by Demosthenes
[202] ἀλλ᾽ ἔγωγε, εἰ μηδενὸς εἵνεκα τῶν ἄλλων, τῶν γε δημηγοριῶν ὧν ἑκάστοτε δημηγορεῖ, καὶ ἐν οἷς καιροῖς, τὴν μεγίστην ἂν αὐτὸν δικαίως οἶμαι δίκην δοῦναι. ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι, ἂν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τῇ πόλει καὶ τοιοῦτον οἷον εὐφρᾶναι πάντας, οὐδαμοῦ πώποτε Μειδίας τῶν συνηδομένων οὐδὲ τῶν συγχαιρόντων ἐξητάσθη τῷ δήμῳ, ἂν δέ τι φλαῦρον, [203] ὃ μηδεὶς ἂν βούλοιτο τῶν ἄλλων, πρῶτος ἀνέστηκεν εὐθέως καὶ δημηγορεῖ, ἐπεμβαίνων τῷ καιρῷ καὶ τῆς σιωπῆς ἀπολαύων ἣν ἐπὶ τῷ περὶ τῶν συμβεβηκότων ἄχθεσθαι ποιεῖσθ᾽ ὑμεῖς: ‘τοιοῦτοι γάρ ἐστ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: οὐ γὰρ ἐξέρχεσθε, οὐδ᾽ οἴεσθε δεῖν χρήματ᾽ εἰσφέρειν. εἶτα θαυμάζετ᾽ εἰ κακῶς τὰ πράγμαθ᾽ ὑμῖν ἔχει; ἔμ᾽ οἴεσθ᾽ ὑμῖν εἰσοίσειν, ὑμεῖς δὲ νεμεῖσθαι; ἔμ᾽ οἴεσθε τριηραρχήσειν, ὑμεῖς δ᾽ οὐκ ἐμβήσεσθαι;’ [204] τοιαῦθ᾽ ὑβρίζων καὶ τὴν ἀπὸ τῆς ψυχῆς πικρίαν καὶ κακόνοιαν, ἣν κατὰ τῶν πολλῶν ὑμῶν ἔχων ἀφανῆ παρ᾽ ἑαυτῷ περιέρχεται, φανερὰν ἐπὶ τοῦ καιροῦ καθιστάς. δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς οὕτω νῦν, ὅταν ἐξαπατῶν καὶ φενακίζων ὀδύρηται καὶ κλάῃ καὶ δέηται, ταῦθ᾽ ὑποβάλλειν αὐτῷ: ‘τοιοῦτος γὰρ εἶ, Μειδία: ὑβριστὴς γὰρ εἶ, οὐκ ἐθέλεις ἔχειν παρὰ σεαυτῷ τὼ χεῖρε. εἶτα θαυμάζεις εἰ κακὸς κακῶς ἀπολεῖ; ἀλλὰ νομίζεις ἡμᾶς μὲν ἀνέξεσθαί σου, αὐτὸς δὲ τυπτήσειν; καὶ ἡμᾶς μὲν ἀποψηφιεῖσθαί σου, σὺ δ᾽ οὐ παύσεσθαι;’
[205] καὶ βοηθοῦσιν οἱ λέγοντες ὑπὲρ αὐτοῦ, οὐχ οὕτω τούτῳ χαρίσασθαι μὰ τοὺς θεοὺς βουλόμενοι, ὡς ἐπηρεάζειν ἐμοὶ διὰ τὴν ἰδίαν ἔχθραν, ἣν οὗτος αὑτῷ πρὸς ἐμέ, ἄν τ᾽ ἐγὼ φῶ ἄν τε μὴ φῶ, φησὶν εἶναι καὶ βιάζεται, οὐκ ὀρθῶς: ἀλλὰ κινδυνεύει τὸ λίαν εὐτυχεῖν ἐνίοτ᾽ ἐπαχθεῖς ποιεῖν: ὅπου γὰρ ἐγὼ μὲν οὐδὲ πεπονθὼς κακῶς ἐχθρὸν εἶναί μοι τοῦτον ὁμολογῶ, οὗτος δ᾽ οὐδ᾽ ἀφιέντ᾽ ἀφίησιν, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγῶσιν ἀπαντᾷ καὶ νῦν ἀναβήσεται μηδὲ τῆς κοινῆς τῶν νόμων ἐπικουρίας ἀξιῶν ἐμοὶ μετεῖναι, πῶς οὐχ οὗτος ἐπαχθής ἐστιν ἤδη καὶ μείζων ἢ καθ᾽ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει; [206] ἔτι τοίνυν παρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καθῆτ᾽ Εὔβουλος ἐν τῷ θεάτρῳ, ὅθ᾽ ὁ δῆμος κατεχειροτόνησε Μειδίου, καὶ καλούμενος ὀνομαστὶ καὶ ἀντιβολοῦντος τούτου καὶ λιπαροῦντος, ὡς ὑμεῖς ἴστε, οὐκ ἀνέστη. καὶ μὴν εἰ μὲν μηδὲν ἠδικηκότος ἡγεῖτο τὴν προβολὴν γεγενῆσθαι, τότ᾽ ἔδει τόν γε φίλον δήπου συνειπεῖν καὶ βοηθῆσαι: εἰ δὲ καταγνοὺς ἀδικεῖν τότε, διὰ ταῦτ᾽ οὐχ ὑπήκουσεν, νῦν δ᾽, ὅτι προσκέκρουκεν ἐμοί, διὰ ταῦτα τοῦτον ἐξαιτήσεται, ὑμῖν οὐχὶ καλῶς ἔχει χαρίσασθαι: [207] μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ τηλικοῦτος, ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι. ἀλλ᾽ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν, Εὔβουλε, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκ οἶδ᾽ ἀνθ᾽ ὅτου, δύνασαι μὲν καὶ πολιτεύει, κατὰ τοὺς νόμους δ᾽ ἥντινα βούλει παρ᾽ ἐμοῦ δίκην λάμβανε, ὧν δ᾽ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην, μή μ᾽ ἀφαιροῦ τὴν τιμωρίαν. εἰ δ᾽ ἀπορεῖς ἐκείνως με κακῶς ποιῆσαι, εἴη ἂν καὶ τοῦτο σημεῖον τῆς ἐμῆς ἐπιεικείας, εἰ τοὺς ἄλλους ῥᾳδίως κρίνων ἐμὲ μηδὲν ἔχεις ἐφ᾽ ὅτῳ τοῦτο ποιήσεις.
[208] πέπυσμαι τοίνυν καὶ Φιλιππίδην καὶ Μνησαρχίδην καὶ Διότιμον τὸν Εὐωνυμέα καὶ τοιούτους τινὰς πλουσίους καὶ τριηράρχους ἐξαιτήσεσθαι καὶ λιπαρήσειν παρ᾽ ὑμῶν αὐτόν, αὑτοῖς ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην. περὶ ὧν οὐδὲν ἂν εἴποιμι πρὸς ὑμᾶς φλαῦρον ἐγώ (καὶ γὰρ ἂν μαινοίμην): ἀλλ᾽ ἃ θεωρεῖν ὑμᾶς, ὅταν οὗτοι δέωνται, δεῖ καὶ λογίζεσθαι, ταῦτ᾽ ἐρῶ. [209] ἐνθυμεῖσθ᾽, ὦ ἄνδρες δικασταί, εἰ γένοιντο (ὃ μὴ γένοιτ᾽ οὐδ᾽ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθ᾽ οἷα Μειδίας εἰς ἐμέ, ἀλλ᾽ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης ἢ τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γ᾽ ἂν χαρίσαιντο, οὐ γάρ; ἢ δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλ᾽ οὐκ ἂν εὐθέως εἴποιεν ‘τὸν δὲ βάσκανον, τὸν δ᾽ ὄλεθρον, τοῦτον δ᾽ ὑβρίζειν, ἀναπνεῖν δέ; ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;’ [210] μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν ἄλλως πως ἔχεθ᾽ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλ᾽ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθ᾽ ἐστίν, ἃ τούτους οὐδεὶς κωλύει κεκτῆσθαι: μὴ τοίνυν μηδ᾽ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι. [211] οὐδὲν δεινὸν οὐδ᾽ ἐλεινὸν Μειδίας πείσεται, ἂν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, οὓς νῦν ὑβρίζει καὶ πτωχοὺς ἀποκαλεῖ, ἃ δὲ νῦν περιόντ᾽ αὐτὸν ὑβρίζειν ἐπαίρει, περιαιρεθῇ. οὐδ᾽ οὗτοι δήπου ταῦθ᾽ ὑμῶν εἰσι δίκαιοι δεῖσθαι, ‘μὴ κατὰ τοὺς νόμους δικάσητ᾽, ἄνδρες δικασταί: μὴ βοηθήσητε τῷ πεπονθότι δεινά: μὴ εὐορκεῖτε: ἡμῖν δότε τὴν χάριν ταύτην.’ ταῦτα γάρ, ἄν τι δέωνται περὶ τούτου, δεήσονται, κἂν μὴ ταῦτα λέγωσι τὰ ῥήματα. [212] ἀλλ᾽ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας
ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστ᾽ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δ᾽ αὐτῷ παρ᾽ ἑαυτῶν δόντων, ἵν᾽ ὑμεῖς μὲν ἐφ᾽ οἷς εἰσήλθετ᾽ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρ᾽ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δ᾽ οὗτοι χρήματ᾽ ἔχοντες μὴ πρόοιντ᾽ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι;
[213] πλούσιοι πολλοὶ συνεστηκότες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι δι᾽ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλ᾽ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφ᾽ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφ᾽ ἧς νῦν ἐστέ. [214] καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθ᾽ ὅτ᾽ ἦν ἡ προβολή, τὰ πεπραγμέν᾽ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν: καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτ᾽ εἶναι, καὶ πόλλ᾽ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι. [215] νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρ᾽ αὐτὰ τἀδικήμαθ᾽ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε, ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτ᾽ ἀνεκράγετε, ὡς, τοῦτ᾽ ἐκεῖνο, χρήματά μου ληψομένου, [216] ὥστε μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντ᾽ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτ᾽ ἀπαντῶντες ‘ὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει: θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι’ τοιαῦτα λέγοντες: ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμ᾽ εἶναι, ἐν ἱερῷ δ᾽ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δ᾽ ἐγὼ καὶ οὐ προὔδωκ᾽ οὔθ᾽ ὑμᾶς οὔτ᾽ ἐμαυτόν, τηνικαῦτ᾽ ἀποψηφιεῖσθ᾽ ὑμεῖς. [217] μηδαμῶς: πάντα γὰρ τὰ αἴσχιστ᾽ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δ᾽ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότ᾽ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν ὁ δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν. [218] οὐ τοίνυν οἷόν τ᾽ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδ᾽ ἀνεξέταστον εἶναι τί ποθ᾽ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε: ἀλλ᾽ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δ᾽ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδ᾽ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλ᾽ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκ᾽ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερ᾽ οὖν τούτου γενομένου κρεῖττον αὖθις ἢ νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν: κοινὴ γὰρ ἡ κρίσις, καὶ τἀδικήματα πάντ᾽ ἐφ᾽ οἷς νῦν κρίνεται κοινά.
[219] ἔτι δ᾽ οὐκ ἔμ᾽ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδ᾽ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷ᾽ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθ᾽ ὅτι οὐδ᾽ ἐχορηγεῖθ᾽ ἅμα πάντες, οὐδὲ δύναιτ᾽ ἄν ποθ᾽ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι. [220] ἀλλ᾽ ὅταν εἷς ὁ παθὼν μὴ λάβῃ δίκην, τόθ᾽ ἕκαστον αὐτὸν χρὴ προσδοκᾶν τὸν πρῶτον μετὰ ταῦτ᾽ ἀδικησόμενον γενήσεσθαι, καὶ μὴ παρορᾶν τὰ τοιαῦτα, μηδ᾽ ἐφ᾽ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλ᾽ ὡς ἐκ πλείστου φυλάττεσθαι. μισεῖ Μειδίας ἴσως ἐμέ, ὑμῶν δέ γ᾽ ἕκαστον ἄλλος τις. ἆρ᾽ οὖν συγχωρήσαιτ᾽ ἂν τοῦτον, ὅστις ἐστὶν ἕκαστος ὁ μισῶν, κύριον γενέσθαι τοῦ ταῦθ᾽ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι; ἐγὼ μὲν οὐκ οἶμαι. μὴ τοίνυν μηδ᾽ ἔμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε τούτῳ. [221] ὁρᾶτε δέ: αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδ᾽ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτ᾽ εἰ φίλος οὔτ᾽ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γ᾽ εἰ μέγας ἢ μικρός, ἢ ἰσχυρὸς ἢ ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. τί δήποτε; ὅτι τῇ ψυχῇ τοῦτ᾽ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδέν᾽ ἕλξειν μηδ᾽ ὑβριεῖν μηδὲ τυπτήσειν. [222] εἶτ᾽ ἐφ᾽ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν: οὐ γὰρ ἔτ᾽ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότ᾽ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτ᾽ ἐμὲ μήθ᾽ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους. [223] καὶ γὰρ αὐτὸ τοῦτ᾽ εἰ ‘θέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτ᾽ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θ᾽ ὁποσουσοῦν ἡ πόλις καθίσ�
��, οὔτε τῷ μεθ᾽ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτ᾽ ἄν, οὔτε τῷ τὰ σώματ᾽ ἄριστ᾽ ἔχειν καὶ μάλιστ᾽ ἰσχύειν τοὺς δικάζοντας, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν. [224] ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρ᾽ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ: γράμματα γὰρ γεγραμμέν᾽ ἐστί, καὶ οὐχὶ δύναιντ᾽ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτ᾽ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θ᾽ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις. [225] δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφ᾽ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτ᾽ ἔλεον μήτ᾽ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, δι᾽ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην.