Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 216
Delphi Complete Works of Demosthenes Page 216

by Demosthenes


  [59] τίς οὖν ἱκανὴ κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα πεποιηκότος γένοιτ᾽ ἂν δίκη; τίς ἀξία τιμωρία; θάνατος μὲν γὰρ ἔμοιγε μικρὰ φαίνεται.

  [60] ἓν τοίνυν εἰπὼν ἔτι τῶν ἰδίων αὐτοῦ πονηρευμάτων τὰ λοίπ᾽ ἐάσω. πρὶν γὰρ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, ἐμπεσόντος ἀνθρώπου τινὸς Ταναγραίου πρὸς κατεγγύην, γραμματεῖον ἔχοντος, προσελθὼν καὶ λαλῶν ὁτιδήποθ᾽ ὑφαιρεῖται τὸ γραμματεῖον. αἰτιωμένου δὲ καὶ δεινὰ ποιοῦντος τἀνθρώπου, καὶ λέγοντος ὅτι οὐδεὶς ἄλλος ὑφῄρηται, εἰς τοῦτ᾽ ἀφικνεῖται βδελυρίας ὥστε τύπτειν ἐπεχείρησε τὸν ἄνθρωπον. [61] νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος. ὡς δ᾽ εἰς τοῦθ᾽ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν καὶ ζητεῖν: ὕστερον δ᾽ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθ᾽ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν, μηδὲ λαμβάνειν, μηδ᾽ αὐτὸν τούτῳ διδόναι. [62] καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖν᾽ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν.”Μαρτυρία”

  καλῶν γ᾽ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. ἄξιόν γ᾽ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τιν᾽ ἀκοῦσαι. ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα.”Δόγμα”

  [63] εἶτ᾽ οὐκ αἰσχύνεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθ᾽ ἑαυτῶν εἶναι πονηρότερον ὥστ᾽ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δ᾽ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε; τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;

  [64] ἀλλ᾽ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ‘ἐγὼ μόνος εὔνους ὑμῖν: πάντες οὗτοι συνεστᾶσιν: προδέδοσθε: ἡ παρ᾽ ἐμοὶ μόνον εὔνοια λοιπή.’ βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵν᾽ εἰ μέν ἐστι τοιαύτη, χρῆσθ᾽ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε. [65] πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρ᾽ αὐτοῦ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτ᾽ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετ᾽ εἶναι; ἀλλ᾽ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ ὁ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας, [66] κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων: εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων: ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα. [67] ἀλλὰ νὴ Δί᾽ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθ᾽ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτ᾽ ἄτοπον. ἀλλ᾽ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε; [68] ἀλλ᾽ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλ᾽ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλ᾽ ὅτι δακτυλοδεικτεῖτ᾽ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλ᾽ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. ὁ δ᾽ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλ᾽ ἢ ὅταν τὰ μήτ᾽ ὄντα μήτ᾽ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν δι᾽ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ;

  [69] ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτ᾽ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. εἰ τοίνυν τις ὀφείλειν τιν᾽ ᾐτιᾶτο χρήματα, ὁ δ᾽ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθ᾽ αἵ τε συνθῆκαι καθ᾽ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθ᾽ ἂν ἀναιδῆ δηλονότι, εἰ δ᾽ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα: οὕτω ταῦτα πέφυκεν. [70] εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθ᾽ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δ᾽ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα: εἰ δ᾽ ἔτ᾽ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλ᾽ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαι᾽ ἀφανίζειν ἐπιχειρῶν. [71] οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδ᾽ ὁ λόγος, ἀλλ᾽ εἰ ὀφείλει. ἢ δεινά γ᾽ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, �
�σχύσει τὸ ὀφείλειν κατ᾽ αὐτῶν: ἐὰν δέ τις μεγάλ᾽ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρί᾽ ἐστὶν τὰ ὀφλήμαθ᾽ ἃ ἐγγέγραπται καὶ ἐφ᾽ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύ᾽ ἐν ἀπογραφῇ πεποίηται, τὸ δ᾽ ἓν οὐδ᾽ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει. [72] ναί, φησίν: ἀδίκως γάρ μ᾽ ἐγγέγραφεν. δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη. ἢ τίνος λήψει δίκην; εἰ γὰρ ἔξεστί σοι πάνθ᾽ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι; [73] φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, ὁ δ᾽ ἀντεγγραφήσεται: ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ὁ ἐξαλειφθείς, ἐκεῖνος δ᾽ ἐπίτιμος ἔσται, ὁ ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδ᾽ ἀξιοῖ, ταῦτα συμβαίνει: εἰ γὰρ ὅτ᾽ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ᾽ ὅταν ἐξαλειφθῇ, τότ᾽ οὐκ ὀφειλήσει: οὐκοῦν νῦν ὀφείλει. [74] τί δ᾽; ἂν αὐτὸν ἀποφύγῃ, παρὰ τοῦ κομιεῖται ταῦθ᾽ ἡ πόλις ἃ νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ; πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται; ᾧ γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδ᾽ ὡς συμφέρει γιγνομένων τούτων. [75] ἀλλ᾽ ἔγωγε ταῦθ᾽ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτ᾽ οἴεσθ᾽ εἶναι. ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δ᾽ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλ᾽ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δ᾽ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότ᾽ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.

  [76] ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δ᾽ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δ᾽ εἰς ἕτερα τοιαῦτα δι᾽ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δ᾽ οὐδέν᾽ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντ᾽ ἀπόκρημνα, φάραγγας, [77] βάραθρα. τί γὰρ ὡς ἀληθῶς ἐρεῖ; ὧν ὁ πατήρ τι πεποίηκε νὴ Δία. ἀλλὰ κατεγνώκαθ᾽ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. ἀλλὰ νὴ Δία, εἰ ταῦτ᾽ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. ποῖον; ὃν ποῦ βεβίωκεν; ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος. [78] ἀλλ᾽ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότ᾽ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλ᾽ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλ᾽ οὔτ᾽ εἰσὶν οὔτ᾽ ἐγένοντο πώποτε: πῶς γὰρ τῷ γε μηδ᾽ ἐλευθέρῳ; [79] πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, ὁ παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀδελφὸς δ᾽ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. οὑτοσί — τὰ μὲν ἄλλα σιωπῶ, ἀλλ᾽ ἐφ᾽ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε, [80] ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, ἣ κατ᾽ ἐκείνης τότ᾽ ἐμήνυσεν, ἐξ ἧσπερ ὁ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτ᾽ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.

  [81] τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι; ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλ᾽ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. ἀλλὰ τούτων γ᾽ οὔθ᾽ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. διὰ τί; ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρ᾽ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός. [82] τίν᾽ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ; πότερ᾽ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται; τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται: ταῦτα γεωργεῖ, ταῦτ᾽ ἐργάζεται. ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτ᾽ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτ᾽ ἀποθανόντα δέξαιτο; οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω. [83] τίνος δὲ συγγνώμης ἢ ποίων ἐλέω
ν οἱ σεσυκοφαντημένοι τετυχήκασιν παρὰ τούτου, οἷς οὗτος θανάτου πᾶσιν ἐτιμᾶτ᾽ ἐν τουτοισὶ τοῖς δικαστηρίοις, καὶ ταῦτα πρὶν τὴν πρώτην ψῆφον διενεχθῆναι; καὶ ἐφ᾽ οἷς ὁ βάσκανος οὗτος οὕτως ὠμῶς καὶ πικρῶς εἶχεν, τούτους ὑμῶν οἱ λαχόντες, ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιοῦντες ἔσῳζον, καὶ τοὺς ὑπὸ τούτου συκοφαντουμένους ἀπεψηφίζοντο, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετεδίδοσαν τούτῳ. [84] ἀλλ᾽ ἥ γε τούτου πικρία καὶ μιαιφονία καὶ ὠμότης παρῆν καὶ ἐξητάζετο. οὐχὶ παιδία, οὐχὶ μητέρας τῶν κρινομένων ἐνίων γραῦς παρεστώσας ὁρῶν οὗτος ἠλέει. εἶτα σοὶ συγγνώμη; πόθεν ἢ παρὰ τοῦ; ἢ τοῖς σοῖς παιδίοις ἔλεος; πολλοῦ γε καὶ δεῖ. σὺ τὸν εἰς ταῦτ᾽ ἔλεον προδέδωκας, Ἀριστογεῖτον, μᾶλλον δ᾽ ἀνῄρηκας ὅλως. μὴ δὴ πρὸς οὓς αὐτὸς ἔχωσας λιμένας καὶ προβόλων ἐνέπλησας, πρὸς τούτους προσορμίζου: οὐ γὰρ δίκαιον.

  [85] εἰ τοίνυν ἀκούσαιτε καὶ τὰς βλασφημίας ἃς κατὰ τὴν ἀγορὰν περιιὼν καθ᾽ ὑμῶν ἔλεγεν, ἔτι μᾶλλον ἂν αὐτὸν μισήσαιτε, καὶ δικαίως. φησὶ γὰρ πολλοὺς ὀφείλειν τῷ δημοσίῳ, τούτους δ᾽ ἅπαντας ὁμοίους ὑπάρχειν ἑαυτῷ. ἐγὼ δὲ πολλοὺς μὲν εἶναι τοὺς ἠτυχηκότας, εἰ καὶ δύ᾽ εἰσὶ μόνοι, συγχωρῶ: παντὶ γὰρ πλείους εἰσὶ τοῦ δέοντος, καὶ οὐδένα τῶν ἄλλων ὀφείλειν ἔδει. οὐ μέντοι μὰ τοὺς θεοὺς τούτῳ γ᾽ ὑπάρχειν ὁμοίους οἴομαι τούτους, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ καὶ τοὐναντίον. [86] οὑτωσὶ δὲ λογίζεσθε. καὶ μή μ᾽ ὑπολάβητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς πρὸς ὀφείλοντας ὑμᾶς τῷ δημοσίῳ διαλέγεσθαι: οὔτε γὰρ ἔστιν μήτε γένοιτο τοῦτο, οὔτ᾽ ἐγὼ νομίζω. ἀλλ᾽ εἴ τῴ τις ἄρ᾽ ἢ φίλος ἢ γνώριμός ἐστιν ἐν τούτοις, ὡς ὑπὲρ τούτου τοῦτον προσήκει μισεῖν, τοῦτο βούλομαι δεῖξαι. πρῶτον μὲν ὅτι ἀνθρώπους ἐπιεικεῖς, οἷς ἐγγύαι καὶ φιλανθρωπίαι γίγνονται καὶ ὀφλήματ᾽ ἴδια, οἷς οὐ πρόσεστι κοίν᾽ ἀδικήματα, ἠτυχηκέναι δὲ συμβέβηκεν, εἰς τὴν ὁμοίαν τάξιν ἑαυτῷ καὶ βλασφημίαν ἄγει, οὐκ ὀρθῶς οὐδὲ προσηκόντως. [87] οὐ γὰρ ὅμοιόν ἐστιν, Ἀριστογεῖτον, οὐδὲ πολλοῦ δεῖ, γράψαντά σε τῶν πολιτῶν τρεῖς ἀκρίτους ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι ἐπὶ ταύτῃ τιμήματος τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν: οὐχ ὅμοιον, οὔ. ἔπειθ᾽ ὅτι τὴν κοινὴν φιλανθρωπίαν ἣν ὑμεῖς ἔχετ᾽ ἐκ φύσεως πρὸς ἀλλήλους οὗτος ἀναιρεῖ καὶ διαφθείρει. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ τῆς φύσεως πρὸς ἀλλήλους, ὅπερ εἶπον, χρώμενοι φιλανθρωπίᾳ, ὥσπερ αἱ συγγένειαι τὰς ἰδίας οἰκοῦσιν οἰκίας, οὕτω τὴν πόλιν οἰκεῖτε δημοσίᾳ. [88] πῶς οὖν ἐκεῖναι; ὅπου πατήρ ἐστι καὶ υἱεῖς ἄνδρες, τυχὸν δὲ καὶ τούτων παῖδες, ἐνταῦθ᾽ ἀνάγκη πολλὰς καὶ μηδὲν ὁμοίας εἶναι βουλήσεις: οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτ᾽ ἔργων ἐστὶν ἡ νεότης τῷ γήρᾳ. ἀλλ᾽ ὅμως οἵ τε νέοι πάνθ᾽ ὅσ᾽ ἂν πράττωσιν, ἄνπερ ὦσιν μέτριοι, οὕτω ποιοῦσιν ὥστε μάλιστα μὲν πειρᾶσθαι λανθάνειν, εἰ δὲ μή, φανεροί γ᾽ εἶναι τοῦτο βουλόμενοι ποιεῖν: οἵ τε πρεσβύτεροι πάλιν, ἂν ἄρ᾽ ἴδωσιν ἢ δαπάνην ἢ πότον ἢ παιδιὰν πλείω τῆς μετρίας, οὕτω ταῦθ᾽ ὁρῶσιν ὥστε μὴ δοκεῖν ἑορακέναι. ἐκ δὲ τούτων γίγνεταί τε πάνθ᾽ ἃ φέρουσιν αἱ φύσεις καὶ καλῶς γίγνεται. [89] τὸν αὐτὸν τοίνυν τρόπον ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν οἰκεῖτε συγγενικῶς καὶ φιλανθρώπως, οἱ μὲν οὕτως ὁρῶντες τὰ τῶν ἠτυχηκότων ἔργα ὥστε, τὸ τῆς παροιμίας, ὁρῶντας μὴ ὁρᾶν καὶ ἀκούοντας μὴ ἀκούειν, οἱ δ᾽ οὕτω ποιοῦντες ἃ πράττουσιν ὥστ᾽ εἶναι φανεροὶ καὶ φυλαττόμενοι καὶ αἰσχυνόμενοι. ἐκ δὲ τούτων ἡ κοινὴ καὶ πάντων τῶν ἀγαθῶν αἰτία τῇ πόλει μένει καὶ συνέστηκεν ὁμόνοια. [90] ταῦτα τοίνυν Ἀριστογείτων τὰ καλῶς οὕτω πεπηγότα τῇ φύσει καὶ τοῖς ἤθεσι τοῖς ὑμετέροις κινεῖν καὶ ἀναιρεῖ καὶ μεταρρίπτει, καὶ ἃ τῶν ἄλλων τῶν ἠτυχηκότων ἕκαστος ἀψοφητεὶ ποιεῖ, ταῦθ᾽ οὗτος μόνον οὐ κώδωνας ἐξαψάμενος διαπράττεται. οὐ πρυτάνεις, οὐ κῆρυξ, οὐκ ἐπιστάτης, οὐχ ἡ προεδρεύουσα φυλὴ τούτου κρατεῖν δύναται. [91] ἐπειδὰν οὖν τις ὑμῶν ἐφ᾽ οἷς οὗτος ἀσελγαίνει λυπηθεὶς εἴπῃ ‘τοῦτον δὲ ταῦτα ποιεῖν, καὶ ταῦτ᾽ ὀφείλοντα τῷ δημοσίῳ,’ ‘τί δ᾽; οὐ καὶ ὁ δεῖνα’ φησὶν ‘ὀφείλει’; τὸν ἐχθρὸν ἕκαστος ὑπειπὼν τὸν αὑτοῦ: ὥστε τὴν πονηρίαν τὴν τούτου αἰτίαν εἶναι τῶν βλασφημιῶν αἳ περὶ τῶν οὐχ ὁμοίων τούτῳ διὰ τοῦτον γίγνονται.

 

‹ Prev