Book Read Free

Delphi Complete Works of Demosthenes

Page 221

by Demosthenes


  [58] πολλὰ μὲν οὖν ἔγωγ᾽ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν: ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας. τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους. λαβὲ τοὺς νόμους καὶ ἀνάγνωθι.”Νόμοι”

  κατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα καὶ πλέον ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθ᾽ ὑμῶν τινὲς εἶδον: Θεογένης γὰρ ὁ Προβαλίσιος, ὁ μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματ᾽ ἐξηρίθμησεν. [59] ἐμοὶ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκ᾽ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον ἢ τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτ᾽ αὐτόν. εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλ᾽ αὐτὰ τὰ ἀρχαῖ᾽ ἐμοὶ πάντ᾽ ἀποδεδομένα. εἰ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδ᾽ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, ὁ δὲ καὶ πρὸς ὀφείλοντά μ᾽ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; οὐδαμῶς δήπουθεν.

  [60] τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσ᾽ ἐξαὐτῶν περιεγίγνετο, [61] ταῦτα προσπεριποιεῖν, τὴν δ᾽ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτρι᾽ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δ᾽ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δ᾽ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο. [62] λαβόντες δὲ καὶ τἄλλ᾽ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον ἢ τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλ᾽ αὐτὰ τὰ ἀρχαῖ᾽ οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες. καὶ οὐδ᾽ αἰσχύνονται ταῦτα τολμῶντες. [63] καίτοι τί ποτ᾽ ἂν ἔπαθον ὑπ᾽ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην; οὐκ ἂν ἔχοιεν εἰπεῖν. ὅπου γὰρ δέκ᾽ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν; δῆλον δὲ παντάπασιν: εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπ᾽ αὐτῶν, οὐδ᾽ ἂν τὰ μικρὰ ταῦτα παρ᾽ αὐτῶν ἀπέλαβον. εἰ γὰρ ἐκεῖν᾽ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ᾽ ἢ παρ᾽ αὑτῶν ἄν μ᾽ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον. [64] καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστ᾽ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δ᾽ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας; τίνας δ᾽ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν; οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δ᾽ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθ᾽ ὑφ᾽ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι; [65] καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντ᾽ ἀφείλεσθε, ἀλλ᾽ ἢ γυναῖκας ἢ παιδί᾽ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε: οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρ᾽ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτ᾽ εἰς ἡμᾶς ὑβρίκασι. καὶ οὐδ᾽ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλ᾽ ὥσπερ ἔχθιστοί τινες, ἀλλ᾽ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν. [66] ἀλλ᾽ ἐγὼ μὲν ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερ᾽ ἀπορῶ, ταύτην θ᾽ ὅπως ἐκδῶ καὶ τἄλλ᾽ ὁπόθεν διοικῶ. προσεπίκειται δ᾽ ἡ πόλις ἀξιοῦσ᾽ εἰσφέρειν, δικαίως: οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι ὁ πατήρ. τὰ δὲ χρήματα τὰ καταλειφθένθ᾽ οὗτοι πάντ᾽ εἰλήφασιν. [67] καὶ νῦν κομίσασθαι τἀμαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον. ἂν γὰρ ἀποφύγῃ μ᾽ οὗτος, ὃ μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν. καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν, κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλ᾽ ἐκ τῶν ἐμῶν ποιήσεται τὴν ἔκτεισιν: ἐμοὶ δ᾽ ἀτίμητον τοῦτ᾽ ἔστιν, ὥστ᾽ οὐ μόνον ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμωμένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε. [68] δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ �
��κετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι. δίκαιοι δ᾽ ἔστ᾽ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότρι᾽ ἀποστεροῦντας, ἀλλ᾽ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας. [69] μέγα δ᾽ ἂν οἶμαι στενάξαι τὸν πατέρ᾽ ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδ᾽ ἣν ἔλαβεν προῖκ᾽ ἐθέλοντ᾽ ἀποδοῦναι, καὶ ταῦτ᾽ ἔτει δεκάτῳ.

  κατὰ Ἀφόβου Β

  πολλὰ καὶ μεγάλ᾽ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτ᾽ αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ᾽ ᾧ μάλιστ᾽ ἠγανάκτησα τῶν ῥηθέντων. εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθ᾽ ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ. καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δ᾽ ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν: ἀλλ᾽ ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δ᾽ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμ᾽ ἐξ αὐτῆς δυνησόμενος. [2] ἐὰν οὖν ἀναγνῷ, προσέχετ᾽ αὐτῇ τὸν νοῦν: εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλ᾽ ὡς ὦφλεν. τοῦτ᾽ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ᾽ ᾧ φρονεῖ μάλιστα: ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν. εἰ μὲν οὖν τότ᾽ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτ᾽ ἐνηδρεύθημεν, παρεσχόμεθ᾽ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντ᾽ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν: νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτ᾽ ὤφειλεν οὔτ᾽ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα. [3] πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν. ἔπειτ᾽ αὐτὸς ὁ πατὴρ τήν τ᾽ ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τ᾽ ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατ᾽ ἀλλήλων καταμαρτυροῦσιν. [4] ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλ᾽ ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν. καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντ᾽ ἂν ηὐλαβήθη. νῦν δὲ καὶ Δημοχάρης καὶ ὁ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.

  [5] πάντων δ᾽ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δ᾽ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρ᾽ ὑμῖν. ἀλλ᾽ ἐχρῆν, ἐπειδὴ τάχιστ᾽ ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵν᾽ εἴ τι ἐγίγνετ᾽ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτ᾽ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν. [6] νῦν δ᾽ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δ᾽ ἦν: αὐτὴν δὲ τὴν διαθήκην, δι᾽ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δ᾽ οὐκ ἐσημήναντο, οὐδ᾽ αὐτὴν ἀπέδοσαν. ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν.

  [7] ἀλλ᾽ ἐγὼ οὐκ οἶδ᾽ ὅ τι τοῦτ᾽ ἔστιν. οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδ᾽ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ. πότερον ἐμοί; ἢ τῇ πόλει; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτ᾽ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε. δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον. [8] τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστ᾽ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε: ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις. ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκ᾽ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν. [9] ἀλλ᾽ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα, πολλῷ πλείον᾽ ὄντα τούτων, πάνθ᾽ ὑμᾶς ἔχειν ἐστίν, ἃ φανερῶς ὅτι διηρπάκατ᾽ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε. καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε, πάλιν δ᾽ εἰληφέναι κατ᾽ ἀλλήλων μαρτυρεῖτε. φάσκοντες δ᾽ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε. [10] πάντες δὲ κοινῇ μ᾽ ἐπιτροπ�
�ύσαντες ἰδίᾳ μετὰ ταῦθ᾽ ἕκαστος μηχανᾶσθε. καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δ᾽ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.

 

‹ Prev