Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 213
Delphi Complete Works of Demosthenes Page 213

by Demosthenes


  [210] δεῖ τοίνυν ὑμᾶς κἀκεῖνο σκοπεῖν, ὅτι πολλοὶ τῶν Ἑλλήνων πολλάκις εἰσὶν ἐψηφισμένοι τοῖς νόμοις χρῆσθαι τοῖς ὑμετέροις, ἐφ᾽ ᾧ φιλοτιμεῖσθ᾽ ὑμεῖς, εἰκότως: ὃ γὰρ εἰπεῖν τινά φασιν ἐν ὑμῖν, ἀληθὲς εἶναί μοι δοκεῖ, ὅτι τοὺς νόμους ἅπαντες ὑπειλήφασιν, ὅσοι σωφρονοῦσι, τρόπους τῆς πόλεως. χρὴ τοίνυν σπουδάζειν ὅπως ὡς βέλτιστοι δόξουσιν εἶναι, καὶ τοὺς λυμαινομένους καὶ διαστρέφοντας αὐτοὺς κολάζειν, ὡς εἰ καταρρᾳθυμήσετε, τῆς φιλοτιμίας τε ταύτης ἀποστερήσεσθε καὶ κατὰ τῆς πόλεως δόξαν οὐ χρηστὴν ποιήσετε. [211] καὶ μὴν εἰ Σόλωνα καὶ Δράκοντα δικαίως ἐπαινεῖτε, οὐκ ἂν ἔχοντες εἰπεῖν οὐδετέρου κοινὸν εὐεργέτημ᾽ οὐδὲν πλὴν ὅτι συμφέροντας ἔθηκαν καὶ καλῶς ἔχοντας νόμους, δίκαιον δήπου καὶ τοῖς ὑπεναντίως τιθεῖσιν ἐκείνοις ὀργίλως ἔχοντας καὶ κολάζοντας φαίνεσθαι. οἶδα δὲ Τιμοκράτην, ὅτι τὸν νόμον εἰσενήνοχε τοῦτον οὐχ ἥκισθ᾽ ὑπὲρ αὑτοῦ: πολλὰ γὰρ ἡγεῖτο πολιτεύεσθαι παρ᾽ ὑμῖν ἄξια δεσμοῦ.

  [212] βούλομαι τοίνυν ὑμῖν κἀκεῖνο διηγήσασθαι, ὅ φασί ποτ᾽ εἰπεῖν Σόλωνα κατηγοροῦντα νόμον τινὸς οὐκ ἐπιτήδειον θέντος. λέγεται γὰρ τοῖς δικασταῖς αὐτὸν εἰπεῖν, ἐπειδὴ τἄλλα κατηγόρησεν, ὅτι νόμος ἐστὶν ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς πόλεσιν, ἐάν τις τὸ νόμισμα διαφθείρῃ, θάνατον τὴν ζημίαν εἶναι. ἐπερωτήσας δ᾽ εἰ δίκαιος αὐτοῖς καὶ καλῶς ἔχων ὁ νόμος φαίνεται, [213] ἐπειδὴ φῆσαι τοὺς δικαστάς, εἰπεῖν ὅτι αὐτὸς ἡγεῖται ἀργύριον μὲν νόμισμ᾽ εἶναι τῶν ἰδίων συναλλαγμάτων εἵνεκα τοῖς ἰδιώταις εὑρημένον, τοὺς δὲ νόμους ἡγοῖτο νόμισμα τῆς πόλεως εἶναι. δεῖν δὴ τοὺς δικαστὰς πολλῷ μᾶλλον, εἴ τις ὃ τῆς πόλεώς ἐστι νόμισμα, τοῦτο διαφθείρει καὶ παράσημον εἰσφέρει, μισεῖν καὶ κολάζειν, ἢ εἴ τις ἐκεῖν᾽ ὃ τῶν ἰδιωτῶν ἐστιν. [214] προσθεῖναι δὲ τεκμήριον τοῦ καὶ μεῖζον εἶναι τἀδίκημα, τὸ τοὺς νόμους διαφθείρειν ἢ τὸ ἀργύριον, ὅτι ἀργυρίῳ μὲν πολλαὶ τῶν πόλεων καὶ φανερῶς πρὸς χαλκὸν καὶ μόλυβδον κεκραμένῳ χρώμεναι σῴζονται καὶ οὐδ᾽ ὁτιοῦν παρὰ τοῦτο πάσχουσιν, νόμοις δὲ πονηροῖς χρώμενοι καὶ διαφθείρεσθαι τοὺς ὄντας ἐῶντες οὐδένες πώποτ᾽ ἐσώθησαν. ταύτῃ μέντοι τῇ κατηγορίᾳ Τιμοκράτης ἔνοχος καθέστηκε νυνί, καὶ δικαίως ἂν ὑφ᾽ ὑμῶν τοῦ προσήκοντος τύχοι τιμήματος.

  [215] χρὴ μὲν οὖν πᾶσιν ὀργίλως ἔχειν, ὅσοι τιθέασι νόμους αἰσχροὺς καὶ πονηρούς, μάλιστα δὲ τούτοις οἳ τοὺς τοιούτους τῶν νόμων διαφθείρουσι δι᾽ ὧν ἔστιν ἢ μικρὰν ἢ μεγάλην εἶναι τὴν πόλιν. εἰσὶ δ᾽ οὗτοι τίνες; οἵ τε τοὺς ἀδικοῦντας τιμωρούμενοι καὶ ὅσοι τοῖς ἐπιεικέσι τιμάς τινας διδόασιν. [216] εἰ γὰρ ἅπαντες προθυμηθεῖεν ποιεῖν ἀγαθόν τι τὸ κοινόν, τὰς τιμὰς καὶ τὰς δωρειὰς τὰς ὑπὲρ τούτων ζηλώσαντες, καὶ πάντες ἀποσταῖεν τοῦ κακουργεῖν ἢ κακόν τι πράττειν, τὰς βλάβας καὶ τὰς ζημίας τὰς ἐπὶ τούτοις κειμένας φοβηθέντες, ἔσθ᾽ ὅ τι κωλύει τὴν πόλιν μεγίστην εἶναι; οὐ τριήρεις ὅσας οὐδεμία πόλις Ἑλληνὶς κέκτηται; οὐχ ὁπλίτας; οὐχ ἱππέας; οὐ προσόδους; οὐ τόπους; οὐ λιμένας; ταῦτα δὲ πάντα τί σῴζει καὶ συνέχει; οἱ νόμοι: κατὰ γὰρ τούτους οὔσης τῆς πολιτείας ἐστὶ ταῦτα χρήσιμα τῷ κοινῷ. [217] εἰ δὲ τοὐναντίον γένοιτο τοῖς χρηστοῖς μὲν μηδ᾽ ὁτιοῦν πλέον, τοῖς δ᾽ ἀδικοῦσιν ἄδει᾽ ὅσην Τιμοκράτης γέγραφεν, πόση ταραχὴ γένοιτ᾽ ἂν εἰκότως; εὖ γὰρ ἴσθ᾽ ὅτι τούτων ὧν διεξῆλθον κτημάτων, οὐδ᾽ εἰ δὶς γένοιθ᾽ ὅσα νῦν ἐστιν, οὐδ᾽ ὁτιοῦν ἂν ὄφελος εἴη. οὗτος τοίνυν ἐν τούτῳ τῷ νόμῳ φαίνεται κακῶς ἐπιχειρῶν ὑμᾶς ποιεῖν δι᾽ οὗ τοῖς ἀδικεῖν ἐπιχειροῦσίν εἰσιν αἱ τιμωρίαι.

  [218] πάντων οὖν εἵνεκα τῶν εἰρημένων ἄξιον ὀργισθῆναι καὶ κολάσαι καὶ παράδειγμα ποιῆσαι τοῖς ἄλλοις: ὡς τὸ πράως ἔχειν τοῖς τοιούτοις, καὶ καταψηφίζεσθαι μέν, ὀλίγου δὲ τιμᾶν, ἐθίζειν καὶ προδιδάσκειν ἔστ᾽ ἀδικεῖν ὑμᾶς ὡς πλείστους.

  κατὰ Ἀριστογείτονος Α

  πάλαι καθήμενος, ὦ ἄνδρες δικασταί, καὶ κατηγοροῦντος ἀκούων, ὥσπερ ὑμεῖς, Λυκούργου, τὰ μὲν ἄλλα καλῶς αὐτὸν ἡγούμην λέγειν, ἓν δὲ τεθαύμακα ὁρῶν ὑπερδιατεινόμενον, εἰ ἀγνοεῖ τοῦθ᾽ ὅτι οὔτε παρὰ τοὺς ὑφ᾽ ἑαυτοῦ λόγους εἰρημένους οὔτε παρὰ τοὺς ὑπ᾽ ἐμοῦ μέλλοντας ῥηθήσεσθαι τὰ τουτουὶ τοῦ ἀγῶνός ἐστιν δίκαι᾽ ἰσχυρά, ἀλλ᾽ ὡς ἂν ἕκαστος ὑμῶν ἔχῃ πρὸς τὸ δυσχεραίνειν ἢ προσίεσθαι πονηρίαν. [2] καὶ ἔγωγ᾽ ὑπολαμβάνω τὴν μὲν κατηγορίαν καὶ τὸ τῶν λόγων πλῆθος ἔθους ἕνεκα καὶ τῆς ὑμετέρας ἀκροάσεως δεῖν ποιήσασθαι, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ὑπὸ τῆς ἑκάστου φύσεως οἴκοθεν, καὶ νυνὶ εἰ μέν εἰσιν ὑμῶν οἱ πλείους οἷοι τοὺς πονηροὺς φιλεῖν καὶ σῴζειν, μάτην ἐρραψῳδηκότας ἡμᾶς ἔσεσθαι, εἰ δ᾽ οἷοι μισεῖν, δίκην, ἐὰν θεὸς θέλῃ, τοῦτον δώσειν.

  [3] πολλῶν δὲ λόγων εἰρημένων καὶ πάντων καλῶς, οὐκ ὀκνήσω πρὸς ὑμᾶς εἰπεῖν ἅ γ᾽ ἐμοὶ φαίνεται. ἐμοὶ γὰρ οὐδ᾽ ὁτιοῦν ἐοικέναι δοκεῖ τοῖς ἄλλοις ὁ παρὼν ἀγών. σκοπεῖτε δ᾽ οὑτωσί. πρὸς ἅπαντ᾽ ἔρχονται τὰ δικαστήρια οἱ μὲν δικασταὶ παρὰ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος τὸ πρᾶγμα μαθησόμενοι περὶ οὗ δεήσει τὴ
ν ψῆφον ἐνεγκεῖν αὐτούς, οἱ δ᾽ ἀντίδικοι μεθ᾽ ἑαυτοῦ δείξων ἑκάτερος ὄντα τὰ τῶν νόμων δίκαια. [4] τὰ δὲ τούτου τοῦ ἀγῶνος πῶς ἔχει; οἱ μὲν δικάσοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν: ὥσθ᾽ ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὸ πρᾶγμ᾽ εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. [5] ὁ δὲ κρινόμενος τῶν μὲν εἰς σωτηρίαν φερόντων ἀλλ᾽ οὐδ᾽ ὁτιοῦν πάρεστιν ἔχων, οὐ τοὺς ὑπὲρ αὐτοῦ τοῦ πράγματος λόγους δικαίους, οὐ τὸν ἑαυτοῦ βίον ἀνθρώπινον, οὐκ ἄλλ᾽ οὐδ᾽ ὁτιοῦν ἀγαθόν: δι᾽ ἃ δ᾽ ἂν καὶ μηδ᾽ ὁτιοῦν ἀδικῶν τις ἔδεισε, διὰ ταῦθ᾽ οὗτος οἴεται σωθήσεσθαι: ἐν γὰρ τῇ τῆς πονηρίας ὑπερβολῇ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχει. [6] οὕτω δ᾽ ἐχόντων τούτων, δοκεῖ μοί τις οὐκ ἂν ἁμαρτεῖν εἰπὼν ὅτι νυνὶ κρίνεται μὲν Ἀριστογείτων, δοκιμάζεσθε δὲ καὶ κινδυνεύεθ᾽ ὑμεῖς περὶ δόξης. εἰ μὲν γὰρ ὀφθήσεσθ᾽ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ μεγάλοις ἀδικήμασιν ὀργιζόμενοι καὶ τιμωρούμενοι, δόξετε τοῦθ᾽, ὅπερ ἐστέ, δικασταὶ καὶ φύλακες τῶν νόμων εἰσεληλυθέναι: [7] εἰ δ᾽ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας ὁ πονηρὸς καθ᾽ ἑαυτόν: ᾧ δ᾽ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρ᾽ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος. [8] βουλοίμην δ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν τουτουὶ λέγειν, σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θηρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος. [9] καὶ τὰ μὲν ἄλλ᾽ ἐάσω: ἀλλ᾽ εἰς τὰς ἐκκλησίας ἀναβαίνουσιν, ἐν αἷς ὑμεῖς γνώμης ἀπόδειξιν, οὐ πονηρίας τοῖς λέγουσι προτίθετε, τόλμαν καὶ κραυγὴν καὶ ψευδεῖς αἰτίας καὶ συκοφαντίαν καὶ ἀναισχυντίαν καὶ πάντα τὰ τοιαῦτα συνεσκευασμένοι, ὧν οὐκ ἂν εὕροι τις ἐναντιώτερα τῷ βουλεύεσθαι, νομίζω δ᾽ οὐδ᾽ ἂν αἰσχίω. καὶ τούτοις τοῖς αἰσχροῖς ἁπάντων τῶν τῆς πόλεως καλῶν περίεισι, τῶν νόμων, τῶν προέδρων, τοῦ προγράμματος, τῆς εὐκοσμίας. [10] εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ὑμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζει καὶ ἐᾶν δεῖ: εἰ δ᾽ ἐπανορθώσασθαι ταῦτ᾽ ἔτι καὶ νῦν οἴεσθε χρῆναι, καὶ τὰ προειμένα πόρρω καὶ πολὺν ἤδη χρόνον αἰσχρῶς καὶ κακῶς ὑπὸ τούτων διακείμενα βελτίω ποιῆσαι, πάντα τὰ τοιαῦτ᾽ ἔθη παριδόντας ὑμᾶς τήμερον ὀρθῶς δεῖ δικάσαι, [11] τὴν τὰ δίκαι᾽ ἀγαπῶσαν Εὐνομίαν περὶ πλείστου ποιησαμένους, ἣ πάσας καὶ πόλεις καὶ χώρας σῴζει: καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην, ἣν ὁ τὰς ἁγιωτάτας ἡμῖν τελετὰς καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν, εἰς αὑτὸν ἕκαστον νομίσαντα βλέπειν οὕτω ψηφίζεσθαι, φυλαττόμενον καὶ προορώμενον μὴ καταισχῦναι ταύτην, ἧς ἐπώνυμός ἐστιν ὑμῶν ἕκαστος ὁ ἀεὶ δικάζειν λαχών, πάντα τὰ ἐν τῇ πόλει καλὰ καὶ δίκαια καὶ συμφέροντα φυλάττων καὶ ταύτην τὴν ἡμέραν παρακαταθήκην ἔνορκον εἰληφὼς παρὰ τῶν νόμων καὶ τῆς πολιτείας καὶ τῆς πατρίδος. [12] ὡς εἰ μὴ τοῦτον ἕξετε τὸν τρόπον, ἀλλ᾽ ἀπὸ τῆς συνήθους εὐηθείας εἰσεληλυθότες καθεδεῖσθε, φοβοῦμαι μὴ τὸ πρᾶγμ᾽ εἰς τοὐναντίον περιστῇ καὶ δοκοῦντες ἡμεῖς Ἀριστογείτονος κατηγορεῖν ὑμῶν κατηγοροῦντες φανῶμεν: ὅσῳ γὰρ ἂν μᾶλλον ἡμῶν δειξάντων τὴν τούτου πονηρίαν μηδὲν ὑμεῖς φροντίσητε, τοσούτῳ μείζων ἡ καθ᾽ ὑμῶν αἰσχύνη γενήσεται. καὶ περὶ μὲν τούτων ἱκανά.

  [13] πάνυ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ πάσης οἰκειότητος ἐρῶ τἀληθῆ πρὸς ὑμᾶς. ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν, ἠχθόμην καὶ μὰ τὸν Δία καὶ πάντας θεοὺς οὐκ ἐβουλόμην. οὐ γὰρ ἠγνόουν ὅτι ὁ ποιήσας τι τοιοῦτον παρ᾽ ὑμῖν καὶ παθὼν ἀπέρχεται. εἰ δὲ μὴ τηλικοῦτον ὥστ᾽ εὐθὺς αἰσθέσθαι, ἀλλ᾽ ἐὰν πολλὰ τοιαῦτα ποιῇ καὶ μὴ παύηται, ταχὺ γνώσεται. ὅμως δ᾽ ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ὑμετέροις βουλήμασιν. [14] τὰ μὲν οὖν περὶ τῆς ἐνδείξεως καὶ τῶν νόμων δίκαια αὐτόν, ὅπερ πεποίηκεν, Λυκοῦργον ἐρεῖν ἡγούμην, καὶ τοὺς μάρτυρας τῆς πονηρίας τῆς τούτου τοῦτον ἑώρων προσκαλούμενον: ἃ δὲ καὶ λογίζεσθαι τοὺς ὑπὲρ πόλεως καὶ νόμων βουλευομένους προσήκει καὶ σκοπεῖσθαι δεῖ, ταῦτα προῃρούμην εἰπεῖν, καὶ νῦν ἐπὶ ταῦτα πορεύσομαι. δότε δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δότε καὶ συγχωρήσατε μοι πρὸς Διός, ὡς πέφυκα καὶ προῄρημαι, περὶ τούτων διαλεχθῆναι πρὸς ὑμᾶς: καὶ γὰρ οὐδ᾽ ἂν ἄλλως δυναίμην.

 

‹ Prev