Book Read Free

Delphi Complete Works of Demosthenes

Page 224

by Demosthenes


  [35] περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθ᾽ ὡς δικαίως τ᾽ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον. [36] περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σ᾽ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς: ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ; περὶ δ᾽ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθ᾽ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε. [37] περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλ᾽ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτ᾽ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες; οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδ᾽ ὡς σαυτόν, ἀλλ᾽ ἐν τῷ λόγῳ τοῦτ᾽ ἔγραψας σύ, κατεμαρτύρησαν δ᾽ οἱ μάρτυρες. [38] ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν. εἰ τοίνυν φήσει με, τὸν εἰδότ᾽ οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον: εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας. [39] ἀλλ᾽ οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος. διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδ᾽ ὅσιον παραδοῦναι, τὸ πρᾶγμ᾽ οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν. περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθ᾽ ὑπὲρ ὧν καθυφεῖκεν, εἶθ᾽ ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵν᾽ εἰδῆτε.”Νόμοι”“Μαρτυρίαι”

  [40] οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδ᾽ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμ᾽ αὔτ᾽ εἰ σκέψαισθε. θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστ᾽ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. οὐχ ὅτι τῶν χρημάτων οὐδ᾽ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα; καὶ δὴ λέγει. διὰ τοῦτ᾽ ἄρ᾽ οὐκ ἔχει; πολλοῦ γε δεῖ: τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα (πολλοὶ γὰρ ἂν εἶεν), ἀλλ᾽ εἴ τις οἶδεν. [41] καταμαρτυρησάντων τοίνυν τοσούτων σου μαρτύρων, τίνι τῶν ψευδομαρτυρίων ἐπεσκήψω; δεῖξον. ἀλλ᾽ οὐκ ἂν ἔχοις δεῖξαι. καίτοι πῶς οὐ σαφῶς σὺ σαυτὸν ἐξελέγχεις, ὅτι ψεύδει δεινὰ πεπονθέναι φάσκων καὶ τὴν δίκην ἀδίκως ὠφληκέναι τὸν ἄνθρωπον οὐ παραλαβών, ὃς τοὺς ταῦτα μαρτυρήσαντας ἔχειν σε καὶ λαβεῖν, περὶ ὧν ὡς οὐ καταλειφθέντων σὺ τὸν Μιλύαν ἐξῄτεις, ἀφῆκας τῶν ψευδομαρτυρίων; οὓς πολὺ κάλλιον ἦν, εἴπερ ἠδίκησο, διώκειν. ἀλλ᾽ οὐκ ἠδικημένος σὺ συκοφαντεῖς.

  [42] πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δ᾽ εἰ περὶ τῆς διαθήκης ἀκούσειεν. τοῦ γὰρ πατρός, ὦ ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντ᾽ ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμ᾽ ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ κεκτῆσθαι ταῦτα, ἃ μάλιστ᾽ οὐχ οἷόν τ᾽ ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφάνειαν. [43] ἦν δὲ ταῦθ᾽ ἃ γεγράφθαι φησὶν ἐν τῇ διαθήκῃ, δύο μὲν τάλαντα Δημοφῶντα λαβεῖν εὐθύς, τὴν δ᾽ ἀδελφὴν ὅταν ἡλικίαν ἔχῃ (τοῦτο δ᾽ ἔμελλεν εἰς ἔτος δέκατον γενήσεσθαι), τοῦτον δ᾽ ὀγδοήκοντα μνᾶς καὶ τὴν μητέρα τὴν ἐμὴν καὶ τὴν οἰκίαν οἰκεῖν, Θηριππίδην δ᾽ ἑβδομήκοντα μνᾶς λαβόντα καρπώσασθαι, τέως ἀνὴρ ἐγὼ γενοίμην. τὰ δ᾽ ἄλλ᾽ ὅσ᾽ ἐμοὶ χωρὶς τούτων κατελείφθη, καὶ τὸ μισθοῦν τὸν οἶκον ἠφάνιζεν ἐκ τῆς διαθήκης, οὐ συμφέρον αὑτῷ νομίζων ταῦτ᾽ ἐπιδειχθῆναι παρ᾽ ὑμῖν. [44] ἐπειδὴ τοίνυν ὡμολόγηθ᾽ ὑπ᾽ αὐτοῦ τούτου τὸν πατέρ᾽ ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι, τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων: ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν, φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτ᾽ ἀφεῖλεν. [45] οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν, ἀλλ᾽ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι δοῦναι. ταῦτα δὴ τὰ χρήματ᾽ οὐδαμοῦ παραδοὺς ἐφαίνετο, οὐδ᾽ ἐλάττω μικροῖς: ἀλλὰ τὰ μὲν ἀνηλωκέναι, τὰ δ᾽ οὐ λαβεῖν ἔφη, τὰ δ᾽
οὐκ εἰδέναι, τὰ δὲ τὸν δεῖν᾽ ἔχειν, τὰ δ᾽ ἔνδον εἶναι, τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν.

  [46] περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματ᾽ ἔνδον, βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον. τοῦτον γὰρ τὸν λόγον καθεῖκεν, ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα, οὐκ ἔχει δ᾽ ἐπιδεῖξαι ταῦθ᾽ ὡς ἀποδέδωκεν, ἵν᾽ ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γ᾽ ὄντα παρ᾽ ἡμῖν. [47] εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ᾽ ἂν τἄλλ᾽ ἐπέτρεπεν, οὔτ᾽ ἂν ἐκεῖν᾽ οὕτω καταλείπων αὐτοῖς ἔφραζεν: ὥστε πόθεν ἴσασιν; εἰ δ᾽ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ᾽ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ᾽ οὐκ ἂν κυρίους ἐποίησεν. οὐδ᾽ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ᾽ ἠγγύησεν: οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα δι᾽ ἐκείνης ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν. [48] ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθ᾽ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκ᾽ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ᾽ ἔγημεν δι᾽ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρ᾽ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρ᾽ ἐκείνου: τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτ᾽ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ᾽ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ᾽ ἐκείνης αὐτῶν κύριον; [49] ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δ᾽ οὐκ ἐμέλλεθ᾽ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ᾽ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστι ταῦτ᾽, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν: ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτ᾽ εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δ᾽ οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵν᾽ εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρ᾽ ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.

  [50] πολλὰ μὲν οὖν ἔγωγ᾽ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν: οὐκ ἐνδέχεται δέ μοι, τῷ μάρτυρι τοῦ κινδύνου περὶ τῆς ἐπιτιμίας ὄντος, περὶ ὧν αὐτὸς ἠδίκημαι λέγειν. ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι: γνώσεσθε γὰρ ἐξ αὐτῆς ἀκούσαντες, τὰ μεμαρτυρημέν᾽ ὡς ἔστιν ἀληθῆ, καὶ τὸν Μιλύαν ὅτι νῦν μὲν περὶ πάντων φησὶν ἐξαιτεῖν, τὸ δὲ πρῶτον ὑπὲρ τριάκοντα μόνον μνῶν ἐξῄτει, καὶ προσέτι ζημιοῦται κατὰ τὴν μαρτυρίαν οὐδέν. [51] ἐγὼ γὰρ πανταχῇ τοῦτον ἐλέγξαι βουλόμενος, καὶ τὰς τέχνας αὐτοῦ καὶ τὰς πανουργίας ἐμφανεῖς ὑμῖν καταστῆσαι πειρώμενος, ἠρόμην αὐτὸν πόσ᾽ εἴη τὰ χρήματα τὸ πλῆθος, καθ᾽ ἃ τὸν Μιλύαν ὡς συνειδότ᾽ ἐξῄτησεν: οὗτος δὲ ψευσάμενος περὶ πάντων ἔφησεν. ‘περὶ μὲν τοίνυν’ ἔφην ἐγώ ‘τούτου παραδώσω σοι τὸν ἔχοντα τἀντίγραφα ὧν σύ με προὐκαλέσω. [52] προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθ᾽ ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημ᾽ ἔλαττον ὧν ὦφλες, καθ᾽ ἃ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας.’ [53] ταῦτ᾽ ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι. καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτ᾽ ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλ᾽ οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.”Μάρτυρες”

  [54] οὐ τοίνυν ἐγὼ μὲν ταῦθ᾽ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλ᾽ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατ᾽ ἐκείνων. ὁ δ᾽ οὔτ᾽ ἐκείνοις οὔτ᾽ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλ᾽ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. λάβ᾽ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν.”Μαρτυρία”

  [55] πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς; οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντ᾽ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων: αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ: [56] τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου: τὰς θεραπαίνας οὐκ ἐθελήσανθ᾽ ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν: τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθ᾽ ἡμῶν ἐθέλουσαν: τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντ᾽ εἰδότων μᾶλλον ἢ Μιλύας: τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματ᾽ ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον: [57] τὴν διαθήκην οὐκ ἀποδόντα, οὐδὲ τὸν οἶκον μισθώσαντα τῶν νόμων κελευόντων: πίστιν ἐπιθεῖναι προομν
ύντος ἐμοῦ καὶ τῶν μαρτύρων, ὥστ᾽ ἀφεῖσθαι τοῦτον τῶν χρημάτων καθ᾽ ἃ τὸν Μιλύαν ἐξῄτησεν, οὐκ οἰηθέντα δεῖν; μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐκ ἂν ἔχοιμ᾽ ἐπιδεῖξαι ταῦτ᾽ ἀκριβέστερον ἢ τοῦτον τὸν τρόπον. οὕτω τοίνυν φανερῶς τῶν μαρτύρων καταψευδόμενος καὶ ἐκ τῶν πραγμάτων οὐδὲν ζημιούμενος καὶ τὴν δίκην δικαίως ὠφληκώς, ὅμως ἀναισχυντεῖ. [58] καὶ εἰ μὲν μὴ καὶ παρὰ τοῖς αὑτοῦ φίλοις καὶ παρὰ τῷ διαιτητῇ προεγνωσμένος ἀδικεῖν τούτους ἐποιεῖτο τοὺς λόγους, ἧττον ἂν ἦν ἄξιον θαυμάζειν: νῦν δ᾽ ἐπιτρέψαι με πείσας Ἀρχένεῳ καὶ Δρακοντίδῃ καὶ Φάνῳ τουτῳί, τῷ νῦν ὑπ᾽ αὐτοῦ φεύγοντι τῶν ψευδομαρτυρίων, τούτους μὲν ἀφῆκεν ἀκούσας αὐτῶν ὅτι, εἰ μεθ᾽ ὅρκου ταῦτα διαιτήσουσιν, καταγνώσονται τὴν ἐπιτροπήν, ἐπὶ τὸν κληρωτὸν δὲ διαιτητὴν ἐλθὼν καὶ οὐδὲν ἔχων ἀπολύσασθαι τῶν ἐγκεκλημένων ὦφλεν τὴν δίαιταν. [59] οἱ δικασταὶ δ᾽ ἀκούσαντες, εἰς οὓς ἐφῆκεν, ταὐτὰ καὶ τοῖς τούτου φίλοις καὶ τῷ διαιτητῇ περὶ αὐτῶν ἔγνωσαν καὶ δέκα ταλάντων ἐτίμησαν, οὐ μὰ Δί᾽ οὐχ ὅτι τὸν Μιλύαν ὡμολόγησεν εἶναι ἐλεύθερον (τοῦτο μὲν γὰρ οὐδὲν ἦν), ἀλλ᾽ ὅτι πεντεκαίδεκα ταλάντων οὐσίας μοι καταλειφθείσης τὸν μὲν οἶκον οὐκ ἐμίσθωσεν, δέκα δ᾽ ἔτη μετὰ τῶν συνεπιτρόπων διαχειρίσας πρὸς μὲν τὴν συμμορίαν ὑπὲρ παιδὸς ὄντος ἐμοῦ πέντε μνᾶς συνετάξατ᾽ εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματ᾽ εἰσέφερον, [60] χρόνον δὲ τοσοῦτον τὰ χρήματα ταῦτ᾽ ἐπιτροπεύσας, ὑπὲρ ὧν τηλικαύτην αὐτὸς εἰσφορὰν ἠξίου εἰσφέρειν, ἐμοὶ μὲν τὸ καθ᾽ αὑτὸν οὐδ᾽ εἴκοσι μνῶν ἄξια παρέδωκεν, μετὰ δ᾽ ἐκείνων ὅλα τὰ κεφάλαια καὶ τὰς ἐπικαρπίας ἀπεστέρηκεν. θέντες οὖν οἱ δικασταὶ τοῖς πᾶσι χρήμασιν οὐκ ἐφ᾽ ὅσῳ μισθοῦσιν τοὺς οἴκους τόκον, ἀλλ᾽ ὃς ἦν ἐλάχιστος, ηὗρον τὸ σύμπαν πλέον ἢ τριάκοντα τάλαντ᾽ αὐτοὺς ἀποστεροῦντας: διὸ τούτῳ τῶν δέκα ταλάντων ἐτίμησαν.

 

‹ Prev