Book Read Free

Delphi Complete Works of Demosthenes

Page 191

by Demosthenes


  [226] ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντ᾽ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθ᾽ ἃ μίσους ἐστὶ σημεῖ᾽ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρ᾽ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθ᾽ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθ᾽ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ: [227] ἐπειδὴ δ᾽ ἐξελήλεγκται, καὶ προκατέγνωκεν ὁ δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντ᾽ ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετ᾽ ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις;

  πάντων οὖν εἵνεκα τῶν εἰρημένων, καὶ μάλιστα τοῦ θεοῦ χάριν περὶ οὗ τὴν ἑορτὴν ἀσεβῶν οὗτος ἑάλωκεν, τὴν ὁσίαν καὶ δικαίαν θέμενοι ψῆφον τιμωρήσασθε τοῦτον.

  κατὰ Ἀνδροτίωνος Παρανόμων

  ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ᾽ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρ᾽ οἷός τ᾽ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτ᾽ εἶναι τῶν ἐμοὶ γεγενημένων δι᾽ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γ᾽ εἰς χρήματα καὶ τὸ παρ᾽ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη: ἐμὲ δ᾽ οὐδ᾽ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθ᾽ ὑπὸ τούτου παρ᾽ ὑμῖν ἐπιστεύθη. [2] αἰτιασάμενος γάρ με, ἃ καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρ᾽ ὡς ἀπέκτον᾽ ἐγὼ τὸν ἐμαυτοῦ, καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπ᾽ ἐμέ, ἀλλ᾽ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντ᾽ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν: ὃν εἰ συνέβη τόθ᾽ ἁλῶναι, τίς ἂν ἀθλιώτερ᾽ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν ἢ φίλος ἢ ξένος εἰς ταὐτό ποτ᾽ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δ᾽ ἂν εἴασε πόλις που παρ᾽ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτ᾽ ἀσέβημα δοκοῦντ᾽ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία. [3] ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρ᾽ ὑμῖν ἀπελυσάμην, ἀλλ᾽ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων: τουτονὶ δὲ μεθ᾽ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντ᾽ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω: περὶ δ᾽ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγ᾽ ὑμᾶς ἔβλαψεν, ἅ μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δ᾽ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι. [4] ἐγὼ γὰρ εἰ μὲν ἑώρων τιν᾽ ἁπλῆν τούτῳ περὶ ὧν φεύγει πρὸς ὑμᾶς οὖσαν ἀπολογίαν, οὐκ ἂν ἐποιούμην περὶ αὐτῆς μνείαν οὐδεμίαν. νῦν δ᾽ οἶδα σαφῶς ὅτι οὗτος ἁπλοῦν μὲν οὐδὲ δίκαιον οὐδὲν ἂν εἰπεῖν ἔχοι, ἐξαπατᾶν δ᾽ ὑμᾶς πειράσεται πλάττων καὶ παράγων πρὸς ἕκαστα τούτων κακούργους λόγους. ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τεχνίτης τοῦ λέγειν καὶ πάντα τὸν βίον ἐσχόλακεν ἐν τούτῳ. ὑπὲρ οὖν τοῦ μὴ παρακρουσθέντας ὑμᾶς ἐναντία μὲν τοῖς ὀμωμοσμένοις πεισθῆναι ψηφίσασθαι, ἀφεῖναι δὲ τοῦτον ὃν ὑμῖν πολλῶν ἕνεκ᾽ ἄξιον κολάσαι, προσέχετε τὸν νοῦν οἷς ἐρῶ, ἵν᾽ ἀκούσαντες ἐμοῦ πρὸς ἕκαστον τῶν ὑπὸ τούτου ῥηθησομένων ἔχηθ᾽ ὑπολαμβάνειν ἃ δεῖ.

  [5] ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος περὶ τοῦ ἀπροβουλεύτου. νόμος ἐστί, φησίν, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς, διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ. ταῦτ᾽ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος, ἔδοξεν. οὐδὲν δεῖ, φησί, προβουλεύματος ἐνταῦθα: κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα. ἐγὼ δ᾽ αὐτὸ τοὐναντίον οἴομαι, νομίζω δὲ καὶ ὑμῖν συνδόξειν, περὶ τούτων δεῖν τὰ προβουλεύματ᾽ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι, ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου. [6] φησὶ τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτ᾽ ἔχουσι παρ᾽ ὑμῶν δωρειάν, καὶ οὐδὲ μιᾷ γεγενῆσθαι προβούλευμα πώποτε. ἐγὼ δ᾽ οἴομαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾽ οἶδα σαφῶς: οὐ μὴν ἀλλ᾽ εἰ τοῦτο τοιοῦτ᾽ ἐστὶν τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία, οὐχ ὅτι πολλάκις ἡμάρτηται δήπου πρότερον, διὰ τοῦτ᾽ ἐπεξαμαρτητέον ἐστὶ καὶ νῦν, ἀλλὰ τοὐναντίον ἀρκτέον, ὡς ὁ νόμος κελεύει, τὰ τοιαῦτα ποιεῖν ἀναγκάζειν ἀπὸ σοῦ πρώτου. [7] σὺ δὴ μὴ λέγ᾽ ὡς γέγονεν τοῦτο πολλάκις, ἀλλ᾽ ὡς οὕτω προσήκει γίγνεσθαι. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτ᾽ ἐμιμήσω, διὰ τοῦτ᾽ ἀποφεύγοις ἂν δικαίως, ἀλλὰ πολλῷ μᾶλλον ἁλίσκοιο: ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδ᾽ οὐκ ἂν ἔγραψας, οὕτως, ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.

  [8] περὶ τοίνυν τοῦ νόμου τοῦ διαρρήδην οὐκ ἐῶντος ἐξεῖναι μὴ ποιησαμένῃ τῇ βουλῇ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἄξιόν ἐστιν ἀκοῦσαι τὴν ἀπολογίαν ἣν ποιήσεται, καὶ θεωρῆσαι τὴν ἀναίδειαν τοῦ τρόπου δι᾽ ὧν ἐγχειρεῖ λέγειν. ὁ νόμος, φησίν,
οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρειάν, ἐὰν μὴ ποιήσηται τὰς τριήρεις: ὁμολογῶ. δοῦναι δέ γ᾽ οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον. ἐγὼ δ᾽, εἰ μὲν ἔδωκ᾽ αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα: εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν ἐν ὅλῳ τῷ ψηφίσματι, ἀλλ᾽ ἕτερ᾽ ἄττα λέγω δι᾽ ἃ τὴν βουλὴν στεφανῶ, πῶς παρὰ τὸν νόμον εἴρηκα; [9] ἔστι δὴ πρὸς ταῦτ᾽ οὐ χαλεπὸν τὰ δίκαι᾽ ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ὁ ταῦτ᾽ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως ἡ βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή: καίτοι τούς γε μὴ αἰτοῦντας μηδὲ λαβεῖν ἀξιοῦντας τὴν ἀρχὴν οὐδ᾽ ἐπερωτᾶν προσῆκεν. [10] πρὸς τοίνυν τούτοις ἔστιν ἃ Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτ᾽ οὐ παρ᾽ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλ᾽ αὐτοὶ παρόντες ἴστ᾽ ἐν τῷ δήμῳ γενόμενα. ὥσθ᾽ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθ᾽ ὑπολαμβάνετε: ὅτι δ᾽ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς ὁ νόμος, καὶ τοῦτ᾽ ἐπιδείξω. [11] διὰ ταῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔχει τὸν τρόπον ὁ νόμος, μὴ ἐξεῖναι τῇ βουλῇ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἵνα μηδὲ πεισθῆναι μηδ᾽ ἐξαπατηθῆναι γένοιτ᾽ ἐπὶ τῷ δήμῳ. οὐ γὰρ ᾤετο δεῖν ὁ τιθεὶς τὸν νόμον ἐπὶ τῇ τῶν λεγόντων δυνάμει τὸ πρᾶγμα καταστῆσαι, ἀλλ᾽ ὃ δίκαιον ἦν εὑρεῖν ἅμα καὶ συμφέρον τῷ δήμῳ, νόμῳ τετάχθαι. τὰς τριήρεις οὐ πεποίησαι; μὴ τοίνυν αἴτει τὴν δωρειάν. ὅπου δ᾽ αἰτεῖν οὐκ ἐᾷ, πῶς οὐ σφόδρα δοῦναί γε κωλύει;

  [12] ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο ἐξετάσαι, τί δήποτε, ἂν τἄλλα πάνθ᾽ ἡ βουλὴ καλῶς βουλεύσῃ καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, τὴν δωρειὰν οὐκ ἔξεστιν αἰτῆσαι. εὑρήσετε γὰρ τοῦτο τὸ ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. οἶμαι γὰρ ἂν μηδέν᾽ ἀντειπεῖν ὡς οὐχ, ὅσα πώποτε τῇ πόλει γέγον᾽ ἢ νῦν ἔστ᾽ ἀγάθ᾽ ἢ θάτερα, ἵνα μηδὲν εἴπω φλαῦρον, ἐκ τῆς τῶν τριήρων τὰ μὲν κτήσεως, τὰ δ᾽ ἀπουσίας γέγονεν. [13] οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται. [14] εἶεν: ἀλλ᾽ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά. ἀλλ᾽ ἃ πάντες ἑοράκατε, ἴσθ᾽ ὅτι πρώην Εὐβοεῦσιν ἡμερῶν τριῶν ἐβοηθήσατε καὶ Θηβαίους ὑποσπόνδους ἀπεπέμψατε. ἆρ᾽ οὖν ταῦτ᾽ ἐπράξατ᾽ ἂν οὕτως ὀξέως, εἰ μὴ ναῦς εἴχετε καινὰς ἐν αἷς ἐβοηθήσατε; ἀλλ᾽ οὐκ ἂν ἐδύνασθε. ἄλλα πόλλ᾽ ἔχοι τις ἂν εἰπεῖν ἃ τῇ πόλει γέγον᾽ ἐκ τοῦ ταύτας κατεσκευάσθαι καλῶς ἀγαθά. [15] εἶεν: ἐκ δὲ τοῦ κακῶς πόσα δεινά; τὰ μὲν πόλλ᾽ ἐάσω: ἀλλ᾽ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; τὸν τελευταῖον γὰρ ἴστε τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτ᾽ ἀποστεῖλαι δυνήσεσθαι, πῶς διέκειθ᾽ ἡ πόλις: ἴστ᾽ ὀρόβους ὄντας ὠνίους. ἐπειδὴ δ᾽ ἀπεστείλατε, εἰρήνης ἐτύχεθ᾽ ὁποίας τινὸς ἐβούλεσθε. [16] ὥστε δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι, τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφ᾽ ἑκάτερα τῶν τριήρων, τοῦτον ὅρον τεθήκατε τῇ βουλῇ, πότερ᾽ αὐτὴν δεῖ λαβεῖν τὴν δωρειὰν ἢ οὔ. εἰ γὰρ πάντα τἄλλα διοικήσειε καλῶς, δι᾽ ὧν δὲ τό τ᾽ ἐξ ἀρχῆς ταῦτ᾽ ἐκτησάμεθα καὶ νῦν σῴζομεν, ταύτας μὴ ποιήσαιτο, τὰς τριήρεις λέγω, οὐδὲν ἐκείνων ὄφελος: τὴν γὰρ τῶν ὅλων σωτηρίαν πρῶτον ὑπάρχειν δεῖ παρεσκευασμένην τῷ δήμῳ. οὗτος τοίνυν εἰς τοῦτ᾽ ἐλήλυθε τοῦ νομίζειν αὑτῷ καὶ λέγειν καὶ γράφειν ἐξεῖναι πᾶν ὅ τι ἂν βούληται, ὥστε βεβουλευκυίας μὲν τἄλλ᾽ ὃν τρόπον ὑμεῖς ἀκούετε τῆς βουλῆς, οὐ πεποιημένης δὲ τὰς τριήρεις, γέγραφεν δοῦναι τὴν δωρειάν.

  [17] καὶ ταῦθ᾽ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτ᾽ ἂν οὗτος ἔχοι λέγειν οὔθ᾽ ὑμεῖς πεισθείητε: ἀκούω δ᾽ αὐτὸν τοιοῦτον ἐρεῖν τιν᾽ ἐν ὑμῖν λόγον, ὡς οὐχ ἡ βουλὴ γέγον᾽ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλ᾽ ὁ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετ᾽ ἔχων πένθ᾽ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμ᾽ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν: τῶν κατορθουμένων γὰρ ἔγωγ᾽ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς: ἔπειτα δὲ κἀκεῖν᾽ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς. [18] οὔ φημι δίκαιον εἶναι περὶ ἀμφοῖν λέγειν, καὶ ὡς οὐ παρὰ τὸν νόμον ἡ δωρειὰ δέδοται, καὶ ὡς οὐ διὰ τὴν βο
υλὴν οὐκ εἰσὶν αἱ τριήρεις. εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ προσήκει, τί τοῦτο δεῖ λέγειν, δι᾽ ὅντινα δήποτ᾽ οὐ πεποίηνται; εἰ δ᾽ οὐκ ἔξεστι, τί μᾶλλον, ἂν διὰ τὸν δεῖν᾽ ἢ τὸν δεῖν᾽ ἐπιδείξῃ μὴ πεποιημένας, ἐκείνῃ προσῆκε λαβεῖν; [19] χωρὶς δὲ τούτων ἔμοιγε δοκοῦσιν αἵρεσιν ὑμῖν οἱ τοιοῦτοι λόγοι διδόναι, πότερ᾽ οἴεσθε δεῖν προφάσεις καὶ λόγους ἀκούειν τῶν ἀδικούντων ὑμᾶς ἢ ναῦς κεκτῆσθαι. εἰ μὲν γὰρ τούτου ταῦτ᾽ ἀποδέξεσθε, ἔσται δῆλον ἁπάσαις ταῖς βουλαῖς ὅτι δεῖ πρόφασιν πιθανὴν ἐξευρεῖν πρὸς ὑμᾶς, οὐχὶ τριήρεις ποιήσασθαι: ἐκ δὲ τούτου τὰ μὲν χρήματ᾽ ἀναλωθήσεται, ναῦς δ᾽ οὐχ ἕξεθ᾽ ὑμεῖς. [20] ἐὰν δ᾽, ὡς ὁ νόμος λέγει καὶ δεῖ τοὺς ὀμωμοκότας, πικρῶς καὶ ἁπλῶς τὰς μὲν προφάσεις ἀνέλητε, φανῆτε δ᾽ ἀφῃρημένοι τὴν δωρειὰν ὅτι τὰς ναῦς οὐ πεποίηνται, πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, πεποιημένας ὑμῖν παραδώσουσι τὰς τριήρεις, πάντα τἄλλα παρ᾽ ὑμῖν ἑορακότες ἀσθενέστερα τοῦ νόμου γεγενημένα. ὅτι τοίνυν οὐδ᾽ αἴτιος ἄλλος οὐδεὶς ἀνθρώπων ἐστὶ τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, τοῦτο σαφῶς ὑμῖν ἐπιδείξω: ἀνελοῦσα γὰρ ἡ βουλὴ τὸν νόμον, τοῦτον ἐχειροτόνησεν αὐτή.

 

‹ Prev