Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 189
Delphi Complete Works of Demosthenes Page 189

by Demosthenes


  [184] ἃ τοίνυν οὐδενὸς τῶν εἰρημένων ἧττον ἀναγκαῖον εἶναι νομίζω πρὸς ὑμᾶς εἰπεῖν, ταῦτ᾽ εἰπὼν ἔτι καὶ βραχέα περὶ τούτων διαλεχθεὶς καταβήσομαι. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλη τοῖς ἀδικοῦσιν ἅπασι μερὶς καὶ πλεονεξία ἡ τῶν ὑμετέρων τρόπων πραότης. ὅτι δὴ ταύτης οὐδ᾽ ὁτιοῦν ὑμῖν μεταδοῦναι τούτῳ προσήκει, ταῦτ᾽ ἀκούσατέ μου. ἐγὼ νομίζω πάντας ἀνθρώπους ἐράνους φέρειν παρὰ πάντα τὸν βίον αὑτοῖς, οὐχὶ τούσδε μόνους οὓς συλλέγουσί τινες καὶ ὧν πληρωταὶ γίγνονται, ἀλλὰ καὶ ἄλλους. [185] οἷον ἔστι μέτριος καὶ φιλάνθρωπός τις ἡμῶν καὶ πολλοὺς ἐλεῶν: τούτῳ ταὐτὸ δίκαιον ὑπάρχειν παρὰ πάντων, ἄν ποτ᾽ εἰς χρείαν καὶ ἀγῶν᾽ ἀφίκηται. ἄλλος οὑτοσί τις ἀναιδὴς καὶ πολλοὺς ὑβρίζων, καὶ τοὺς μὲν πτωχούς, τοὺς δὲ καθάρματα, τοὺς δ᾽ οὐδ᾽ ἀνθρώπους ὑπολαμβάνων: τούτῳ τὰς αὐτὰς δίκαιον ὑπάρχειν φοράς, ἅσπερ αὐτὸς εἰσενήνοχε τοῖς ἄλλοις. ἂν τοίνυν ὑμῖν ἐπίῃ σκοπεῖν, τούτου πληρωτὴν εὑρήσετε Μειδίαν ὄντα τοῦ ἐράνου, καὶ οὐκ ἐκείνου.

  [186] οἶδα τοίνυν ὅτι τὰ παιδί᾽ ἔχων ὀδυρεῖται, καὶ πολλοὺς λόγους καὶ ταπεινοὺς ἐρεῖ, δακρύων καὶ ὡς ἐλεινότατον ποιῶν ἑαυτόν. ἔστι δ᾽, ὅσῳ περ ἂν αὑτὸν νῦν ταπεινότερον ποιῇ, τοσούτῳ μᾶλλον ἄξιον μισεῖν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι εἰ μὲν μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι οὕτως ἀσελγὴς καὶ βίαιος ἦν ἐπὶ τοῦ παρεληλυθότος βίου, τῇ φύσει καὶ τῇ τύχῃ, δι᾽ ἣν τοιοῦτος ἐγένετο, ἄξιον ἦν ἄν τι τῆς ὀργῆς ἀνεῖναι: εἰ δ᾽ ἐπιστάμενος μέτριον παρέχειν αὑτὸν ὅταν βούληται τὸν ἐναντίον ἢ τοῦτον τὸν τρόπον εἵλετο ζῆν, εὔδηλον δήπου τοῦθ᾽ ὅτι καὶ νῦν ἂν διακρούσηται, πάλιν αὐτὸς ἐκεῖνος ὃν ὑμεῖς ἴστε γενήσεται. [187] οὐ δεῖ δὴ προσέχειν, οὐδὲ τὸν παρόντα καιρόν, ὃν οὗτος ἐξεπίτηδες πλάττεται, κυριώτερον οὐδὲ πιστότερον τοῦ παντός, ὃν αὐτοὶ σύνιστε, χρόνου ποιήσασθαι. ἐμοὶ παιδί᾽ οὐκ ἔστιν, οὐδ᾽ ἂν ἔχοιμι ταῦτα παραστησάμενος κλάειν καὶ δακρύειν ἐφ᾽ οἷς ὑβρίσθην. διὰ τοῦτ᾽ ἄρα τοῦ πεποιηκότος ὁ πεπονθὼς ἔλαττον ἕξω παρ᾽ ὑμῖν; [188] μὴ δῆτα: ἀλλ᾽ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθ᾽ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον ὃν ὀμωμόκατε, τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθ᾽ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθ᾽ ἂν ἢ τούτῳ: καὶ γὰρ ὀμωμόκατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθ᾽ ὅσ᾽ ἔστ᾽ ἀγάθ᾽ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.

  [189] καὶ ‘ῥήτωρ ἐστὶν οὗτος’ ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δ᾽, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτ᾽ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμ᾽ ἂν οὔτ᾽ ἀπαρνοῦμαι τοῦτο τοὔνομα: εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δ᾽ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφ᾽ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ: εἴληφα μὲν γὰρ οὐδ᾽ ὁτιοῦν παρ᾽ ὑμῶν, τὰ δ᾽ ὄντ᾽ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντ᾽ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρ᾽ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφ᾽ οἷς ἐλῃτούργουν ὑβρίζειν. [190] ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται. καὶ οὐδενὶ μέμφομαι: οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτ᾽ εἶπον, ἀλλ᾽ ἁπλῶς κατ᾽ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι. ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθ᾽ ἐφεξῆς. καίτοι πῶς ἐστι δίκαιον, τοὔνομα μὲν τοῦθ᾽ ὡς ὄνειδος προφέρειν ἐμοί, διὰ τούτων δ᾽ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι;

  [191] τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτ᾽ ἐρεῖ, ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν. ἐγὼ δ᾽ ἐσκέφθαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, καὶ μεμελετηκέναι γ᾽ ὡς ἐνῆν μάλιστ᾽ ἐμοί: καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς: [192] γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν: ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατ᾽ ἂν ταύτην ἔχοι τὴν αἰτίαν, οὐχ ὁ ἐσκεμμένος οὐδ᾽ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν. ἐγὼ μὲν οὖν τοῦτο ποιῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὐτὸς ὁμολογῶ: Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτ᾽ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν: εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτ᾽ αὐτῷ σκοπεῖν, οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος.

  [193] οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου κατηγορεῖν ὀκνήσειν οὐδὲ τῆς ἐκκλησίας, ἀλλ᾽ ἅπερ τότ᾽ ἐτόλμα λέγειν ὅτ᾽ ἦν ἡ προβολή, ταῦτα καὶ νῦν ἐρεῖν, ὡς ὅσοι δέον ἐξιέναι κατέμενον καὶ ὅσοι τὰ φρούρι᾽ ἦσαν ἔρημα λελοιπότες, ἐξεκλησίασαν, καὶ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν οἳ κατεχειροτόνησαν αὐτοῦ. [194] εἰς γὰρ τοῦτο θράσους καὶ ἀναιδείας τότ᾽ ἀφίκετ᾽, ὦ ἄνδρες δικασταί, ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν, ὥστε κακῶς λέγων καὶ ἀπειλῶν καὶ βλέπων εἰς τὸν
ἀεὶ θορυβοῦντα τόπον τῆς ἐκκλησίας καταπλήξειν ᾤετο τὸν δῆμον ἅπαντα. ᾗ καὶ γελοῖ᾽ εἶναι τὰ νῦν, οἶμαι, δάκρυ᾽ εἰκότως ἂν αὐτοῦ δοκοίη. [195] τί λέγεις, ὦ μιαρὰ κεφαλή; σὺ τὰ σαυτοῦ παιδί᾽ ἀξιώσεις ἐλεεῖν ἢ σὲ τούσδε, ἢ σπουδάζειν εἰς τὰ σά, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους; σὺ μόνος τῶν ὄντων ἀνθρώπων ἐπὶ μὲν τοῦ βίου τοσαύτης ὑπερηφανίας πλήρης ὢν πάντων ἀνθρώπων ἔσει φανερώτατος, ὥστε καὶ πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα, λυπεῖσθαι τὴν σὴν θρασύτητα καὶ φωνὴν καὶ τὸ σχῆμα καὶ τοὺς σοὺς ἀκολούθους καὶ πλοῦτον καὶ ὕβριν θεωροῦντας, ἐν δὲ τῷ κρίνεσθαι παραχρῆμ᾽ ἐλεηθήσει; [196] μεγάλην μέντἂν ἀρχήν, μᾶλλον δὲ τέχνην, εἴης εὑρηκώς, εἰ δύο τἀναντιώταθ᾽ ἑαυτοῖς ἐν οὕτω βραχεῖ χρόνῳ περὶ σαυτὸν δύναιο ποιεῖσθαι, φθόνον ἐξ ὧν ζῇς, καὶ ἐφ᾽ οἷς ἐξαπατᾷς ἔλεον. οὐκ ἔστιν οὐδαμόθεν σοι προσήκων ἔλεος οὐδὲ καθ᾽ ἕν, ἀλλὰ τοὐναντίον μῖσος καὶ φθόνος καὶ ὀργή: τούτων γὰρ ἄξια ποιεῖς. ἀλλ᾽ ἐπ᾽ ἐκεῖν᾽ ἐπάνειμι, ὅτι τοῦ δήμου κατηγορήσει καὶ τῆς ἐκκλησίας. [197] ὅταν οὖν τοῦτο ποιῇ, ἐνθυμεῖσθε παρ᾽ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, ὅτι οὗτος τῶν μεθ᾽ ἑαυτοῦ στρατευσαμένων ἱππέων, ὅτ᾽ εἰς Ὄλυνθον διέβησαν, ἐλθὼν πρὸς ὑμᾶς εἰς τὴν ἐκκλησίαν κατηγόρει. πάλιν νῦν μείνας πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου κατηγορήσει. πότερον οὖν ὑμεῖς, ἐάν τε μένητε ἐάν τ᾽ ἐξίητε, ὁμολογήσετ᾽ εἶναι τοιοῦτοι οἵους Μειδίας ὑμᾶς ἀποφαίνει, ἢ τοὐναντίον τοῦτον ἀεὶ καὶ πανταχοῦ θεοῖς ἐχθρὸν καὶ βδελυρόν; ἐγὼ μὲν οἶμαι τοῦτον τοιοῦτον: ὃν γὰρ οὐχ ἱππεῖς, οὐ συνάρχοντες, οὐ φίλοι δύνανται φέρειν, τί τοῦτον εἴπῃ τις; [198] ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν (εἰρήσεται γάρ, εἴτ᾽ ἄμεινον εἴτε μή,) ὅθ᾽ οὗτος ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει, ἔνδηλοί τινες ἦσαν ἀχθόμενοι τῶν πάνυ τούτῳ λαλούντων ἡδέως. καὶ νὴ Δί᾽ αὐτοῖς πολλὴ συγγνώμη: οὐ γάρ ἐστι φορητὸς ἅνθρωπος, ἀλλὰ καὶ πλουτεῖ μόνος καὶ λέγειν δύναται μόνος, καὶ πάντες εἰσὶ τούτῳ καθάρματα καὶ πτωχοὶ καὶ οὐδ᾽ ἄνθρωποι. [199] τὸν οὖν ἐπὶ ταύτης τῆς ὑπερηφανίας ὄντα, νῦν ἐὰν ἀποφύγῃ, τί ποιήσειν οἴεσθε; ἐξ ὅτου δὲ τοῦτ᾽ ἂν εἰδείητ᾽ ἐγὼ φράσω: εἰ τοῖς μετὰ τὴν χειροτονίαν τεκμηρίοις θεωρήσαιτε. τίς γάρ ἐστιν ὅστις καταχειροτονηθὲν αὐτοῦ, καὶ ταῦτ᾽ ἀσεβεῖν περὶ τὴν ἑορτήν, εἰ καὶ μηδεὶς ἄλλος ἐπῆν ἀγὼν ἔτι μηδὲ κίνδυνος, οὐκ ἂν ἐπ᾽ αὐτῷ τούτῳ κατέδυ καὶ μέτριον παρέσχεν ἑαυτὸν τόν γε δὴ μέχρι τῆς κρίσεως χρόνον, εἰ καὶ μὴ πάντα; οὐδεὶς ὅστις οὐκ ἄν. [200] ἀλλ᾽ οὐ Μειδίας, ἀλλ᾽ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις: Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητ᾽ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλ᾽ ἐνδεικνύμενος ἢ ὅτι ‘ἐγὼ οὐδὲν πέπονθ᾽ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικ᾽ οὐδὲ φοβοῦμαι τὸν μέλλοντ᾽ ἀγῶνα.’ [201] ὃς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὲν ὑμᾶς δεδιέναι δοκεῖν αἰσχρὸν ἡγεῖται, τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν νεανικόν, τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει; οὐδὲ γὰρ ἕξειν ὑμᾶς ὅ τι χρήσεσθ᾽ αὐτῷ νομίζει. πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής, — ποῦ ληφθήσεται, νῦν ἐὰν διακρούσηται;

 

‹ Prev