by Demosthenes
Διονύσιος Ἀφιδναῖος, Ἀντίφιλος Παιανιεὺς διαφθαρέντος Νικοδήμου τοῦ οἰκείου ἡμῶν βιαίῳ θανάτῳ ὑπὸ Ἀριστάρχου τοῦ Μόσχου ἐπεξῇμεν τοῦ φόνου τὸν Ἀρίσταρχον. αἰσθόμενος δὲ ταῦτα Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἔπειθεν ἡμᾶς διδοὺς κέρματα τὸν μὲν Ἀρίσταρχον ἀθῷον ἀφεῖναι, Δημοσθένει δὲ τὴν γραφὴν τοῦ φόνου παραγράψασθαι.”
λαβὲ δή μοι τὸν περὶ τῶν δώρων νόμον.
[108] ἐν ὅσῳ δὲ τὸν νόμον, ὦ ἄνδρες Ἀθηναῖοι, λαμβάνει, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν, δεηθεὶς ὑμῶν ἁπάντων πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί: περὶ πάντων ὧν ἂν ἀκούητε, τοῦθ᾽ ὑποθέντες ἀκούετε τῇ γνώμῃ, τί ἄν, εἴ τις ἔπασχε ταῦθ᾽ ὑμῶν, ἐποίει, καὶ τίν᾽ ἂν εἶχεν ὀργὴν ὑπὲρ αὑτοῦ πρὸς τὸν ποιοῦντα. ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἐφ᾽ οἷς περὶ τὴν λῃτουργίαν ὑβρίσθην, ἔτι πολλῷ χαλεπώτερον, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς μετὰ ταῦτ᾽ ἐνήνοχα καὶ μᾶλλον ἠγανάκτηκα. [109] τί γὰρ ὡς ἀληθῶς πέρας ἂν φήσειέ τις εἶναι κακίας καὶ τίν᾽ ὑπερβολὴν ἀναιδείας καὶ ὠμότητος καὶ ὕβρεως, ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλ᾽ ἀδίκως τινά, ἀντὶ τοῦ ταῦτ᾽ ἀναλαμβάνειν καὶ μεταγιγνώσκειν, πολλῷ δεινότερ᾽ ὕστερον ἄλλα προσεξεργάζοιτο, καὶ χρῷτο τῷ πλουτεῖν μὴ ἐπὶ ταῦτ᾽ ἐν οἷς μηδένα βλάπτων αὐτὸς ἄμεινόν τι τῶν ἰδίων θήσεται, ἀλλ᾽ ἐπὶ τἀναντία, ἐν οἷς ἀδίκως ἐκβάλλων τινὰ καὶ προπηλακίσας αὑτὸν εὐδαιμονιεῖ τῆς περιουσίας; [110] ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα τούτῳ πέπρακται κατ᾽ ἐμοῦ. καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι φόνου ψευδῆ καὶ οὐδὲν ἐμοὶ προσήκουσαν, ὡς τὸ πρᾶγμ᾽ αὔτ᾽ ἐδήλωσεν, καὶ γραφὴν λιποταξίου μ᾽ ἐγράψατο τρεῖς αὐτὸς τάξεις λελοιπώς, καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων (τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μ᾽ εἰπεῖν), ἃ Πλούταρχος ὁ τούτου ξένος καὶ φίλος διεπράξατο, ὡς ἐγὼ αἴτιός εἰμι, κατεσκεύαζε πρὸ τοῦ τὸ πρᾶγμα γενέσθαι πᾶσιν φανερὸν διὰ Πλουτάρχου γεγονός. [111] καὶ τελευτῶν βουλεύειν μου λαχόντος δοκιμαζομένου κατηγόρει, καὶ τὸ πρᾶγμ᾽ εἰς ὑπέρδεινόν μοι περιέστη: ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκεν ἐκινδύνευον. καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον τὸν τρόπον ὃν διεξέρχομαι νυνὶ πρὸς ὑμᾶς ἐλαυνόμενος, οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων οὔτε τῶν ἀπόρων κομιδῇ, οὐκ ἔχω, ὦ ἄνδρες Ἀθηναῖοι, τί χρὴ ποιῆσαι. [112] εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν, οὐ μέτεστιν, οὔ: ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθ᾽ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρ᾽ ἀφικνεῖται, τῶν δ᾽ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθ᾽ ἡμῶν εὐτρεπεῖς: ἐμοὶ δ᾽ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτ᾽ ἐνίους. [113] ταῦτα μὲν οὖν ἀπείποι τις ἄν, οἶμαι, θρηνῶν. τὸν δὲ νόμον μοι λέγ᾽ ἐφεξῆς, ὥσπερ ἠρξάμην. λέγε.”Νόμος
ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος, ἢ αὐτὸς διδῷ ἑτέρῳ, ἢ διαφθείρῃ τινὰς ἐπαγγελλόμενος, ἐπὶ βλάβῃ τοῦ δήμου ἢ ἰδίᾳ τινὸς τῶν πολιτῶν, τρόπῳ ἢ μηχανῇ ᾑτινιοῦν, ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου.”
[114] οὕτω τοίνυν οὗτός ἐστ᾽ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δ᾽ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλ᾽ οὐδ᾽ ὁτιοῦν διορίζων, ὥστ᾽ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμ᾽ ἐπαγαγών, εἴασε μέν μ᾽ εἰσιτητήρι᾽ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, [115] εἴασε δ᾽ ἀρχεθεωροῦντ᾽ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντ᾽ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρ᾽ ἄν, εἴ γ᾽ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατ᾽ ἐμοῦ, ταῦτ᾽ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μ᾽ ἐκβάλλειν ἐκ τῆς πατρίδος.
[116] ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμ᾽ οὐδὲ καθ᾽ ἕν, πανταχῇ στρέφων, οἷός τ᾽ ἦν ἀγαγεῖν ἐπ᾽ ἐμέ, φανερῶς ἤδη δι᾽ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ: τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτος ‘ἀγνοεῖτ᾽’ ἔφη ‘ὦ βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρ᾽ ἔχοντες’ λέγων τὸν Ἀρίσταρχον ‘μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε; [117] οὐχὶ συλλήψεσθε;’ καὶ ταῦτ᾽ ἔλεγ᾽ ἡ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρ᾽ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτ᾽ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφ᾽ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτ᾽ ἔλεγεν, [118] χρῆν μὲν οὐδ᾽ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκ
ῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεται): ὅμως δ᾽ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθ᾽ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστ᾽ ἀπολωλέναι; [119] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτ᾽ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτ᾽ ἐκείνῳ, τῇ δ᾽ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτ᾽ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδ᾽ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατ᾽ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατ᾽ ἐξωλείας μηδὲν εἰρηκέναι κατ᾽ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζ᾽ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμ᾽ αὑτῷ δι᾽ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας. [120] καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον δ᾽ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτ᾽ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δ᾽ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικ᾽, ἀδικῶ: ἂν δ᾽ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μ᾽ ἀνηρπάσθαι. ἐγὼ δ᾽ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δ᾽ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν: οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι. [121] ὅτι τοίνυν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.”Μάρτυρες
Λυσίμαχος Ἀλωπεκῆθεν, Δημέας Σουνιεύς, Χάρης Θορίκιος, Φιλήμων Σφήττιος, Μόσχος Παιανιεύς, καθ᾽ οὓς καιροὺς ἡ εἰσαγγελία ἐδόθη εἰς τὴν βουλὴν ὑπὲρ Ἀριστάρχου τοῦ Μόσχου, ὅτι εἴη Νικόδημον ἀπεκτονώς, οἴδαμεν Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἐλθόντα πρὸς τὴν βουλὴν καὶ λέγοντα μηδένα ἕτερον εἶναι τὸν Νικοδήμου φονέα, ἀλλ᾽ Ἀρίσταρχον, καὶ τοῦτον αὐτοῦ γεγονέναι αὐτόχειρα, καὶ συμβουλεύοντα τῇ βουλῇ βαδίζειν ἐπὶ τὴν οἰκίαν τὴν Ἀριστάρχου καὶ συλλαμβάνειν αὐτόν. ταῦτα δ᾽ ἔλεγε πρὸς τὴν βουλὴν τῇ προτεραίᾳ μετ᾽ Ἀριστάρχου καὶ μεθ᾽ ἡμῶν συνδεδειπνηκώς. οἴδαμεν δὲ καὶ Μειδίαν, ὡς ἀπῆλθεν ἀπὸ τῆς βουλῆς τούτους τοὺς λόγους εἰρηκώς, εἰσεληλυθότα πάλιν ὡς Ἀρίσταρχον καὶ τὴν δεξιὰν ὡς ἐμβεβληκότα καὶ ὀμνύοντα κατ᾽ ἐξωλείας μηδὲν κατ᾽ αὐτοῦ πρὸς τὴν βουλὴν εἰρηκέναι φαῦλον, καὶ ἀξιοῦντα Ἀρίσταρχον ὅπως ἂν διαλλάξῃ αὐτῷ Δημοσθένην.”
[122] τίς οὖν ὑπερβολή, τίς ὁμοία τῇ τούτου γέγον᾽ ἢ γένοιτ᾽ ἂν πονηρία; ὃς ἄνδρ᾽ ἀτυχοῦντα, οὐδὲν αὐτὸν ἠδικηκότα (ἐῶ γὰρ εἰ φίλον), ἅμα συκοφαντεῖν ᾤετο δεῖν καὶ πρὸς ἔμ᾽ αὑτὸν διαλύειν ἠξίου, καὶ ταῦτ᾽ ἔπραττε καὶ χρήματ᾽ ἀνήλισκεν ἐπὶ τῷ μετ᾽ ἐκείνου κἀμὲ προσεκβαλεῖν ἀδίκως.
[123] τοῦτο μέντοι τὸ τοιοῦτον ἔθος καὶ τὸ κατασκεύασμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς ὑπὲρ αὑτῶν ἐπεξιοῦσι δικαίως ἔτι πλείω περιιστάναι κακά, οὐκ ἐμοὶ μὲν ἄξιόν ἐστ᾽ ἀγανακτεῖν καὶ βαρέως φέρειν, ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον, ἐκλογιζομένοις καὶ θεωροῦσιν ὅτι τοῦ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾳδίως κακῶς παθεῖν ἐγγύταθ᾽ ὑμῶν εἰσιν οἱ πενέστατοι καὶ ἀσθενέστατοι, τοῦ δ᾽ ὑβρίσαι καὶ τοῦ ποιήσαντας μὴ δοῦναι δίκην, ἀλλὰ τοὺς ἀντιπαρέξοντας πράγματα μισθώσασθαι, οἱ βδελυροὶ καὶ χρήματ᾽ ἔχοντές εἰσιν ἐγγυτάτω. [124] οὐ δὴ δεῖ παρορᾶν τὰ τοιαῦτα, οὐδὲ τὸν ἐξείργοντα δέει καὶ φόβῳ τὸ δίκην ὧν ἂν ἡμῶν ἀδικηθῇ τις λαμβάνειν παρ᾽ αὐτοῦ ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ τὰς τῆς ἰσηγορίας καὶ τὰς τῆς ἐλευθερίας ἡμῶν μετουσίας ἀφαιρεῖσθαι. ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην, καὶ ἄλλος τις ἄν, ψευδῆ λόγον καὶ συκοφαντίαν, καὶ οὐκ ἀνήρπασμαι: οἱ δὲ πολλοὶ τί ποιήσετε, ἂν μὴ δημοσίᾳ πᾶσιν φοβερὸν καταστήσητε τὸ εἰς ταῦτ᾽ ἀποχρῆσθαι τῷ πλουτεῖν; [125] δόντα λόγον καὶ ὑποσχόντα κρίσιν περὶ ὧν ἄν τις ἐγκαλῇ, τότ᾽ ἀμύνεσθαι τοὺς ἀδίκως ἐφ᾽ αὑτὸν ἐλθόντας χρή, καὶ τότ᾽, ἂν ἀδικοῦντας ὁρᾷ τις, οὐ προαναρπάζειν, οὐδ᾽ ἐπάγοντ᾽ αἰτίας ψευδεῖς ἄκριτον ζητεῖν ἀποφεύγειν, οὐδ᾽ ἐπὶ τῷ διδόναι δίκην ἀσχάλλειν, ἀλλὰ μὴ ποιεῖν ἐξ ἀρχῆς ἀσελγὲς μηδέν.
[126] ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμ᾽ ὑβρίσθην, καὶ πάντ᾽ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά: οὐ γὰρ ἴσως ῥᾴδιον πάντ᾽ εἰπεῖν. ἔχει δ᾽ οὕτως. οὐκ ἔστ᾽ ἐφ᾽ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλ᾽ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν ἡ φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δ᾽ οἷς ἔμ᾽ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, δι᾽ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν: ἐφ᾽ ἅπασι δὲ τούτοις ὁ θεός, ᾧ χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτ᾽ ἐστί, τὸ σεμνὸν καὶ τὸ δ
αιμόνιον συνηδίκηται. [127] δεῖ δὴ τούς γε βουλομένους ὀρθῶς τὴν κατ᾽ ἀξίαν τῶν πεπραγμένων παρὰ τούτου δίκην λαμβάνειν, οὐχ ὡς ὑπὲρ ἐμοῦ μόνον ὄντος τοῦ λόγου τὴν ὀργὴν ἔχειν, ἀλλ᾽ ὡς ἐν ταὐτῷ τῶν νόμων, τοῦ θεοῦ, τῆς πόλεως, ὁμοῦ πάντων ἠδικημένων, οὕτω ποιεῖσθαι τὴν τιμωρίαν, καὶ τοὺς βοηθοῦντας καὶ τοὺς συνεξεταζομένους μετὰ τούτου μὴ συνηγόρους μόνον, ἀλλὰ καὶ δοκιμαστὰς τῶν τούτῳ πεπραγμένων ὑπολαμβάνετ᾽ εἶναι.
[128] εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμ᾽ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγ᾽ ἀτύχημ᾽ ἂν ἐμαυτοῦ τοῦθ᾽ ἡγούμην, ἔπειτ᾽ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμ᾽ ὕβρικεν δοῦναι. [129] νυνὶ δὲ τοσαῦτ᾽ ἐστὶ τἄλλ᾽ ἃ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείν᾽ ἑτέρους ἀκούηθ᾽ ὑπ᾽ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃ ‘τί οὖν; σὺ δεινότερ᾽ ἢ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς;’ πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτ᾽ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτ᾽ ἂν ὑμεῖς ὑπομείναιτ᾽ ἀκούειν, οὐδ᾽, εἰ τὸ παρ᾽ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τ᾽ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν: ἃ δ᾽ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτ᾽ ἐρῶ. [130] μᾶλλον δ᾽ ἐκεῖνο ποιήσω: ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δ᾽ ὅ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν ᾖ, τοῦτο πρῶτον, εἶθ᾽ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν ᾧ τοῦτον οὐ θανάτου πεποιηκότ᾽ ἄξια πόλλ᾽ εὑρήσετε.”Ὑπομνήματα τῶν Μειδίου Ἀδικημάτων”