν καὶ φιλίαν καὶ τοιαῦθ᾽ ὑποκοριζόμενοι: οἱ δὲ λοιποὶ καὶ τὰ κύρι᾽ ἅττα ποτ᾽ ἔστ᾽ ἐν ἑκάστῃ τῶν πόλεων, οὓς ἔδει τούτους κολάζειν καὶ παραχρῆμ᾽ ἀποκτιννύναι, τοσοῦτ᾽ ἀπέχουσι τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε θαυμάζουσι καὶ ζηλοῦσι καὶ βούλοιντ᾽ ἂν αὐτὸς ἕκαστος τοιοῦτος εἶναι. [260] καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα Θετταλῶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μέχρι μὲν χθὲς ἢ πρώην τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμ᾽ ἀπωλωλέκει, νῦν δ᾽ ἤδη καὶ τὴν ἐλευθερίαν παραιρεῖται: τὰς γὰρ ἀκροπόλεις αὐτῶν ἐνίων Μακεδόνες φρουροῦσιν: εἰς Πελοπόννησον δ᾽ εἰσελθὸν τὰς ἐν Ἤλιδι σφαγὰς πεποίηκε, καὶ τοσαύτης παρανοίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους ὥσθ᾽, ἵν᾽ ἀλλήλων ἄρχωσι καὶ Φιλίππῳ χαρίζωνται, συγγενεῖς αὑτῶν καὶ πολίτας μιαιφονεῖν. [261] καὶ οὐδ᾽ ἐνταῦθ᾽ ἕστηκεν, ἀλλ᾽ εἰς Ἀρκαδίαν εἰσελθὸν πάντ᾽ ἄνω καὶ κάτω τἀκεῖ πεποίηκε, καὶ νῦν Ἀρκάδων πολλοί, προσῆκον αὐτοῖς ἐπ᾽ ἐλευθερίᾳ μέγιστον φρονεῖν ὁμοίως ὑμῖν (μόνοι γὰρ πάντων αὐτόχθονες ὑμεῖς ἐστε κἀκεῖνοι) Φίλιππον θαυμάζουσι καὶ χαλκοῦν ἱστᾶσι καὶ στεφανοῦσι, καὶ τὸ τελευταῖον, ἂν εἰς Πελοπόννησον ἴῃ, δέχεσθαι ταῖς πόλεσιν εἰσὶν ἐψηφισμένοι. [262] ταὐτὰ δὲ ταῦτ᾽ Ἀργεῖοι. ταῦτα νὴ τὴν Δήμητρα, εἰ δεῖ μὴ ληρεῖν, εὐλαβείας οὐ μικρᾶς δεῖται, ὡς βαδίζον γε κύκλῳ καὶ δεῦρ᾽ ἐλήλυθεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ νόσημα τοῦτο. ἕως οὖν ἔτ᾽ ἐν ἀσφαλεῖ, φυλάξασθε καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε: εἰ δὲ μή, σκοπεῖθ᾽ ὅπως μὴ τηνικαῦτ᾽ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτ᾽ οὐδ᾽ ὅ τι χρὴ ποιεῖν ἕξετε. [263] οὐχ ὁρᾶθ᾽ ὡς ἐναργές, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφὲς παράδειγμ᾽ οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι; οἳ παρ᾽ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν ἀπολώλασιν οἱ δείλαιοι. ἔχοιτε δ᾽ ἂν ἐξετάσαι καθαρῶς ἐκ τῶν συμβεβηκότων αὐτοῖς. ἐκεῖνοι γάρ, ἡνίκα μὲν τετρακοσίους ἱππέας ἐκέκτηντο μόνον καὶ σύμπαντες οὐδὲν ἦσαν πλείους πεντακισχιλίων τὸν ἀριθμόν, οὔπω Χαλκιδέων πάντων εἰς ἓν συνῳκισμένων, [264] Λακεδαιμονίων ἐπ᾽ αὐτοὺς ἐλθόντων πολλῇ καὶ πεζῇ καὶ ναυτικῇ δυνάμει (ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι γῆς καὶ θαλάττης ἦρχον ὡς ἔπος εἰπεῖν Λακεδαιμόνιοι κατ᾽ ἐκείνους τοὺς χρόνους), ἀλλ᾽ ὅμως τηλικαύτης ἐπ᾽ αὐτοὺς ἐλθούσης δυνάμεως οὔτε τὴν πόλιν οὔτε φρούριον οὐδὲν ἀπώλεσαν, ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν καὶ τὸ τελευταῖον, ὅπως ἐβούλοντο, οὕτω τὸν πόλεμον κατέθεντο. [265] ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ δι᾽ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καὶ καθ᾽ ὧν ταῦτ᾽ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν τοὺς ταῦτα ποιοῦντας, ἀλλ᾽ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο: [266] ἐπειδὴ ταῦθ᾽ οὕτω προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δ᾽ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσι πεντήκονθ᾽ ὑμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἐδυνήθη σῶσαι, ἀλλὰ πρὶν μὲν ἐξελθεῖν ἐνιαυτὸν τοῦ πολέμου τὰς πόλεις ἁπάσας ἀπωλωλέκεσαν τὰς ἐν τῇ Χαλκιδικῇ προδιδόντες, καὶ Φίλιππος οὐκέτ᾽ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδ᾽ εἶχεν ὅ τι πρῶτον λάβῃ. [267] πεντακοσίους δ᾽ ἱππέας προδοθέντας ὑπ᾽ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθ᾽ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδ᾽ οὖσαν, ἐφ᾽ ἧς ἕστασαν, ο
ὔθ᾽ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις: οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείν᾽ ἐψηφίσασθε, τοὺς δὲ παρ᾽ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων.”Ψήφισμα”

  [268] ταῦθ᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτ᾽ ἐψηφίσθαι κατ᾽ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ δι᾽ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντ᾽ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δ᾽ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει: μισεῖν δ᾽ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει. [269] ἔστι δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τούτων μόνοις τῶν πάντων ἀνθρώπων οἰκείοις χρῆσθαι παραδείγμασι, καὶ τοὺς προγόνους, οὓς ἐπαινεῖτε δικαίως, ἔργῳ μιμεῖσθαι. καὶ γὰρ εἰ μὴ τὰς μάχας μηδὲ τὰς στρατείας μηδὲ τοὺς κινδύνους, ἐν οἷς ἦσαν ἐκεῖνοι λαμπροί, συμβαίνει καιρός, ἀλλ᾽ ἄγεθ᾽ ἡσυχίαν ὑμεῖς ἐν τῷ παρόντι, ἀλλὰ τό γ᾽ εὖ φρονεῖν αὐτῶν μιμεῖσθε. [270] τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδ᾽ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλ᾽ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν ἃ χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δ᾽ ἃ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν; ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ: δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι. λέγε.”Στήλη”

 

‹ Prev