by Demosthenes
[187] καὶ περὶ μὲν τούτου κατὰ σχολήν: ἃ δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δ᾽ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθ᾽ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντ᾽ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν: ἀκούω δ᾽ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματ᾽ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατ᾽ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο. [188] ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθ᾽ ἓν λέγειν ἐνεῖναι τούτῳ. εἰ μὲν γὰρ ὑπὲρ τούτων, οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι, θεῖναι τὸν νόμον ὁμολογεῖς, κατ᾽ ἐκεῖνο προσήκει σ᾽ ἁλίσκεσθαι φανερῶς, ὅτι μὴ τιθέναι νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις, ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι, καθ᾽ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν. [189] εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις, μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων: οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε: ἀλλ᾽ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε. τοῦτο γάρ ἐσθ᾽ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων, κρῖναι δὲ προσήκει τουτουσί. καίτοι καὶ τοῦτ᾽ οὐκ ἀπορήσαιμ᾽ ἂν δεῖξαι, πάντα μᾶλλον ἢ κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων: ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον, τί δεῖ ταῦτα λέγοντ᾽ ἐνοχλεῖν με νυνί;
[190] οἶμαι τοίνυν αὐτὸν οὐδ᾽ ἐκείνων ἀφέξεσθαι τῶν λόγων, ὡς δείν᾽ ἂν πάθοι, εἰ γράψας ὅπως Ἀθηναίων μηδεὶς δεθήσεται αὐτὸς πείσεταί τι κακόν, καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ μετριωτάτους εἶναι ὑπὲρ τῶν ἀδυνάτων μάλιστ᾽ ἐστίν. πρὸς δὴ τοὺς τοιούτους λόγους βέλτιον ἀκηκοέναι μικρὰ πάντας ὑμᾶς, ἵν᾽ ἧττον ἐξαπατᾶσθε. [191] ὅταν μὲν γὰρ λέγῃ, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται, μὴ λανθανέτω ψευδόμενος ὑμᾶς. οὐ γὰρ τοῦτο τέθηκεν, ἀλλ᾽ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε: καὶ τὴν μεθ᾽ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν. μὴ δὴ ταῦθ᾽ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω, ἃ φιλανθρωπότατ᾽ ἐστὶν ἀκοῦσαι: ἀλλ᾽ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς, καὶ τὰ συμβαίνοντ᾽ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω. εὑρήσετε γὰρ ταῦτ᾽ ὄνθ᾽ ἃ ἐγὼ λέγω, καὶ οὐχ ἅ φησιν οὗτος. [192] ἀλλὰ μὴν πρός γε τὸ τοῖς πολλοῖς συμφέρειν τοὺς νόμους πράους καὶ μετρίους εἶναι τάδε χρὴ σκοπεῖν. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δύ᾽ εἴδη περὶ ὧν εἰσιν οἱ νόμοι κατὰ πάσας τὰς πόλεις: ὧν τὸ μέν ἐστιν, δι᾽ ὧν χρώμεθ᾽ ἀλλήλοις καὶ συναλλάττομεν καὶ περὶ τῶν ἰδίων ἃ χρὴ ποιεῖν διωρίσμεθα καὶ ζῶμεν ὅλως τὰ πρὸς ἡμᾶς αὐτούς, τὸ δέ, ὃν τρόπον δεῖ τῷ κοινῷ τῆς πόλεως ἕν᾽ ἕκαστον ἡμῶν χρῆσθαι, ἂν πολιτεύεσθαι βούληται καὶ φῇ κήδεσθαι τῆς πόλεως. [193] ἐκείνους μὲν τοίνυν τοὺς νόμους τοὺς περὶ τῶν ἰδίων ἠπίως κεῖσθαι καὶ φιλανθρώπως ὑπὲρ τῶν πολλῶν ἐστιν: τούσδε δὲ τοὺς περὶ τῶν πρὸς τὸ δημόσιον τοὐναντίον ἰσχυρῶς καὶ χαλεπῶς ἔχειν ὑπὲρ ὑμῶν ἐστιν: οὕτω γὰρ ἂν ἥκισθ᾽ οἱ πολιτευόμενοι τοὺς πολλοὺς ὑμᾶς ἀδικοῖεν. ὅταν δὴ τούτῳ τῷ λόγῳ χρῆται, ἐπὶ ταῦτ᾽ ἀπαντᾶτε, ὅτι τοὺς νόμους οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδ᾽ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν.
[194] πολλὰ δ᾽ ἄν τις ἔχοι λέγειν, εἰ καθ᾽ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δ᾽ ὑμῖν ὃ μνημονεύσετ᾽ ἐρῶ. σκοπεῖτ᾽ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν δι᾽ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι: πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται. [195] εἰ δὲ μήθ᾽ οὗτος μήτ᾽ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτ᾽ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκ᾽, ὦ Τιμόκρατες, πόθεν; οὐδ᾽ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον: οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν δι᾽ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν: οὔτε γὰρ συγγενὴς οὔτ᾽ οἰκεῖος οὔτ᾽ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς. [196] οὐδ᾽ ἐκεῖν᾽ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς: οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθ᾽ ἡγήσω τὸ δεινὰ πάσχειν εἶναι: ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψει᾽ ἐλεεῖν: οὔτ᾽ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς: [197] οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, ἃ κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς �
�νδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτ᾽ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθ᾽ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν: ἃ σὺ πάντ᾽ ἐποίεις ἐνιαυτὸν ὅλον μετ᾽ Ἀνδροτίωνος. [198] πολλῷ γὰρ δήπου σχετλιώτερ᾽ ἐπάσχεθ᾽ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ δι᾽ ὑμᾶς, ὦ κατάρατε, τοὺς λέγοντας οὐδ᾽ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθ᾽ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτ᾽ εἰσενηνόχατε. [199] τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρ᾽ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετ᾽ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, ὃ μὰ τὴν Ἀθηνᾶν οὐδ᾽ ὑμᾶς οἴομαι λανθάνειν.
[200] ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστ᾽ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπ᾽ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτ᾽ ἀναλίσκει. ταῦτα δ᾽ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει: καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλ᾽ ἀναγκαζόμενος: καὶ οὗτος ὁ χρηστὸς περιορᾷ. [201] καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; καὶ τὸν μὲν πατέρ᾽ οὔτ᾽ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφ᾽ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δ᾽ ἐλεῆσαί τινας φῄς; [202] ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν καλῶς διῴκηκεν. ἀλλ᾽ εἰ καὶ μηδὲν ἄλλ᾽ ἠδίκει, κατὰ τοῦτ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι: πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν. τῶν γὰρ ὑμετέρων ἐχθρῶν ἑνί, Κερκυραίῳ τινὶ τῶν νῦν ἐχόντων τὴν πόλιν, καταλύοντι παρ᾽ αὐτῷ, ὅτε δεῦρο πρεσβεύοι, καὶ βουληθέντι λαβεῖν αὐτήν (ἐξ οὗ δὲ τρόπου, παραλείψω) λαβὼν ἀργύριον δέδωκεν: καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ. [203] ὃς οὖν τὴν μὲν ἀδελφὴν ἐπ᾽ ἐξαγωγῇ, φησὶ μὲν ἐκδοῦναι, πέπρακε δὲ τῷ ἔργῳ. τὸν δ᾽ αὑτοῦ πατέρ᾽ οὕτω γηροτροφεῖ, κολακεύει δὲ καὶ μισθοῦ γράφει καὶ πολιτεύεται, τοῦτον ὑμεῖς λαβόντες οὐκ ἀποκτενεῖτε; δόξετ᾽ ἄρ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, κρίσεις βούλεσθαι καὶ πράγματ᾽ ἔχειν, ἀλλ᾽ οὐκ ἀπηλλάχθαι τῶν πονηρῶν.
[204] καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδ᾽ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε: ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχ᾽ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντ᾽ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τ᾽ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον. [205] εἰ δέ τις εἰσφέρει νόμον ἐξ οὗ τοῖς ὑμᾶς βουλομένοις ἀδικεῖν ἡ πᾶσ᾽ ἐξουσία καὶ ἄδεια γενήσεται, οὗτος ὅλην ἀδικεῖ τὴν πόλιν καὶ καταισχύνει πάντας: νόμος γὰρ αἰσχρὸς ὅταν κύριος ᾖ, τῆς πόλεως ὄνειδός ἐστι τῆς θεμένης, καὶ βλάπτει πάντας ὅσοι περ ἂν αὐτῷ χρῶνται. τὸν οὖν καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα, τοῦτον οὐ τιμωρήσεσθε λαβόντες; [206] καὶ τί φήσετε; γνοίη δ᾽ ἄν τις οὕτω μάλισθ᾽ ἡλίκα πράγματα συσκευάσας γέγραφ᾽ αὐτόν, καὶ ταῦθ᾽ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθ᾽ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων: ἔλυσαν τοὺς πρότερον νόμῳ δι᾽ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην. [207] πῶς οὖν οὐκ ἄξιος οὗτος, εἰ δυνατόν, τρίς, οὐχ ἅπαξ ἀπολωλέναι, ὃς εἷς ὢν καὶ οὐ δήπου μέλλων καταλύσειν ὑμᾶς, ἀλλὰ τοὐναντίον αὐτὸς ἐν ὑμῖν, ἂν τὰ δίκαια καὶ τὰ προσήκοντα ποιῆτε, ἀπολεῖσθαι, ὅμως ἐμιμήσατο τοῦτο τἀδίκημα, καὶ διὰ τοῦ νόμου λύειν ἠξίωσεν οὓς δέδεκεν τὰ δικαστήρια, γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ κἂν τὸ λοιπόν τινι προστιμήσητε, τοῦτον ἀφεῖσθαι. [208] καὶ μὴν εἰ αὐτίκα δὴ μάλα κραυγὴν ἀκούσαιτε πρὸς τῷ δικαστηρίῳ, εἶτ᾽ εἴποι τις ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ δὲ δεσμῶται φεύγουσιν, οὐδεὶς οὔτε γέρων οὔτ᾽ ὀλίγωρος οὕτως ὅστις οὐχὶ βοηθήσειεν ἂν καθ᾽ ὅσον δύναται. εἰ δὲ δή τις εἴποι παρελθὼν ὡς ὁ τούτους ἀφείς ἐστιν οὑτοσί, οὐδὲ λόγου τυχὼν ἂν εὐθὺς ἀπαχθεὶς θανάτῳ ζημιωθείη. [209] νῦν τοίνυν ἔχετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον, ὃς οὐχὶ λάθρα πεποίηκε τοῦτο, ἀλλὰ φενακίσας καὶ παρακρουσάμενος νόμον τέθηκεν φανερῶς ὃς οὐκ ἀνοίγνυσι τὸ δεσμωτήριον, ἀλλὰ καθαιρεῖ, προσπεριείληφε δὲ καὶ τὰ δικαστήρια. τίς γὰρ ἢ τούτων ἢ ἐκείνου χρεία, ὅταν οἷς τετίμηται δεσμοῦ λύωνται, κἂν τὸ λοιπὸν τιμήσητέ τῳ, μηδὲν ὑμῖν ᾖ πλέον;