Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 194
Delphi Complete Works of Demosthenes Page 194

by Demosthenes


  [69] ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δ᾽ ἔσθ᾽ ἃ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλ᾽ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθ᾽ ἥκιστ᾽ ἐν οἷς ἀκηκόατ᾽ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθ᾽ εἴπω; τὰ πομπεῖ᾽ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλ᾽ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλ᾽ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται: καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστ᾽ ἔνοχος. [70] τὰ μὲν οὖν πόλλ᾽ ὧν λέγων ὑμᾶς ἐφενάκιζεν παραλείψω: φήσας δ᾽ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλ᾽ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. κᾆτ᾽ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων: ἐπὶ τοῖς στεφάνοις δ᾽ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλ᾽ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν. [71] καὶ μὴν εἰ μὲν ἅπαντ᾽ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ: νῦν δ᾽ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθ᾽ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς ἑαυτῆς δούλοις τὴν πόλιν, ὁπότ᾽ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνι᾽ οὐδ᾽ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ περὶ τῶν εἰσφορῶν φαίνει, οὐκ εὔδηλον δι᾽ ὃ τοῦτ᾽ ἐποίησας; ἐγὼ μὲν οἶμαι. [72] καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθ᾽ ὡς καλὰ καὶ ζηλώτ᾽ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείν᾽ ἀντεπιγέγραφεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα ‘οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης,’ ἢ ‘οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ,’ ἢ κατὰ πόλεις ‘οἱ δεῖνες τὸν δῆμον, σωθέντες ὑπὸ τοῦ δήμου,’ οἷον ‘Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον,’ πάλιν ‘Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους:’ τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα. [73] ταῦτα μὲν τοίνυν, ἃ ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων: ἐπὶ ταῖς φιάλαις δ᾽ ἃς ἀντ᾽ ἐκείνων ἐποιήσαθ᾽ ὑμῖν ὁ πόρνος οὗτος, ‘Ἀνδροτίωνος ἐπιμελουμένου’ ἐποιήθησαν ἐπιγέγραπται: καὶ οὗ τὸ σῶμ᾽ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρ᾽ εἰσιέναι, τούτου τοὔνομ᾽ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν. [74] τρία τοίνυν ἐκ τούτου τὰ δεινότατ᾽ ἄν τις ἴδοι πεπραγμέν᾽ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν: τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασι τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημ᾽ ἦσαν ὄντες οἱ στέφανοι: τοὺς δ᾽ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσ᾽ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκ᾽ εἰργασμένοι εἰς τοῦθ᾽ ἅμ᾽ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥστε μέμνηνται τούτων ὡς καλῶς αὐτοῖς διῳκημένων, ὥσθ᾽ ὁ μὲν οἴεται δι᾽ ἐκεῖνον ὑφ᾽ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις. [75] οὕτω δ᾽ οὐ μόνον εἰς χρήματ᾽ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστ᾽ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσ᾽ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δ᾽ ἢ θυμιατήρια, ἂν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δ᾽ ἐπὶ μικροῖς τις σεμνύνηται, τοσοῦτ᾽ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστ᾽ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ οὐχ ὑμῶν ἄξια. [76] καὶ οὐδ᾽ ἐκεῖν᾽ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθ᾽ ὁ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ: χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθ᾽ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, εἰσφέρων δ᾽ ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ὑπὲρ δόξης ἐξέστη. ἀφ᾽ ὧν κτήματ᾽ ἀθάνατ᾽ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων ἡ μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπ᾽ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, ὁ παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες ἢ τρεῖς, ἄγουσ᾽ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, σὺ πάλιν γράψεις καταχωνεύειν. [77] οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδ᾽ ἃν καταράσαινθ᾽ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτ᾽ ἀνέθεσαν, οὐδ᾽ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ ἃ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷα σοὶ βεβίωται τῆς ἀγορᾶς εἴργοντες. [78] ὑμεῖς δ᾽ εἰς τοῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθ᾽ εὐηθείας καὶ ῥᾳθυμίας ὥστ᾽ οὐδὲ τοιαῦτ᾽ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλ᾽ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδρο
τίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτ᾽ ἀσέβημ᾽ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ οἴομαι δεῖν τὸν εἰς ἱέρ᾽ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ προειρημένον ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.

  κατὰ Ἀριστοκράτους

  μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτ᾽ ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεχ᾽ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημ᾽ ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν, ἀλλ᾽ εἴπερ ἄρ᾽ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοί ἐστιν ἅπασ᾽ ἡ σπουδή. [2] δεῖ δὴ πάντας ὑμᾶς, εἰ βούλεσθ᾽ ὀρθῶς περὶ τούτων μαθεῖν καὶ κατὰ τοὺς νόμους δικαίως κρῖναι τὴν γραφήν, μὴ μόνον τοῖς γεγραμμένοις ἐν τῷ ψηφίσματι ῥήμασιν προσέχειν, ἀλλὰ καὶ τὰ συμβησόμεν᾽ ἐξ αὐτῶν σκοπεῖν. εἰ μὲν γὰρ ἦν ἀκούσασιν εὐθὺς εἰδέναι τὰ κεκακουργημένα, τὴν ἀρχὴν ἴσως ἂν οὐκ ἐξηπάτησθε: [3] ἐπειδὴ δὲ τοῦθ᾽ ἕν ἐστι τῶν ἀδικημάτων, τὸ τοῦτον τὸν τρόπον καὶ λέγειν καὶ γράφειν ἐνίους ὃν ἂν ἥκισθ᾽ ὑμεῖς ὑπίδοισθέ τι καὶ φυλάξαισθε, προσήκει μὴ πάνυ θαυμάζειν, εἰ καὶ τοῦτο τὸ ψήφισμ᾽ ἡμεῖς οὕτω γεγραμμένον ἐπιδείξομεν ὥστε δοκεῖν μὲν Χαριδήμῳ φυλακήν τινα τοῦ σώματος διδόναι, τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον φυλακὴν Χερρονήσου τῆς πόλεως ἀποστερεῖν. [4] εἰκότως δ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετ᾽ εὐνοίας ἀκούσαιθ᾽ ἃ λέγω. ἐπειδὴ γάρ, οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων καὶ πιστευομένων παρ᾽ ὑμῖν ὤν, πρᾶγμα τηλικοῦτόν φημι δείξειν πεπραγμένον, ἐάν, ὅσον ἐστὶν ἐν ὑμῖν, συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε, τοῦτό τε σώσετε καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. οἰήσεται δέ, ἂν μὴ χαλεπὸν εἶναι νομίζῃ τὸ παρ᾽ ὑμῖν λόγου τυχεῖν. [5] νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δ᾽ ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. ἐγὼ γοῦν (ὀμνύω τοὺς θεοὺς ἅπαντας) ἀπώκνησ᾽ ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι, πρᾶγμ᾽ ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους, πρότερον δέ, ὅτ᾽ ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον, εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην.

  [6] οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται: ἐγὼ δέ, ἄν περ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμέν᾽ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντί᾽ ἢ προσῆκεν ὑπειλημμένον. [7] εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει, τὸ τοιούτου, οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα, τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστ᾽ ἰδίαν παρὰ τοὺς νόμους, ἄν τι πάθῃ, τιμωρίαν αὐτῷ δεδωκέναι, ταῦτ᾽ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν, ἵν᾽ εἰδῆτε πολλοῦ δεῖν ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί. νυνὶ δ᾽ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστ᾽ ἀδίκημα, ὃ δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι.

  [8] ἀνάγκη δὲ ἐστὶ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτ᾽ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός: διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τὸ τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ᾽ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας: συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δ᾽ ὑπέρχεσθαι καὶ θεραπεύειν. [9] τοῦτο τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι, καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δ᾽ ἑνὶ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονταί σφισι τοῦτο γενέσθαι τὸ προβούλευμα, τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δ᾽ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες, ὡς ἐγὼ διδάξω. [10] ἐπειδὴ γὰρ ἑνὸς τελευτήσαντος τῶν βασιλέων Βηρισάδου, παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας ἃς μεθ᾽ ὑμῶν ἐποιήσατο, Κερσοβλέπτης ἐξέφερεν πόλεμον πρός τε τοὺς Βηρισάδου παῖδας καὶ πρὸς Ἀμάδοκον, εὔδηλον ἦν ὅτι τοῖς μὲν Βηρισάδου παισὶν Ἀθηνόδωρος βοηθήσοι, τῷ δ᾽ Ἀμαδόκῳ Σίμων καὶ Βιάνωρ: ὁ μὲν γὰρ Βηρισάδου κηδεστής, οἱ δ᾽ Ἀμαδόκου γεγόνασιν. [11] ἐσκόπουν οὖν τίν᾽ ἂν τρόπον ἡσυχίαν μὲν ἔχειν ἀναγκασθεῖεν οὗτοι, ἐρήμων δ᾽ ὄντων ἐκείνων ὁ Κερσοβλέπτῃ πράττων τὴν ἀρχὴν Χαρίδημος ἀσφαλῶς πάντα καταστρέψαιτο. εἰ πρῶτον μέν, ἄν τις αὐτὸν ἀποκτείνῃ, ψήφισμ᾽ ὑμέτερον γένοιτο, ἀγώγιμον εἶναι: δεύτερον δέ, εἰ χειροτονηθείη στρατηγὸς ὑφ᾽ ὑμῶν Χαρίδημος. [12] οὔτε γὰρ ὑμετέρῳ στρατηγῷ προχείρως ἐναντία θήσεσθαι τὰ ὅπλ᾽ ἔμελλ᾽ ὁ Σίμων ο�
�δ᾽ ὁ Βιάνωρ, πολῖται γεγενημένοι καὶ ἄλλως ἐσπουδακότες πρὸς ὑμᾶς: ὁ δὲ δὴ γένει πολίτης Ἀθηνόδωρος οὐδὲ βουλεύσεσθαι: οὔτε τὴν διὰ τοῦ ψηφίσματος αἰτίαν ὑποδύσεσθαι, ἣ πρόδηλος ἦν ἐπ᾽ ἐκείνους ἥξουσα, εἴ τι πάθοι Χαρίδημος. ἐκ δὲ τούτου τοῦ τρόπου τῶν μὲν ἐρήμων ὄντων βοηθῶν, αὑτοῖς δ᾽ ἀδείας δοθείσης, ῥᾳδίως ἐκβαλεῖν ἐκείνους καὶ κατασχήσειν τὴν ἀρχήν. [13] καὶ ὅτι ταῦθ᾽ οὕτως ᾤοντο καὶ τοῦτ᾽ ἦν τὸ κατασκεύασμ᾽ αὐτοῖς, τὰ πραχθέντ᾽ αὐτὰ κατηγορεῖ. ἅμα γὰρ τῷ πολέμῳ τ᾽ ἐνεχείρουν αὐτοὶ καὶ πρὸς ὑμᾶς ἧκεν Ἀριστόμαχος πρεσβευτὴς παρ᾽ αὐτῶν ὁ Ἀλωπεκῆθεν οὑτοσί, ὃς ἄλλα τ᾽ ἐδημηγόρει παρ᾽ ὑμῖν ἐπαινῶν καὶ διεξιὼν τὸν Κερσοβλέπτην καὶ τὸν Χαρίδημον, ὡς φιλανθρώπως ἔχουσι πρὸς ὑμᾶς, [14] καὶ μόνον ἀνθρώπων ἂν ἔφη Χαρίδημον Ἀμφίπολιν κομίσασθαι τῇ πόλει δύνασθαι, καὶ παρῄνει στρατηγὸν χειροτονῆσαι. ἡτοίμαστο δ᾽ αὐτοῖς τοῦτο τὸ προβούλευμα καὶ προδιῴκητο, ἵν᾽ εἰ πεισθείητ᾽ ἐκ τῶν ὑποσχέσεων καὶ τῶν ἐλπίδων ἃς ὑπέτειν᾽ ὁ Ἀριστόμαχος, εὐθὺς ἐπικυρώσειεν ὁ δῆμος καὶ μηδὲν ἐμποδὼν εἴη. [15] καίτοι πῶς ἂν τεχνικώτερον ἢ κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δ᾽ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφ᾽ αὑτῷ ποιήσεται τὴν ἀρχήν, ἢ τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, ἣν εἰκὸς προσδοκᾶν ἐκείνους ἐφ᾽ ἑαυτοὺς ἐλθεῖν ἂν διὰ τοῦ ψηφίσματος τουτουί, τῷ δ᾽ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτ᾽ ἀδεῶς πράττειν; [16] οὐ τοίνυν μόνον ἐκ τούτων δῆλόν ἐσθ᾽ ὅτι τούτων ἕνεκ᾽ ἐρρήθη τὸ προβούλευμ᾽ ὧν λέγω, ἀλλὰ καὶ ἐκ τοῦ ψηφίσματος αὐτοῦ μαρτυρία τίς ἐστ᾽ εὐμεγέθης. ‘ἂν γὰρ ἀποκτείνῃ τις Χαρίδημον’ γράψας καὶ παραβὰς τὸ τί πράττοντ᾽ εἰπεῖν, πότερ᾽ ἡμῖν συμφέροντ᾽ ἢ οὔ, γέγραφ᾽ εὐθὺς ‘ἀγώγιμον ἐκ τῶν συμμάχων εἶναι.’ [17] οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτ᾽ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτ᾽ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστ᾽ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δ᾽ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν ὁ τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ δι᾽ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντί᾽ ἐκεῖνον ἐγχειροῦνθ᾽ ὑμῖν ἐπισχεῖν.

 

‹ Prev