Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 193
Delphi Complete Works of Demosthenes Page 193

by Demosthenes


  [47] βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου, δι᾽ ὧν οὐκ ἔσθ᾽ ὅ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται: καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἢ ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντ᾽ αὐτὸν δείξω. καὶ πρῶτον μέν, ἐφ᾽ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν, ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες. [48] οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτ᾽ ἐξελέγξειν ἢ παρ᾽ αὑτοῦ καταθήσειν, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ. δημηγορίαν δ᾽ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, [49] αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότ᾽ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδ᾽, εἰ μὴ τούτους ἐνόμιζ᾽ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δ᾽ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, δι᾽ ὧν ἠργολάβει καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν, τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθ᾽ ἑαυτοῦ. [50] εἶτ᾽ ἔχων τούτους ἦγ᾽ ἐπὶ τὰς ὑμετέρας οἰκίας. καὶ τὸν μὲν Εὐκτήμονα, ὃν εἰσπράξειν ἢ καταθήσειν αὐτὸς ἔφη τὰς εἰσφοράς, οὐδὲν εἶχεν ἐλέγχειν περὶ τούτων, ὑμᾶς δ᾽ εἰσέπραττεν, ὥσπερ οὐ διὰ τὴν Εὐκτήμονος ἔχθραν ἐπὶ ταῦτ᾽ ἐλθών, ἀλλὰ διὰ τὴν ὑμετέραν. [51] καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς ὁ νόμος κελεύει: τῶν ἄλλων ἕνεκα: τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, τοσούτων χρημάτων τοῦτον τὸν τρόπον εἰσπραχθέντων ὠφέλησθε, ὅσον ἐζημίωσθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων. εἰ γὰρ θέλετ᾽ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτ᾽ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτ᾽ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερ᾽ ἐστὶν ἐν δημοκρατίᾳ. [52] ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθ᾽ ὀλιγαρχίας οὗτος ἀσελγέστερος γέγονεν, παραλείψω. ἀλλὰ παρ᾽ ἡμῖν πότε πώποτε δεινότατ᾽ ἐν τῇ πόλει γέγονεν; ἐπὶ τῶν τριάκοντα, πάντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλὰ τοῦτο κατηγοροῦμεν τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτος τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσατ᾽ ἐκείνων τῆς αὑτοῦ βδελυρίας ὥστ᾽ ἐν δημοκρατίᾳ πολιτευόμενος τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστη, τοὺς ἕνδεκ᾽ ἄγων ἐπὶ τὰς οἰκίας. [53] καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθ᾽ ὁπότ᾽ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δ᾽ ἀνηλωκὼς καί τιν᾽ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνοι, ἢ ὑποδύοιθ᾽ ὑπὸ κλίνην ὑπὲρ τοῦ μὴ τὸ σῶμ᾽ ἁλοὺς εἰς τὸ δεσμωτήριον ἕλκεσθαι, ἢ ἄλλ᾽ ἀσχημονοίη ἃ δούλων, οὐκ ἐλευθέρων ἐστὶν ἔργα, καὶ ταῦθ᾽ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο ποιῶν, ἣν ὡς ἐλεύθερος ἠγγυήσατο καὶ τῆς πόλεως πολίτης, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδ᾽ ὑπὲρ αὑτοῦ δίκην λαμβάνειν ἐᾷ τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γ᾽ ὑπὲρ τῆς πόλεως; [54] καίτοι εἴ τις ἔροιτ᾽ αὐτόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματ᾽ ἢ τὰ σώματ᾽ ὀφείλει, τὰ κτήματα φήσειεν ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοιτο: ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν εἵνεκ᾽ ἀφεὶς τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτ᾽ ἀπογράφειν, ἔδεις καὶ ὕβριζες πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ἢ τοῖς οἰκέταις τοῖς σαυτοῦ κέχρησαι; [55] καὶ μὴν εἰ θέλετε σκέψασθαι τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δ᾽ ἐλευθέροις, κἂν τὰ μέγιστ᾽ ἀτυχῶσιν, τοῦτό γ᾽ ἔνεστι σῶσαι: εἰς χρήματα γὰρ τὴν δίκην περὶ τῶν πλείστων παρὰ τούτων προσήκει λαμβάνειν. ὁ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσατο τὰς τιμωρίας. [56] οὕτω δ᾽ αἰσχρῶς καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς ὥστε τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν, δημοσίᾳ δεθέντ᾽ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτ᾽ ἀποδόντα ταῦτα μήτε κριθέντ᾽ ἀποδρᾶναι, τῶν δ᾽ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι. εἶτ᾽ ἐπὶ τούτοις, ὡς ὁτιοῦν ἐξὸν ἑαυτῷ ποιεῖν, Σινώπην προσηνεχύραζεν καὶ Φανοστράτην, ἀνθρώπους πόρνας, οὐ μέντοι ὀφειλούσας εἰσφοράς. [57] καίτοι εἴ τισιν ἄρα δοκοῦσ᾽ ἐπιτήδειαι ‘κεῖναι παθεῖν, ἀλλὰ τὸ πρᾶγμά γ᾽ οὐκ ἐπιτήδειον γίγνεσθαι, τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπ᾽ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων. πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι. ἀλλ᾽ οὐ ταῦτα λέγουσιν οἱ νόμοι, οὐδὲ τὰ τῆς πολιτείας ἔθη, ἃ φυλακτέον ὑμῖν: ἀλλ᾽ ἔνεστ᾽ ἔλεος, συγγνώμη, πάνθ᾽ ἃ προσήκει τοῖς ἐλευθέροις. [58] ὧν οὗτος ἁπάντων εἰκότως οὐ μετέχει τῇ φύσει
οὐδὲ τῇ παιδείᾳ: πολλὰ γὰρ ὕβρισται καὶ προπεπηλάκισται συνὼν οὐκ ἀγαπῶσιν αὐτὸν ἀνθρώποις, ἀλλὰ δοῦναι μισθὸν δυναμένοις: ὧν προσῆκέ σοι τὴν ὀργὴν οὐκ εἰς τῶν πολιτῶν τὸν τυχόντ᾽ ἀφιέναι οὐδ᾽ εἰς τὰς ὁμοτέχνους πόρνας, ἀλλ᾽ εἰς τὸν τοῦτον τὸν τρόπον σε θρέψαντα.

  [59] ταῦτα τοίνυν ὡς μὲν οὐ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους, οὐχ ἕξει λέγειν οὗτος: οὕτω δ᾽ ἐστὶν ἀναιδὴς ὥστ᾽ ἐν τῷ δήμῳ, προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ τῆσδε τῆς γραφῆς, ἐτόλμα λέγειν ὡς ὑπὲρ ὑμῶν καὶ δι᾽ ὑμᾶς ἐχθροὺς ἐφ᾽ ἑαυτὸν εἵλκυκε καὶ νῦν ἐν τοῖς ἐσχάτοις ἐστὶ κινδύνοις. ἐγὼ δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλομαι δεῖξαι τοῦτον οὔτε πεπονθότ᾽ οὐδ᾽ ὁτιοῦν κακὸν οὔτε μέλλοντα πάσχειν οὐδὲν δι᾽ ὧν ὑπὲρ ὑμῶν ἔπραξε, διὰ μέντοι τὴν αὑτοῦ βδελυρίαν καὶ θεοισεχθρίαν πεπονθότα μὲν μέχρι τῆσδε τῆς ἡμέρας οὐδέν, πεισόμενον δ᾽, ἂν τὰ δίκαια ποιῆθ᾽ ὑμεῖς. [60] σκέψασθε γὰρ ὡδί. τί ποθ᾽ ὑμῖν οὗτος ὑπέσχετο καὶ τί ποιεῖν αὐτὸν ἐχειροτονήσαθ᾽ ὑμεῖς; χρήματ᾽ εἰσπράττειν. ἄλλο δὲ πρὸς τούτῳ τί ποιεῖν; οὐδὲ ἕν. φέρε δὴ καθ᾽ ἕκαστον ὑπομνήσω τὴν εἴσπραξιν ὑμᾶς. οὗτος εἰσέπραξε Λεπτίνην τὸν ἐκ Κοίλης τέτταρας καὶ τριάκοντα δραχμάς, καὶ Θεόξενον τὸν Ἀλωπεκῆθεν δραχμὰς ἑβδομήκοντα καὶ μικρόν τι πρός, καὶ τὸν Εὐφήρου Καλλικράτην καὶ τὸν Τελέστου νεανίσκον: οὐκ ἔχω γὰρ τοὔνομ᾽ εἰπεῖν: σχεδὸν δὲ πάντας οὓς εἰσέπραξεν, ἵνα μὴ καθ᾽ ἕκαστον λέγω, οὐκ οἶδ᾽ εἴ τιν᾽ ὑπὲρ μνᾶν ὀφείλοντα. [61] πότερ᾽ οὖν οἴεσθε τούτων ἕκαστον μισεῖν καὶ πολεμεῖν αὐτῷ διὰ τὴν εἰσφορὰν ταύτην, ἢ τὸν μὲν αὐτῶν, ὅτι πάντων ἀκουόντων ὑμῶν ἐν τῷ δήμῳ δοῦλον ἔφη καὶ ἐκ δούλων εἶναι καὶ προσήκειν αὐτῷ τὸ ἕκτον μέρος εἰσφέρειν μετὰ τῶν μετοίκων, τῷ δὲ παῖδας ἐκ πόρνης εἶναι, τοῦ δὲ τὸν πατέρ᾽ ἡταιρηκέναι, τοῦ δὲ τὴν μητέρα πεπορνεῦσθαι, τὸν δ᾽ ἀπογράφειν ὅσ᾽ ὑφείλετ᾽ ἐξ ἀρχῆς, τὸν δὲ τὸ δεῖνα, τὸν δ᾽ ὁμοῦ ῥητὰ καὶ ἄρρητα κακά, ἑξῆς ἅπαντας; [62] ἐγὼ μὲν γὰρ οἶδ᾽ ὅτι πάντες, εἰς οὓς ἐπαρῴνησεν οὗτος, τὴν μὲν εἰσφορὰν ἕκαστος ἀναγκαῖον ἀνάλωμ᾽ ὑπελάμβανεν εἶναι, τοιαῦτα δ᾽ ἀτιμασθεὶς καὶ προπηλακισθεὶς χαλεπῶς ἐνήνοχεν. κἀκεῖνο οἶδα, ὅτι χρήματ᾽ εἰσπράττειν τοῦτον ἐχειροτονήσαθ᾽ ὑμεῖς, οὐχὶ τὰς ἰδίας συμφορὰς ὀνειδίζειν καὶ προφέρειν ἑκάστῳ. εἴτε γὰρ ἦσαν ἀληθεῖς, οὐ σοὶ ῥητέαι (πολλὰ γὰρ ἡμῶν ἕκαστος οὐχ ὡς βούλεται πράττει): εἴτε μὴ προσηκούσας κατεσκεύαζες, πῶς οὐχ ὁτιοῦν ἂν πάθοις δικαίως; [63] ἔτι τοίνυν ἐκ τοῦδ᾽ ἀκριβέστερον γνώσεσθ᾽ ὅτι μισεῖ τοῦτον ἕκαστος οὐ διὰ τὴν εἴσπραξιν, ἀλλ᾽ ὑπὲρ ὧν ὑβρίσθη καὶ ἐπαρῳνήθη. Σάτυρος γὰρ ὁ τῶν νεωρίων ἐπιμελητὴς οὐχ ἑπτὰ τάλαντ᾽ εἰσέπραξεν ὑμῖν, ἀλλὰ τέτταρα καὶ τριάκοντα τοὺς αὐτοὺς τούτους ἀνθρώπους, ἐξ ὧν παρέθηκε τὰ σκεύη ταῖς ἐκπλευσάσαις ναυσίν: καὶ οὔτ᾽ ἐκεῖνος διὰ ταῦτ᾽ οὐδέν᾽ ἐχθρὸν αὑτῷ φησὶν εἶναι, οὔτε τῶν εἰσπραχθέντων οὐδεὶς ἐκείνῳ πολεμεῖ. ὁ μὲν γὰρ τὸ προστεταγμένον, οἶμαι, διεπράττετο, σὺ δὲ τῇ σαυτοῦ προπετείᾳ καὶ θρασύτητι λαβὼν ἐξουσίαν πόλλ᾽ ἀνηλωκότας εἰς τὴν πόλιν ἀνθρώπους καὶ σοῦ βελτίους καὶ ἐκ βελτιόνων ψευδέσι καὶ χαλεποῖς ὀνείδεσιν ᾤου δεῖν περιβάλλειν. [64] εἶτα ταῦθ᾽ οὗτοι πεισθῶσ᾽ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργ᾽ ἐφ᾽ αὑτοὺς ἀναδέξωνται; ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σ᾽ ὀφείλουσιν ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖν᾽ εἰδόσιν μὲν ἴσως, ὅμως δ᾽ ἐρῶ: ὁποίους τινὰς ἂν φαίνησθ᾽ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετ᾽ εἶναι.

  [65] ὅτι τοίνυν ὅλως οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηται, καὶ τοῦτ᾽ αὐτίκα δὴ μάλ᾽ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτ᾽ αὐτὸν πότερ᾽ αὐτῷ δοκοῦσ᾽ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖ᾽ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίν᾽ ὑφαιρουμένους. [66] τίνος οὖν ἕνεκ᾽, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντ᾽ ἀφ᾽ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφ᾽ οἷς ἠδίκουν, οἱ δ᾽ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτ᾽ ἐξητάσθης κατήγορος οὐδ᾽ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλ᾽ ἐνταῦθ᾽ ἐφάνης κηδεμὼν ὤν, οὗ σε πολλοὺς ἔδει κακῶς ποιῆσαι; [67] βούλεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τῶν μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται: δι᾽ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥ
ᾷον πολλοῖς καὶ τὰ μίκρ᾽ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθ᾽ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτ᾽ αἴτιον οὑγὼ λέγω. τῶν μὲν οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δ᾽ οὐδενὸς ἀξίους ἡγήσατο: διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν. [68] εἰ γὰρ ἀνδραπόδων πόλις, ἀλλὰ μὴ τῶν ἄρχειν ἑτέρων ἀξιούντων ὡμολογεῖτ᾽ εἶναι, οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὕβρεις ἠνέσχεσθε τὰς τούτου, ἃς κατὰ τὴν ἀγορὰν ὕβριζεν ὁμοῦ μετοίκους, Ἀθηναίους: δῶν, ἀπάγων, βοῶν ἐν ταῖς ἐκκλησίαις ἐπὶ τοῦ βήματος: δούλους καὶ ἐκ δούλων καλῶν αὑτοῦ βελτίους καὶ ἐκ βελτιόνων: ἐρωτῶν εἰ μάτην τὸ δεσμωτήριον ᾠκοδομήθη. καταφαίην ἂν ἔγωγε, εἴ γ᾽ ὁ πατὴρ ὁ σὸς ᾤχετ᾽ αὐτόθεν αὐταῖς πέδαις ἐξορχησάμενος Διονυσίων τῇ πομπῇ. ἄλλα δ᾽ ὅσ᾽ ὕβρικεν οὐδ᾽ ἂν ἔχοι τις εἰπεῖν: τοσαῦτα τὸ πλῆθός ἐστιν. ὧν ἁθρόων ἄξιον λαβόντας δίκην τήμερον παράδειγμα ποιῆσαι τοῖς ἄλλοις, ἵν᾽ ὦσιν μετριώτεροι.

 

‹ Prev