Book Read Free

Delphi Complete Works of Demosthenes

Page 187

by Demosthenes


  [131] ὅσα μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντ᾽ αὐτῷ πεποίηκεν, ταῦτ᾽ ἐστίν. καὶ παραλέλοιφ᾽ ἕτερα: οὐ γὰρ ἂν δύναιτ᾽ οὐδεὶς εἰσάπαξ εἰπεῖν ἃ πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δ᾽ ἰδεῖν ἐφ᾽ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι. οὐ γὰρ ἡγεῖθ᾽, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδ᾽ ἄξιον ἑαυτοῦ ὅ τι ἄν τις πρὸς ἕν᾽ εἷς διαπράττηται, ἀλλ᾽ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμ᾽ ἐλᾷ, ἀβίωτον ᾤετ᾽ ἔσεσθαι τὸν βίον αὑτῷ. [132] καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρί᾽ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷ᾽ ἐδημηγόρησε παρ᾽ ὑμῖν, ὅθ᾽ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει: καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπ᾽ οὐδενὶ τηλικαύτην ἀράμενον πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν; [133] καίτοι πότερ᾽ εἰσὶν ὄνειδος, ὦ Μειδία, τῇ πόλει οἱ διαβάντες ἐν τάξει καὶ τὴν σκευὴν ἔχοντες ἣν προσῆκε τοὺς ἐπὶ τοὺς πολεμίους ἐξιόντας καὶ συμβαλουμένους τοῖς συμμάχοις, ἢ σὺ ὁ μηδὲ λαχεῖν εὐχόμενος τῶν ἐξιόντων ὅτ᾽ ἐκληροῦ, τὸν θώρακα δ᾽ οὐδεπώποτ᾽ ἐνδύς, ἐπ᾽ ἀστράβης δ᾽ ὀχούμενος ἀργυρᾶς τῆς ἐξ Εὐβοίας, χλανίδας δὲ καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνονθ᾽ οἱ πεντηκοστολόγοι; ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἀπηγγέλλετο: οὐ γὰρ εἰς ταὐτὸν ἡμεῖς τούτοις διέβημεν. [134] εἶτα, εἴ σ᾽ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων ἤ τις ἄλλος, πάντας ἤλαυνες; εἰ μὲν γὰρ ἐποίεις ταῦτ᾽, ὦ Μειδία, ἃ σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ, δικαίως κακῶς ἤκουες: καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες. εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου, οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων, ἀλλὰ σοὶ ἐπέχαιρον, δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτ᾽ ἀκούειν: σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν, οὐκ ἐκείνους διαβάλλειν. [135] σὺ δ᾽ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας: τοὺς ἄλλους ἀξιοῖς ὅ τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς ὅ τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον: τοσούτων ἀνθρώπων, ὦ μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, ὃ τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων;

  [136] τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις, ὦ ἄνδρες δικασταί, ἓν μὲν ἢ δύ᾽ ὄντα τἀδικήμαθ᾽ ἃ κατηγορεῖται, λόγους δ᾽ ἀφθόνους τοιούτους ὑπάρχοντας ‘τίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον; τίς ὑμῶν ἐμὲ ταῦθ᾽ ἑόρακε ποιοῦντα; οὐκ ἔστιν, ἀλλ᾽ οὗτοι δι᾽ ἔχθραν καταψεύδονταί μου, καταψευδομαρτυροῦμαι,’ τὰ τοιαῦτα: τούτῳ δ᾽ αὖ τἀναντία τούτων. [137] πάντας γὰρ ὑμᾶς εἰδέναι νομίζω τὸν τρόπον καὶ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν τοῦ βίου, καὶ πάλαι θαυμάζειν ἐνίους οἴομαι ὧν αὐτοὶ μὲν ἴσασιν, οὐκ ἀκηκόασι δὲ νῦν ἐμοῦ. πολλοὺς δὲ τῶν πεπονθότων οὐδὲ πάνθ᾽ ὅσ᾽ ἠδίκηνται μαρτυρεῖν ἐθέλοντας ὁρῶ, τὴν βίαν καὶ τὴν φιλοπραγμοσύνην ὁρῶντας τὴν τούτου καὶ τὴν ἀφορμήν, ἥπερ ἰσχυρὸν ποιεῖ καὶ φοβερὸν τὸν κατάπτυστον τουτονί. [138] τὸ γὰρ ἐπ᾽ ἐξουσίας καὶ πλούτου πονηρὸν εἶναι καὶ ὑβριστὴν τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν, ἐπεὶ περιαιρεθεὶς οὗτος τὰ ὄντα ἴσως μὲν οὐκ ἂν ὑβρίζοι, εἰ δ᾽ ἄρα, ἐλάττονος ἄξιος ἔσται τοῦ μικροτάτου παρ᾽ ὑμῖν: μάτην γὰρ λοιδορήσεται καὶ βοήσεται, δίκην δ᾽, ἂν ἀσελγαίνῃ τι, τοῖς ἄλλοις ἡμῖν ἐξ ἴσου δώσει. [139] νῦν δ᾽, οἶμαι, τούτου προβέβληται Πολύευκτος, Τιμοκράτης, Εὐκτήμων ὁ κονιορτός: τοιοῦτοί τινές εἰσι μισθοφόροι περὶ αὐτόν, καὶ πρὸς ἔθ᾽ ἕτεροι τούτοις, μαρτύρων συνεστῶσ᾽ ἑταιρεία, φανερῶς μὲν οὐκ ἐνοχλούντων ὑμῖν, σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστ᾽ ἐπινευόντων. οὓς μὰ τοὺς θεοὺς οὐδὲν ὠφελεῖσθαι νομίζω παρὰ τούτου: ἀλλὰ δεινοί τινές εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, φθείρεσθαι πρὸς τοὺς πλουσίους καὶ παρεῖναι καὶ μαρτυρεῖν. [140] πάντα δὲ ταῦτ᾽, οἶμαι, φοβέρ᾽ ἐστὶ τῶν ἄλλων ὑμῶν ἑκάστῳ καθ᾽ ἑαυτὸν ὅπως δύναται ζῶντι. οὗπερ εἵνεκα συλλέγεσθ᾽ ὑμεῖς, ἵν᾽, ὧν καθ᾽ ἕν᾽ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων ἢ φίλοις ἢ τοῖς οὖσιν ἢ τῶν ἄλλων τινί, τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε καὶ παύητε τὴν ὕβριν.

  [141] τάχα τοίνυν καὶ τοιοῦτός τις ἥξει πρὸς ὑμᾶς λόγος, ‘τί δὴ τὰ καὶ τὰ πεπονθὼς ὁ δεῖν᾽ οὐκ ἐλάμβανεν δίκην παρ᾽ ἐμοῦ;’ ἢ ‘τί δὴ’ πάλιν ἄλλον ἴσως τινὰ τῶν ἠδικημένων ὀνομάζων. ἐγὼ δὲ δι᾽ ἃς μὲν προφάσεις ἕκαστος ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ, πάντας ὑμᾶς εἰδέναι νομίζω: καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη καὶ τὸ μὴ δύνασθαι λέγειν καὶ ἀπορία καὶ μυρί᾽ ἐστὶν αἴτια: [142] προσήκειν μέντοι τούτῳ μὴ ταῦτα λέγειν ἡγοῦμαι νυνί, ἀλλ᾽ ὡς οὐ πεποίηκέ τι τούτων ὧν αὐτοῦ κ�
�τηγόρηκα διδάσκειν, ἐὰν δὲ μὴ δύνηται, διὰ ταῦτ᾽ ἀπολωλέναι πολὺ μᾶλλον, εἰ γὰρ τηλικοῦτός τίς ἐστιν ὥστε τοιαῦτα ποιῶν δύνασθαι καθ᾽ ἕν᾽ ἕκαστον ἡμῶν ἀποστερεῖν τοῦ δίκης παρ᾽ αὐτοῦ τυχεῖν, κοινῇ νῦν, ἐπειδήπερ εἴληπται, πᾶσιν ὑπὲρ ἁπάντων ἐστὶ τιμωρητέος ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ.

  [143] λέγεται τοίνυν ποτ᾽ ἐν τῇ πόλει κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων καὶ ποίων τινῶν πρὸς τὸν δῆμον πῶς ἐχρήσανθ᾽ ὑμῶν οἱ πρόγονοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι. καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος τούτου μέμνημαι τοῦ λόγου (οὐχ οὕτως εἴμ᾽ ἄφρων οὐδ᾽ ἀπόπληκτος ἐγώ), ἀλλ᾽ ἵν᾽ εἰδῆθ᾽ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶθ᾽ ὅτι οὐδὲν οὔτ᾽ ἔστιν οὔτ᾽ ἔσται, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, ὅ τι τοῖς πολλοῖς ὑμῖν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν. [144] ἐκεῖνος γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγεται πρὸς πατρὸς μὲν Ἀλκμεωνιδῶν εἶναι (τούτους δέ φασιν ὑπὸ τῶν τυράννων ὑπὲρ τοῦ δήμου στασιάζοντας ἐκπεσεῖν, καὶ δανεισαμένους χρήματ᾽ ἐκ Δελφῶν ἐλευθερῶσαι τὴν πόλιν καὶ τοὺς Πεισιστράτου παῖδας ἐκβαλεῖν), πρὸς δὲ μητρὸς Ἱππονίκου καὶ ταύτης τῆς οἰκίας ἧς ὑπάρχουσι πολλαὶ καὶ μεγάλαι πρὸς τὸν δῆμον εὐεργεσίαι. [145] οὐ μόνον δὲ ταῦθ᾽ ὑπῆρχεν αὐτῷ, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα δὶς μὲν ἐν Σάμῳ, τρίτον δ᾽ ἐν αὐτῇ τῇ πόλει, τῷ σώματι τὴν εὔνοιαν, οὐ χρήμασιν οὐδὲ λόγοις ἐνεδείξατο τῇ πατρίδι. ἔτι δ᾽ ἵππων Ὀλυμπίασιν ἀγῶνες ὑπῆρχον αὐτῷ καὶ νῖκαι καὶ στέφανοι, καὶ στρατηγὸς ἄριστος, καὶ λέγειν ἐδόκει πάντων, ὥς φασιν, εἶναι δεινότατος. [146] ἀλλ᾽ ὅμως οἱ κατ᾽ ἐκεῖνον ὑμέτεροι πρόγονοι οὐδενὸς τούτων αὐτῷ συνεχώρησαν ὑβρίζειν αὑτούς, ἀλλὰ ποιήσαντες φυγάδ᾽ ἐξέβαλον: καὶ Λακεδαιμονίων ὄντων ἰσχυρῶν τότε, καὶ Δεκέλειαν ἑαυτοῖς ἐπιτειχισθῆναι καὶ τὰς ναῦς ἁλῶναι καὶ πάνθ᾽ ὑπέμειναν, ὁτιοῦν ἄκοντες παθεῖν κάλλιον εἶναι νομίζοντες ἢ ἑκόντες ὑβρίζεσθαι συγχωρῆσαι. [147] καίτοι τί τοσοῦτον ἐκεῖνος ὕβρισεν, ἡλίκον οὗτος νῦν ἐξελήλεγκται; Ταυρέαν ἐπάταξε χορηγοῦντ᾽ ἐπὶ κόρρης. ἔστω ταῦτα, ἀλλὰ χορηγῶν γε χορηγοῦντα τοῦτ᾽ ἐποίησεν, οὔπω τόνδε τὸν νόμον παραβαίνων: οὐ γὰρ ἔκειτό πω. εἷρξεν Ἀγάθαρχον τὸν γραφέα: καὶ γὰρ ταῦτα λέγουσιν. λαβὼν γέ τι πλημμελοῦνθ᾽ ὥς φασιν: ὅπερ οὐδ᾽ ὀνειδίζειν ἄξιον. τοὺς Ἑρμᾶς περιέκοπτεν. ἅπαντα μέν, οἶμαι, τἀσεβήματα τῆς αὐτῆς ὀργῆς δίκαιον ἀξιοῦν: τὸ δ᾽ ὅλως ἀφανίζειν ἱερὰ ἔσθ᾽ ὅ τι τοῦ κόπτειν τοὺς Ἑρμᾶς διαφέρει: οὐκοῦν οὗτος ἐξελήλεγκται τοῦτο ποιῶν. [148] ἀντιθῶμεν δὴ τίς ὢν καὶ τίσι ταῦτ᾽ ἐνδεικνύμενος. μὴ τοίνυν ὑμῖν, πρὸς τῷ μὴ καλόν, μηδὲ θεμιτὸν νομίζετ᾽, ἄνδρες δικασταί, μηδ᾽ ὅσιον εἶναι τοιούτων ἀνδρῶν οὖσιν ἀπογόνοις, πονηρὸν καὶ βίαιον καὶ ὑβριστὴν λαβοῦσιν ἄνθρωπον καὶ μηδένα μηδαμόθεν, συγγνώμης ἢ φιλανθρωπίας ἢ χάριτός τινος ἀξιῶσαι. τίνος γὰρ εἵνεκα; τῶν στρατηγιῶν: ἀλλ᾽ οὐδὲ καθ᾽ αὑτὸν στρατιώτης οὗτος οὐδενός ἐστ᾽ ἄξιος, μή τί γε τῶν ἄλλων ἡγεμών. ἀλλὰ τῶν λόγων: ἐν οἷς κοινῇ μὲν οὐδὲν πώποτ᾽ εἶπ᾽ ἀγαθόν, κακῶς δ᾽ ἰδίᾳ πάντας ἀνθρώπους λέγει. [149] γένους εἵνεκα νὴ Δία: καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους, ὥσπερ ἐν τραγῳδίᾳ, τὰς τούτου γονάς; ᾧ δύ᾽ ἐναντιώτατα συμβέβηκεν εἶναι: ἡ μὲν γὰρ ὡς ἀληθῶς μήτηρ, ἡ τεκοῦσ᾽ αὐτόν, πλεῖστον ἁπάντων ἀνθρώπων εἶχε νοῦν, ἡ δὲ δοκοῦσα καὶ ὑποβαλομένη πασῶν ἦν ἀνοητοτάτη γυναικῶν. σημεῖον δέ: ἡ μὲν γὰρ ἀπέδοτ᾽ εὐθὺς γενόμενον, ἡ δ᾽ ἐξὸν αὐτῇ βελτίω πρίασθαι τῆς αὐτῆς τιμῆς τοῦτον ἠγόρασεν. [150] καὶ γάρ τοι διὰ τοῦτο τῶν οὐ προσηκόντων ἀγαθῶν κύριος γεγονώς, καὶ πατρίδος τετυχηκὼς ἣ νόμοις τῶν ἁπασῶν πόλεων μάλιστ᾽ οἰκεῖσθαι δοκεῖ, οὐδέν᾽ οἶμαι τρόπον φέρειν οὐδὲ χρῆσθαι τούτοις δύναται, ἀλλὰ τὸ τῆς φύσεως ὡς ἀληθῶς βάρβαρον καὶ θεοῖς ἐχθρὸν ἕλκει καὶ βιάζεται, καὶ φανερὸν ποιεῖ τοῖς παροῦσιν ὥσπερ ἀλλοτρίοις, ὅπερ ἔστιν, αὐτὸν χρώμενον.

  [151] τοσούτων τοίνυν καὶ τοιούτων ὄντων ἃ τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ βεβίωται, ἔνιοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, τῶν χρωμένων αὐτῷ, παραινοῦντες ἀπαλλαγῆναι καὶ καθυφεῖναι τὸν ἀγῶνα τουτονί, ἐπειδή με μὴ πείθοιεν, ὡς μὲν οὐ πολλὰ καὶ δεινὰ πεποίηκεν οὗτος καὶ δίκην ἡντινοῦν ἂν δοίη δικαίως τῶν πεπραγμένων, οὐκ ἐτόλμων λέγειν, ἐπὶ ταῦτα δ᾽ ἀπήντων ὡς ‘ἑάλωκεν ἤδη καὶ κατεψήφισται: τίνος τιμήσειν αὐτῷ προσδοκᾷς τὸ δικαστήριον; οὐχ ὁρᾷς ὅτι πλουτεῖ καὶ τριηραρχίας ἐρεῖ καὶ λῃτουργίας; σκόπει δὴ μὴ τούτοις αὑτὸν ἐξαιτήσηται, καὶ ἐλάττω πολὺ τῇ πόλει καταθεὶς ἢ ὅσα σοι δίδωσι καταγελάσῃ.’ [152] ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγιγνώσκω, οὐδ᾽ ὑπολαμβάνω τιμήσειν οὐδὲν ἐλάττονος τούτῳ ἢ ὅσον καταθεὶς οὗτος παύσεται τῆς ὕβρεως: τοῦτο δ᾽ ἐστὶ μάλιστα μὲν θάνατος, εἰ δὲ μή, πάντα τὰ ὄντ᾽ ἀφελέσθαι. ἔπειθ᾽ ὑπὲρ τῶν τούτου λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν τοιούτων λόγων ὡδὶ γιγνώσκω. [153] εἰ μέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι,
τὸ λῃτουργεῖν τοῦτο, τὸ ἐν ὑμῖν λέγειν ἐν ἁπάσαις ταῖς ἐκκλησίαις καὶ πανταχοῦ ‘ἡμεῖς οἱ λῃτουργοῦντες, ἡμεῖς οἱ προεισφέροντες ὑμῖν, ἡμεῖς οἱ πλούσιοί ἐσμεν,’ εἰ τὸ τὰ τοιαῦτα λέγειν, τοῦτ᾽ ἔστιν λῃτουργεῖν, ὁμολογῶ Μειδίαν ἁπάντων τῶν ἐν τῇ πόλει λαμπρότατον γεγενῆσθαι: ἀποκναίει γὰρ ἀηδίᾳ δήπου καὶ ἀναισθησίᾳ καθ᾽ ἑκάστην τὴν ἐκκλησίαν ταῦτα λέγων. [154] εἰ μέντοι τί ποτ᾽ ἐστὶν ἃ λῃτουργεῖ τῇ ἀληθείᾳ δεῖ σκοπεῖν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ: καὶ θεάσασθ᾽ ὡς δικαίως αὐτὸν ἐξετάσω, πρὸς ἐμαυτὸν κρίνων. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, γεγονὼς ἔτη περὶ πεντήκοντ᾽ ἴσως ἢ μικρὸν ἔλαττον οὐδὲν ἐμοῦ πλείους λῃτουργίας ὑμῖν λελῃτούργηκεν, ὃς δύο καὶ τριάκοντ᾽ ἔτη γέγονα. κἀγὼ μὲν κατ᾽ ἐκείνους τοὺς χρόνους ἐτριηράρχουν, εὐθὺς ἐκ παίδων ἐξελθών, ὅτε σύνδυ᾽ ἦμεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντ᾽ ἐκ τῶν ἰδίων οἴκων καὶ τὰς ναῦς ἐπληρούμεθ᾽ αὐτοί: [155] οὗτος δέ, ὅτε μὲν κατὰ ταύτην τὴν ἡλικίαν ἦν ἣν ἐγὼ νῦν, οὐδέπω λῃτουργεῖν ἤρχετο, τηνικαῦτα δὲ τοῦ πράγματος ἧπται, ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους πεποιήκατε συντελεῖς ὑμεῖς, παρ᾽ ὧν εἰσπραττόμενοι τάλαντον ταλάντου μισθοῦσι τὰς τριηραρχίας οὗτοι, εἶτα πληρώμαθ᾽ ἡ πόλις παρέχει καὶ σκεύη δίδωσιν, ὥστ᾽ αὐτῶν ἐνίοις τῇ ἀληθείᾳ τὸ μηδὲν ἀναλῶσαι καὶ δοκεῖν λελῃτουργηκέναι καὶ τῶν ἄλλων λῃτουργιῶν ἀτελεῖς γεγενῆσθαι περίεστιν. [156] ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοῖς κεχορήγηκέ ποθ᾽ οὗτος, ἐγὼ δ᾽ αὐληταῖς ἀνδράσιν. καὶ ὅτι τοῦτο τἀνάλωμ᾽ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου. κἀγὼ μὲν ἐθελοντὴς νῦν, οὗτος δὲ καταστὰς ἐξ ἀντιδόσεως τότε, οὗ χάριν οὐδεμίαν δήπου δικαίως ἄν τις ἔχοι. τί ἔτι; εἱστίακα τὴν φυλὴν ἐγὼ καὶ Παναθηναίοις κεχορήγηκα, οὗτος δ᾽ οὐδέτερα. [157] ἡγεμὼν συμμορίας ὑμῖν ἐγενόμην ἐγὼ ἔτη δέκα, ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ καὶ Καλλαίσχρῳ καὶ τοῖς πλουσιωτάτοις, εἰσφέρων οὐκ ἀφ᾽ ὑπαρχούσης οὐσίας (ὑπὸ γὰρ τῶν ἐπιτρόπων ἀπεστερήμην), ἀλλ᾽ ἀπὸ τῆς δόξης ὧν ὁ πατήρ μοι κατέλιπεν καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα κομίσασθαι. ἐγὼ μὲν οὖν οὕτως ὑμῖν προσενήνεγμαι, Μειδίας δὲ πῶς; οὐδέπω καὶ τήμερον συμμορίας ἡγεμὼν γέγονεν, οὐδὲν τῶν πατρῴων ἀποστερηθεὶς ὑπ᾽ οὐδενός, ἀλλὰ παρὰ τοῦ πατρὸς πολλὴν οὐσίαν παραλαβών. [158] τίς οὖν ἡ λαμπρότης, ἢ τίνες αἱ λῃτουργίαι καὶ τὰ σέμν᾽ ἀναλώματα τούτου; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ, πλὴν εἰ ταῦτά τις θεωρεῖ: οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τοσαύτην ὥστε πᾶσιν ἐπισκοτεῖν τοῖς ἐν τῷ τόπῳ, καὶ εἰς μυστήρια τὴν γυναῖκ᾽ ἄγει, κἂν ἄλλοσέ ποι βούληται, ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος, καὶ τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων διὰ τῆς ἀγορᾶς σοβεῖ, κυμβία καὶ ῥυτὰ καὶ φιάλας ὀνομάζων οὕτως ὥστε τοὺς παριόντας ἀκούειν. [159] ἐγὼ δ᾽ ὅσα μὲν τῆς ἰδίας τρυφῆς εἵνεκα Μειδίας καὶ περιουσίας κτᾶται, οὐκ οἶδ᾽ ὅ τι τοὺς πολλοὺς ὑμῶν ὠφελεῖ: ἃ δ᾽ ἐπαιρόμενος τούτοις ὑβρίζει, ἐπὶ πολλοὺς καὶ τοὺς τυχόντας ἡμῶν ἀφικνούμεν᾽ ὁρῶ. οὐ δεῖ δὴ τὰ τοιαῦθ᾽ ἑκάστοτε τιμᾶν οὐδὲ θαυμάζειν ὑμᾶς, οὐδὲ τὴν φιλοτιμίαν ἐκ τούτων κρίνειν, εἴ τις οἰκοδομεῖ λαμπρῶς ἢ θεραπαίνας κέκτηται πολλὰς ἢ σκεύη καλά, ἀλλ᾽ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ, ὧν ἅπασι μέτεστι τοῖς πολλοῖς ὑμῶν: ὧν οὐδὲν εὑρήσετε τούτῳ προσόν.

 

‹ Prev