Delphi Complete Works of Demosthenes
Page 201
[148] ὅσα μὲν δὴ στρατιώτης ὢν ἐν σφενδονήτου καὶ ψιλοῦ μέρει τὸ ἀπ᾽ ἀρχῆς ἐναντί᾽ ἐστράτευται τῇ πόλει, οὐ τίθημ᾽ ἐν ἀδικήματος μέρει, οὐδ᾽ ὅτι λῃστικόν ποτε πλοῖον ἔχων ἐλῄζετο τοὺς ὑμετέρους συμμάχους, ἀλλ᾽ ἐῶ ταῦτα. διὰ τί; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, αἱ ἀναγκαῖαι χρεῖαι τοὺς τοῦ τί πρακτέον ἢ μὴ λογισμοὺς ἀναιροῦσιν ἅπαντας, ὥστ᾽ οὐ πάνυ ταῦτ᾽ ἀκριβολογεῖσθαι δεῖ τὸν δικαίως ἐξετάζοντα. ἀλλ᾽ ὅθεν ἀρξάμενος ξεναγῶν ἤδη καί τινων ἄρχων στρατιωτῶν κακῶς ὑμᾶς ἐποίει, ταῦτ᾽ ἀκούσατέ μου. [149] οὗτος ἓν μὲν ἁπάντων πρῶτον, μισθωθεὶς ὑπ᾽ Ἰφικράτους καὶ πλεῖν ἢ τρί᾽ ἔτη μισθοφορήσας παρ᾽ ἐκείνῳ, ἐπειδὴ τὸν μὲν Ἰφικράτην ἀποστράτηγον ἐποιήσατε, Τιμόθεον δ᾽ ἐπ᾽ Ἀμφίπολιν καὶ Χερρόνησον ἐξεπέμψατε στρατηγόν, πρῶτον μὲν τοὺς Ἀμφιπολιτῶν ὁμήρους, οὓς παρ᾽ Ἁρπάλου λαβὼν Ἰφικράτης ἔδωκε φυλάττειν αὐτῷ, ψηφισαμένων ὑμῶν ὡς ὑμᾶς κομίσαι παρέδωκεν Ἀμφιπολίταις: καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν τοῦτ᾽ ἐμποδὼν κατέστη. δεύτερον δέ, μισθουμένου Τιμοθέου πάλιν αὐτὸν καὶ τὸ στράτευμα, τούτῳ μὲν οὐ μισθοῖ, πρὸς δὲ Κότυν πλέων ᾤχετ᾽ ἔχων τὰς ὑμετέρας τριακοντόρους, ὃν ἀκριβῶς ᾔδει τῶν ὄντων ἀνθρώπων ἐχθρόταθ᾽ ὑμῖν διακείμενον. [150] καὶ μετὰ ταῦτα, ἐπειδὴ τὸν πρὸς Ἀμφίπολιν πόλεμον πρότερον πολεμεῖν εἵλετο Τιμόθεος τοῦ πρὸς Χερρόνησον, καὶ οὐδὲν εἶχε ποιεῖν ὑμᾶς ἐκεῖ κακόν, μισθοῖ πάλιν αὑτὸν Ὀλυνθίοις τοῖς ὑμετέροις ἐχθροῖς καὶ τοῖς ἔχουσιν Ἀμφίπολιν κατ᾽ ἐκεῖνον τὸν χρόνον. καὶ πλέων ἐκεῖσε, ἐκ Καρδίας ἀναχθείς, ἵνα τἀναντία τῇ πόλει πολεμῇ, ὑπὸ τῶν ἡμετέρων τριήρων ἑάλω. διὰ τὸν παρόντα δὲ καιρὸν καὶ τὸ δεῖν ξένων ἐπὶ τὸν πόλεμον τὸν ἐπ᾽ Ἀμφίπολιν, ἀντὶ τοῦ δίκην δοῦναι ὅτι οὐκ ἀπεδεδώκει τοὺς ὁμήρους καὶ διότι πρὸς Κότυν ἐχθρὸν ὄνθ᾽ ὑμῖν ηὐτομόλησεν ἔχων τὰς τριακοντόρους, πίστεις δοὺς καὶ λαβὼν ἐστράτευσε μεθ᾽ ὑμῶν. [151] ὧν δ᾽ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντ᾽ ἂν δικαίως, ἀντὶ τούτων ὡς ὀφείλουσ᾽ ἡ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ ἃ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, τό τε ψήφισμ᾽ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί: ὄψεσθε γὰρ οὐ λόγους οὐδ᾽ αἰτίαν, ἀλλ᾽ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε.”Ψήφισμα”“Ἐπιστολαί”“Μαρτυρία”
[152] ὅτι μὲν τοίνυν καὶ τὸ πρῶτον, οὗ πολεμεῖν ὑμῖν ᾤετο, ἐκεῖσ᾽ ἐμίσθωσεν αὑτὸν πολλαχόσ᾽ ἄλλοσε μισθῶσαι παρόν, καὶ μετὰ ταῦτα, ὡς οὐδὲν ἐκεῖ κακὸν εἶχε ποιεῖν ὑμᾶς, ἔπλει δεῦρο πάλιν οὗ τἀναντί᾽ ἔμελλε πράξειν τῇ πόλει, καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν πάντων οὗτος αἰτιώτατός ἐστιν, ἀκηκόατ᾽ ἐκ τῆς ἐπιστολῆς καὶ τῆς μαρτυρίας. καὶ τὰ μὲν πρῶτα τοιαῦτ᾽ ἐστὶν τῶν ἔργων τῶν Χαριδήμου, μετὰ ταῦτα δ᾽ ἄλλα θεάσασθε. [153] χρόνου γὰρ διελθόντος καὶ τοῦ πολέμου πρὸς Κότυν ὄντος ἤδη, πέμπει πρὸς ὑμᾶς ἐπιστολήν (μᾶλλον δ᾽ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς Κηφισόδοτον: οὕτω σφόδρ᾽ ὑπ᾽ αὐτοῦ γε οὐδ᾽ ἂν ἐξαπατηθῆναι τὴν πόλιν ἡγεῖτο, συνειδὼς ἃ πεποίηκεν) ἐν ᾗ Χερρόνησον ὑπέσχετο τῇ πόλει κομιεῖσθαι, πάντα τούτοις τἀναντί᾽ ἐγνωκὼς ποιεῖν. δεῖ δ᾽ ὑμᾶς τὸ πρᾶγμ᾽ οἷον ἦν τὸ περὶ τὴν ἐπιστολὴν ἀκοῦσαι (καὶ γάρ ἐστι βραχύ) καὶ θεωρῆσαι τὸν τρόπον τἀνθρώπου, ὡς ὑμῖν ἀπ᾽ ἀρχῆς κέχρηται. [154] ἐκεῖνος ὡς ἀπόμισθος γίγνεται παρὰ τοῦ Τιμοθέου τότε, ἀπ᾽ Ἀμφιπόλεως ἀναχωρῶν, διαβὰς εἰς τὴν Ἀσίαν, διὰ τὴν σύλληψιν τὴν Ἀρταβάζῳ συμβᾶσαν τόθ᾽ ὑπ᾽ Αὐτοφραδάτου μισθοῖ τὸ στράτευμα καὶ αὑτὸν τοῖς Ἀρταβάζου κηδεσταῖς, λαβὼν δὲ πίστεις καὶ δούς, ὀλιγωρήσας τῶν ὅρκων καὶ παραβὰς αὐτούς, ἀφυλάκτων ὄντων ὡς ἂν πρὸς φίλον τῶν ἐν τῇ χώρᾳ, καταλαμβάνει Σκῆψιν καὶ Κεβρῆνα καὶ Ἴλιον αὐτῶν. [155] ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμ᾽ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν ἠγνόησέ τις εἶναι φάσκων, ἀλλ᾽ οὐδ᾽ ὁ τυχὼν ἄνθρωπος. οὐδ᾽ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, οὐδ᾽ ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδ᾽ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμειν᾽ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γ᾽ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν ὁ Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχ᾽ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δ᾽ οὐδ᾽ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει. [156] αἰσθόμενος δ᾽ οὗ ἦν κακοῦ καὶ λογισμὸν λαβὼν ὅτι ληφθήσεται, κἂν μηδενὶ τῶν ἄλλων, τῷ γε λιμῷ, εἶδεν, εἴτε δή τινος εἰπόντος εἴτ᾽ αὐτὸς συνείς, ὅτι σωτηρία μόνη γένοιτ᾽ ἂν αὐτῷ ἥπερ ἅπαντας ἀνθρώπους σῴζει. ἔστι δ᾽ αὕτη τίς; ἡ ὑμετέρα, ὦ ἄνδρες Ἀθηναῖοι, εἴτε χρὴ φιλανθρωπίαν λέγειν εἴθ᾽ ὅ τι δήποτε. γνοὺς δὲ τοῦτο πέμπει τὴν ἐπιστολὴν ὑμῖν, ἧς ἄξιόν ἐστιν ἀκοῦσαι, βουλόμενος διὰ τῆς ὑποσχέσεως τοῦ κομιεῖσθαι Χερρόνησον ὑμῖν, καὶ διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι, τριήρων εὐπορήσας παρ᾽ ὑμῶν ἀσφαλῶς ἐκ τ
ῆς Ἀσίας ἀποδρᾶναι. [157] τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμ᾽ ἐπ᾽ αὐτοφώρῳ; ὁ Μέμνων καὶ ὁ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δ᾽ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ ‘θέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν. [158] ὡς δὲ τυγχάνει ταύτης τῆς ἀλόγου καὶ ἀπροσδοκήτου σωτηρίας ὁ Χαρίδημος, διαβὰς εἰς τὴν Χερρόνησον ἐφ᾽ αὑτοῦ διὰ τὰς σπονδάς, τοσούτου ἐδέησεν ἐπελθεῖν τῷ Κότυϊ, γεγραφὼς ὅτι οὐχ ὑπομενεῖ Κότυς αὐτὸν ἐπιόντα, ἢ τὴν Χερρόνησον ὅπως κομιεῖσθ᾽ ὑμεῖς συμπρᾶξαι, ὥστε πάλιν μισθώσας αὑτὸν τῷ Κότυϊ τὰ ὑπόλοιπα τῶν ὑμετέρων χωρίων Κριθώτην καὶ Ἐλαιοῦντ᾽ ἐπολιόρκει. καὶ ὅτι ταῦτα, καὶ ἡνίκ᾽ ἔτ᾽ ἦν ἐν τῇ Ἀσίᾳ καὶ τὴν ἐπιστολὴν ἔπεμπε πρὸς ὑμᾶς, ἐγνωκὼς ποιεῖν ἐφενάκιζεν ὑμᾶς, ἀπὸ τῆς διαβάσεως ἣν ἐποιήσατο γνώσεσθε: ἐκ γὰρ Ἀβύδου τῆς τὸν ἅπαντα χρόνον ὑμῖν ἐχθρᾶς καὶ ὅθεν ἦσαν οἱ Σηστὸν καταλαβόντες, εἰς Σηστὸν διέβαινεν, ἣν εἶχε Κότυς. [159] καίτοι μὴ νομίζετε μήτ᾽ ἂν τοὺς Ἀβυδηνοὺς αὐτὸν ὑποδέχεσθαι μήτ᾽ ἂν τοὺς ἐν τῇ Σηστῷ, τῆς ἐπιστολῆς ὑμῖν ἐκείνης πεπεμμένης, εἰ μὴ συνῄδεσαν αὐτῷ φενακίζοντι τότε καὶ συνεξηπάτων αὐτοί, βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμ᾽ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν, διαβάντος δέ, ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν, αὑτοῖς ὑπάρξαι τὴν χρείαν. ὅτι τοίνυν οὕτω ταῦτ᾽ ἔχει, λέγε τὰς ἐπιστολάς, ἥν τ᾽ ἔπεμψεν ἐκεῖνος καὶ τὰς παρὰ τῶν ἀρχόντων τῶν ἐκ Χερρονήσου: γνώσεσθε γὰρ ἐκ τούτων ὅτι ταῦθ᾽ οὕτως ἔχει. λέγε.”Ἐπιστολή”
[160] ἐνθυμεῖσθ᾽ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. ἆρ᾽ οὖν οἴεσθ᾽ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς ἢ τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήν;
λέγ᾽ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. καὶ θεωρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, καὶ τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δ᾽ ὑπισχνούμενος ποιήσειν. λέγε.”Ἐπιστολή”
[161] καλά γ᾽, οὐ γάρ; ὦ ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γ᾽ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτ᾽ ἔγραφ᾽ ἐξαπατῶν: ἐπειδὴ δ᾽ ἔτυχεν, λέγ᾽ οἷ᾽ ἐποίησεν.”Ἐπιστολή”
οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρί᾽ ὑποσχομένου Χαριδήμου διαβάντος φησὶν ὁ ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγ᾽ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας.”Ἐπιστολή”
λέγ᾽ ἐξ ἑτέρας.”Ἐπιστολή”
[162] ὁρᾶθ᾽ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλ᾽ ἐφ᾽ ἡμᾶς μετ᾽ ἐκείνου ἐπορεύετο. ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δ᾽ ἄλλας ἔα: δῆλον γάρ που ὑμῖν γέγον᾽ ὡς πεφενάκικεν ὑμᾶς. λέγε.”Ἐπιστολή”
ἐπίσχες. ἐνθυμεῖσθ᾽ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπ᾽ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δ᾽ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρ᾽ ἐκείνου ταὐτὰ πράττων. εὔνους γ᾽, οὐ γάρ; ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδ᾽ ἐξαπατήσας.
[163] οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθ᾽, οὕτω σαφῶς δῆλον ὄν, ὡς οὐδὲν πιστόν ἐσθ᾽ ὧν ἐκεῖνός φησιν προσποιεῖται τῇ πόλει προσέχειν, ἀλλ᾽ ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἔσται φανερώτερον. τὸν μὲν γὰρ Κότυν, εὖ ποιῶν, ὄντα γ᾽ ἐχθρὸν ὑμῖν καὶ πονηρὸν ἀποκτίννυσιν ὁ Πύθων, ὁ δὲ Κερσοβλέπτης ὁ νυνὶ βασιλεύων μειρακύλλιον ἦν καὶ πάντες οἱ τοῦ Κότυος παῖδες, τῶν δὲ πραγμάτων κύριος διὰ τὴν παρουσίαν καὶ τὸ δύναμιν ἔχειν ὁ Χαρίδημος ἐγεγόνει, ἧκε δὲ Κηφισόδοτος στρατηγῶν, πρὸς ὃν αὐτὸς ἔπεμψε τὴν ἐπιστολὴν ἐκείνην, καὶ αἱ τριήρεις, αἵ, ὅτ᾽ ἦν ἄδηλα τὰ τῆς σωτηρίας αὐτῷ, καὶ μὴ συγχωροῦντος Ἀρταβάζου σῴζειν ἔμελλον αὐτόν. [164] τί δὴ προσῆκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ὡς ἀληθῶς ἁπλοῦν καὶ φίλον, παρόντος μὲν στρατηγοῦ οὐχ ὧν ἐκεῖνος ἔφησεν ἂν αὑτῷ φθονεῖν οὐδενός, ἀλλ᾽ ὃν αὐτὸς ἑαυτοῦ φίλον προείλετο τῶν παρ᾽ ὑμῖν, καὶ πρὸς ὃν τὴν ἐπιστολὴν ἐπεπόμφει, τετελευτηκότος δὲ Κότυος, κύριον δ᾽ ὄντα τῶν πραγμάτων; οὐκ ἀποδοῦναι μὲν τὴν χώραν εὐθέως ὑμῖν, κοινῇ δὲ μεθ᾽ ὑμῶν καθιστάναι τὸν βασιλέα τῆς Θρᾴκης, δηλῶσαι δ᾽ ὡς εἶχεν εὐνοϊκῶς ὑμῖν, καιροῦ τοιούτου λαβόμενον; [165] ἔγωγ᾽ ἂν φαίην. ἆρ᾽ οὖν ἐποίησέ τι τούτων; πολλοῦ γε δεῖ. ἀλλὰ τὸν μὲν ἅπαντα χρόνον μῆνας ἑπτὰ διήγαγεν ἡμᾶς πολεμῶν, ἐκ προφανοῦς ἐχθρὸς ὢν καὶ οὐδὲ λόγον φιλάνθρωπον διδούς. καὶ κατ᾽ ἀρχὰς μὲν ἡμῶν δέκα ναυσὶ μόναις εἰς Πέρινθον ὁρμισαμένων, ἀκηκοότων ὅτι πλησίον ἐστὶν ἐκεῖνος, ὅπως συμμείξαιμεν αὐτῷ καὶ περὶ τούτων εἰς λόγους ἔλθοιμεν, ἀριστοποιουμένους φυλάξας τοὺς στρατιώτας ἐπεχείρησε μὲν ἡμῶν �
�ὰ σκάφη λαβεῖν, πολλοὺς δ᾽ ἀπέκτεινε τῶν ναυτῶν, κατήραξε δ᾽ εἰς τὴν θάλατταν ἅπαντας, ἱππέας ἔχων καὶ ψιλούς τινας. [166] μετὰ ταῦτα δὲ πλευσάντων ἡμῶν — οὐκ ἐπὶ τῆς Θρᾴκης τόπον οὐδέν᾽ οὐδὲ χωρίον: οὐδὲ γὰρ τοῦτό γ᾽ ἂν εἴποι τις ‘νὴ Δί᾽, ἀμυνόμενος γὰρ ὑπὲρ τοῦ μὴ παθεῖν ἐποίει τι κακόν’: οὐκ ἔστι τοῦτο: οὐ γὰρ ἤλθομεν οὐδαμοῖ τῆς Θρᾴκης, ἀλλ᾽ ἐπ᾽ Ἀλωπεκόννησον, ἣ Χερρονήσου μέν ἐστι καὶ ἦν ὑμετέρα, ἀκρωτήριον δ᾽ ἀνέχον πρὸς τὴν Ἴμβρον ἀπωτάτω τῆς Θρᾴκης, λῃστῶν δ᾽ ἦν μεστὴ καὶ καταποντιστῶν — [167] ἐνταῦθα δ᾽ ἐλθόντων ἡμῶν καὶ πολιορκούντων τούτους, πορευθεὶς διὰ Χερρονήσου πάσης τῆς ὑμετέρας ἡμῖν μὲν προσέβαλλεν, ἐβοήθει δὲ τοῖς λῃσταῖς καὶ καταποντισταῖς. καὶ πρότερον προσκαθήμενος τὸν ὑμέτερον στρατηγὸν ἔπεισε καὶ ἠνάγκασε μὴ τὰ βέλτισθ᾽ ὑπὲρ ὑμῶν πράττειν, ἢ αὐτὸς ὑπὸ τούτου ἐπείσθη ὧν ὡμολογήκει καὶ ὑπέσχητό τι πρᾶξαι, καὶ γράφει δὴ τὰς συνθήκας ταύτας τὰς πρὸς Κηφισόδοτον, ἐφ᾽ αἷς ὑμεῖς οὕτως ἠγανακτήσατε καὶ χαλεπῶς ἠνέγκατε, ὥστ᾽ ἀπεχειροτονήσατε μὲν τὸν στρατηγόν, πέντε ταλάντοις δ᾽ ἐζημιώσατε, τρεῖς δὲ μόναι ψῆφοι διήνεγκαν τὸ μὴ θανάτου τιμῆσαι. [168] καίτοι πηλίκην τινὰ χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην τὴν ἀλογίαν, ὅταν τις ἴδῃ διὰ τὰς αὐτὰς πράξεις τὸν μὲν ὡς ἀδικοῦντα κολασθέντα πικρῶς οὕτως, τὸν δ᾽ ὡς εὐεργέτην ἔτι καὶ νῦν τιμώμενον; ὅτι τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, τῶν μὲν τῷ στρατηγῷ συμβάντων δήπου μάρτυρες ὑμεῖς ἐστέ μοι: καὶ γὰρ ἐκρίνεθ᾽ ὑμεῖς καὶ ἀπεχειροτονεῖτε καὶ ὠργίζεσθε, καὶ πάντα ταῦτα σύνισθ᾽ ὑμεῖς: τῶν δ᾽ ἐν Περίνθῳ καὶ τῶν ἐν Ἀλωπεκοννήσῳ κάλει μοι τοὺς τριηράρχους μάρτυρας.”Μάρτυρες”