by Demosthenes
[9] ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τιν᾽ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν. ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκ᾽ εἶναι, εἰ τότ᾽ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτ᾽ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν; ἢ δῆλον ὅτι ὤμοσεν; τί γὰρ καὶ λέγων οὐ φήσει τότ᾽ ἂν ὀμόσαι, νῦν γε τοῦτ᾽ ἀξιῶν; οὐκοῦν ὅτι γ᾽ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει: νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν. τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖν᾽ ἐπιορκεῖν ἢ τάδ᾽ ἡγοῖτο; ἢ τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντ᾽ ἐπίορκον;
[10] ἀλλὰ νὴ Δί᾽ ἴσως οὐχὶ πάντ᾽ αὐτῷ τοιαῦτα πέπρακται, οὐδὲ πανταχόθεν δῆλός ἐστι τεχνάζων. ἀλλὰ καὶ τιμώμενος φανερὸς γέγονεν ὑπὲρ Ἀφόβου ταλάντου, καὶ τοῦτ᾽ αὐτὸς ἡμῖν ἀποδώσειν ἐγγυώμενος. καίτοι σκέψασθ᾽ ὅτι τοῦτ᾽ ἔστι τεκμήριον οὐ μόνον τοῦ τὴν γυναῖκα συνοικεῖν Ἀφόβῳ καὶ τοῦτον οἰκείως ἔχειν, ἀλλὰ καὶ τοῦ μὴ δεδωκέναι τὴν προῖκα. [11] τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστ᾽ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθ᾽ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθ᾽ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι; ἐγὼ μὲν οὐδέν᾽ οἶμαι. καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμ᾽ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτ᾽ ἐγγυᾶσθαι. ἀλλὰ καὶ ἀπ᾽ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκ᾽ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτ᾽ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετ᾽ ἐκείνου καταστῆσαι βουλόμενος. [12] εἶτα νῦν παρακρούσασθαι ζητεῖ καὶ φενακίζει, λέγων ὡς πρότερον τοὺς ὅρους ἔστησεν ἢ ‘κεῖνον τὴν δίκην ὀφλεῖν. οὐ πρότερόν γ᾽ ἢ παρὰ σοί, νῦν εἰ ἀληθῆ λέγεις. δῆλον γὰρ ὅτι καταγνοὺς ἀδικίαν αὐτοῦ ταῦτ᾽ ἐποίεις. εἶτα καὶ γελοῖον τοῦτο λέγειν, ὥσπερ οὐκ εἰδότων ὑμῶν ὅτι πάντες οἱ τὰ τοιαῦτ᾽ ἀδικοῦντες σκοποῦσι τί λέξουσιν, καὶ οὐδεὶς πώποτ᾽ ὦφλεν σιωπῶν οὐδ᾽ ἀδικεῖν ὁμολογῶν: ἀλλ᾽ ἐπειδὰν οἶμαι μηδὲν ἀληθὲς λέγων ἐξελεγχθῇ, τότε γιγνώσκεται ὁποῖός ἐστιν. [13] ὅπερ καὶ οὗτος ἔμοιγε δοκεῖ πάσχειν. ἐπεὶ φέρε, πῶς ἐστι δίκαιον, ἐὰν μὲν ὀγδοήκοντα μνῶν θῇς ὅρους, ὀγδοήκοντα μνᾶς εἶναι τὴν προῖκα, ἐὰν δὲ πλείονος πλέον, ἐὰν δ᾽ ἐλάττονος ἔλαττον; ἢ πῶς ἐστι δίκαιον, τῆς ἀδελφῆς τῆς σῆς μηδέπω καὶ τήμερον ἄλλῳ συνοικούσης μηδ᾽ ἀπηλλαγμένης Ἀφόβου, μηδὲ τὴν προῖκα δεδωκότος σοῦ, μηδ᾽ ὑπὲρ τούτων εἰς βάσανον μηδ᾽ εἰς ἄλλο δίκαιον μηδὲν καταφεύγειν ἐθέλοντος, ὅτι σὺ στῆσαι φὴς ὅρους, σὸν εἶναι τὸ χωρίον; ἐγὼ μὲν οὐδαμῶς οἶμαι: τὴν γὰρ ἀλήθειαν σκεπτέον, οὐχ ἅ τις αὑτῷ παρεσκεύασεν ἐξεπίτηδες εἰς τὸ λέγειν τι δοκεῖν, ὥσπερ ὑμεῖς. [14] ἔπειτα τὸ δεινότατον: εἰ καὶ δεδωκότες ἦθ᾽ ὡς μάλιστα τὴν προῖκα, ἣν οὐ δεδώκατε, τίς ὁ τούτων αἴτιος; οὐχ ὑμεῖς, ἐπεὶ ἐπὶ τἄμ᾽ ἔδοτε; οὐχ ὅλοις ἔτεσιν πρότερον δέκα τἀμὰ λαβὼν εἶχεν ἐκεῖνος ὧν ὦφλεν τὴν δίκην, ἢ κηδεστήν σοι γενέσθαι; ἢ σὲ μὲν δεῖ κομίσασθαι πάντα, τὸν δὲ καὶ καταδικασάμενον καὶ δι᾽ ὀρφανίαν ἠδικημένον καὶ προικὸς ἀληθινῆς ἀπεστερημένον, ὃν μόνον ἀνθρώπων οὐδὲ τῆς ἐπωβελίας ἄξιον ἦν κινδυνεύειν, ἠναγκάσθαι τοιαῦτα παθεῖν, κεκομισμένον μηδ᾽ ὁτιοῦν, καὶ ταῦτ᾽ ἐθέλοντα ποιεῖν ἐφ᾽ ὑμῖν αὐτοῖς, εἴ τι τῶν δεόντων ἐβούλεσθε πράττειν;
πρὸς Ζηνόμίωνα Παραγραφή
ἄνδρες δικασταί, βούλομαι παραγεγραμμένος μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, περὶ τῶν νόμων πρῶτον εἰπεῖν, καθ᾽ οὓς παρεγραψάμην. οἱ νόμοι κελεύουσιν, ὦ ἄνδρες δικασταί, τὰς δίκας εἶναι τοῖς ναυκλήροις καὶ τοῖς ἐμπόροις τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, καὶ περὶ ὧν ἂν ὦσι συγγραφαί: ἂν δέ τις παρὰ ταῦτα δικάζηται, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. [2] τουτῳὶ τοίνυν Ζηνοθέμιδι πρὸς μὲν ἐμὲ ὅτι οὐδὲν ἦν συμβόλαιον οὐδὲ συγγραφή, καὐτὸς ὁμολογεῖ ἐν τῷ ἐγκλήματι: δανεῖσαι δέ φησιν Ἡγεστράτῳ ναυκλήρῳ, τούτου δ᾽ ἀπολομένου ἐν τῷ πελάγει, ἡμᾶς τὸ ναῦλον σφετερίσασθαι: τουτὶ τὸ ἔγκλημ᾽ ἐστίν. ἐκ δὴ τοῦ αὐτοῦ λόγου τήν τε δίκην οὐκ εἰσαγώγιμον οὖσαν μαθήσεσθε, καὶ τὴν ὅλην ἐπιβουλὴν καὶ πονηρίαν τουτουὶ τοῦ ἀνθρώπου ὄψεσθε. [3] δέομαι δ᾽ ὑμῶν πάντων, ὦ ἄνδρες δικασταί, εἴπερ ἄλλῳ τινὶ πώποτε πράγματι τὸν νοῦν προσέσχετε, καὶ τούτῳ προσέχειν: ἀκούσεσθε γὰρ ἀνθρώπου τόλμαν καὶ πονηρίαν οὐ τὴν τυχοῦσαν, ἄνπερ ἐγὼ τὰ πεπραγμέν᾽ αὐτῷ πρὸς ὑμᾶς πολλάκις εἰπεῖν δυνηθῶ. οἶμαι δέ.
[4] Ζηνόθεμις γὰρ οὑτοσί, ὢν ὑπηρέτης Ἡγεστράτου τοῦ ναυκλήρου, ὃν καὶ αὐτὸς ἔγραψεν ἐν τῷ ἐγκλήματι ὡς ἐν τῷ πελάγει ἀπώλετο (πῶς δέ, οὐ προσέγραψεν, ἀλλ᾽ ἐγὼ φράσω), ἀδίκημα τοιουτονὶ μετ᾽ ἐκείνου συνεσκευάσατο. χρήματ᾽ ἐν ταῖς Συρακούσαις ἐδανείζεθ᾽ οὗτος κἀκεῖνος. ὡμολόγει δ᾽ ἐκεῖνος μὲν πρὸς τοὺς τούτῳ δανείζοντας, εἴ τις ἔροιτο, ἐνεῖναι σῖτον ἐν τῇ νηὶ τούτῳ πολύν, οὗτος δὲ πρὸς τοὺς ἐκείνῳ τὸν γόμον οἰκεῖον ἔχειν α
ὐτὸν τῆς νεώς: ὢν δ᾽ ὁ μὲν ναύκληρος, ὁ δ᾽ ἐπιβάτης, ἐπιστεύοντ᾽ εἰκότως ἃ περὶ ἀλλήλων ἔλεγον. [5] λαμβάνοντες δὲ τὰ χρήματα, οἴκαδ᾽ ἀπέστελλον εἰς τὴν Μασσαλίαν, καὶ οὐδὲν εἰς τὴν ναῦν εἰσέφερον. οὐσῶν δὲ τῶν συγγραφῶν, ὥσπερ εἰώθασιν ἅπασαι, σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, ἵν᾽ ἀποστερήσαιεν τοὺς δανείσαντας, τὴν ναῦν καταδῦσαι ἐβουλεύσαντο. ὁ μὲν οὖν Ἡγέστρατος, ὡς ἀπὸ τῆς γῆς ἀπῆραν δυοῖν ἢ τριῶν ἡμερῶν πλοῦν, καταβὰς τῆς νυκτὸς εἰς κοίλην ναῦν διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος. οὑτοσὶ δ᾽, ὡς οὐδὲν εἰδώς, ἄνω μετὰ τῶν ἄλλων ἐπιβατῶν διέτριβεν. ψόφου δὲ γενομένου, αἰσθάνονται οἱ ἐν τῷ πλοίῳ ὅτι κατόν τι ἐν κοίλῃ νηὶ γίγνεται, καὶ βοηθοῦσι κάτω. [6] ὡς δ᾽ ἡλίσκεθ᾽ ὁ Ἡγέστρατος καὶ δίκην δώσειν ὑπέλαβεν, φεύγει καὶ διωκόμενος ῥίπτει αὑτὸν εἰς τὴν θάλατταν, διαμαρτὼν δὲ τοῦ λέμβου διὰ τὸ νύκτ᾽ εἶναι, ἀπεπνίγη. ἐκεῖνος μὲν οὕτως, ὥσπερ ἄξιος ἦν, κακὸς κακῶς ἀπώλετο, ἃ τοὺς ἄλλους ἐπεβούλευσε ποιῆσαι, ταῦτα παθὼν αὐτός. [7] οὑτοσὶ δ᾽ ὁ κοινωνὸς αὐτοῦ καὶ συνεργὸς τὸ μὲν πρῶτον εὐθὺς ἐν τῷ πλοίῳ παρὰ τἀδικήματα, ὡς οὐδὲν εἰδώς, ἀλλ᾽ ἐκπεπληγμένος καὶ αὐτός, ἔπειθεν τὸν πρῳρέα καὶ τοὺς ναύτας εἰς τὸν λέμβον ἐκβαίνειν καὶ ἐκλιπεῖν τὴν ναῦν τὴν ταχίστην, ὡς ἀνελπίστου τῆς σωτηρίας οὔσης καὶ καταδυσομένης τῆς νεὼς αὐτίκα μάλα, ἵν᾽, ὅπερ διενοήθησαν, τοῦτ᾽ ἐπιτελεσθείη καὶ ἡ ναῦς ἀπόλοιτο καὶ τὰ συμβόλαι᾽ ἀποστερήσαιεν. [8] ἀποτυχὼν δὲ τούτου, καὶ τοῦ παρ᾽ ἡμῶν συμπλέοντος ἐναντιωθέντος καὶ τοῖς ναύταις μισθούς, εἰ διασῴσειαν τὴν ναῦν, μεγάλους ἐπαγγειλαμένου, σωθείσης εἰς Κεφαλληνίαν τῆς νεὼς διὰ τοὺς θεοὺς μάλιστά γε, εἶτα καὶ διὰ τὴν τῶν ναυτῶν ἀρετήν, πάλιν μετὰ τῶν Μασσαλιωτῶν τῶν τοῦ Ἡγεστράτου πολιτῶν μὴ καταπλεῖν Ἀθήναζε τὸ πλοῖον ἔπραττε, λέγων ὡς αὐτός τε καὶ τὰ χρήματ᾽ ἐκεῖθέν ἐστι, καὶ ὁ ναύκληρος εἴη καὶ οἱ δεδανεικότες Μασσαλιῶται. [9] ἀποτυχὼν δὲ καὶ τούτου, καὶ τῶν ἀρχόντων τῶν ἐν τῇ Κεφαλληνίᾳ γνόντων Ἀθήναζε τὴν ναῦν καταπλεῖν, ὅθενπερ ἀνήχθη, ὃν οὐδ᾽ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι τοιαῦτά γ᾽ ἐσκευωρημένον καὶ πεποιηκότα, οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον ὑπερβέβληκεν ἀναιδείᾳ καὶ τόλμῃ, ὥστ᾽ οὐκ ἐλήλυθεν μόνον, ἀλλὰ καὶ τοῦ σίτου τοῦ ἡμετέρου ἀμφισβητήσας ἡμῖν δίκην προσείληχεν.
[10] τί οὖν ποτ᾽ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτ᾽ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν; ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ. ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ: οὓς οὐδ᾽ ὑμεῖς ἀγνοήσετ᾽ ἰδόντες. [11] ἐκ τούτων ἕνα, ἡνίχ᾽ οὗτος ἔπραττεν ὅπως ἡ ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, ὅ τι δ᾽ ἦν οὐκ εἰδότες, ἀτύχημ᾽ οὐδὲν ἔλαττον, εἰ οἷόν τ᾽ εἰπεῖν, ἀτυχήσαντες ἢ τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι. οὗτος ὁ πεμφθεὶς ὑφ᾽ ἡμῶν (Ἀριστοφῶν ὄνομ᾽ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματ᾽ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν ὁ πάντα πράττων οὗτος: ὁδὶ δ᾽ ἅσμενος δέδεκται ταῦτα. [12] ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ; ἅ γ᾽ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν ὁ παρ᾽ ἡμῶν ἐπιπλέων ἐπρίατο. οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ᾽ οὐδέν, ἐλπίδ᾽ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθ᾽ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.
[13] τὸ μὲν οὖν πρᾶγμ᾽ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν. βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτ᾽ ἤδη καὶ τἄλλα διδάσκειν. καί μοι λέγε τὰς μαρτυρίας.”Μαρτυρίαι”
[14] ἐπειδὴ τοίνυν ἀφίκετο δεῦρο τὸ πλοῖον, γνόντων τῶν Κεφαλλήνων ἀντιπράττοντος τούτου, ὅθεν ἐξέπλευσε τὸ πλοῖον, ἐνταῦθα καὶ καταπλεῖν αὐτό, τὴν μὲν ναῦν οἱ ἐπὶ τῇ νηὶ δεδανεικότες ἐνθένδ᾽ εὐθέως εἶχον, τὸν δὲ σῖτον ὁ ἠγορακὼς εἶχεν: ἦν δ᾽ οὗτος ὁ ἡμῖν τὰ χρήματ᾽ ὀφείλων. μετὰ ταῦθ᾽ ἧκεν οὗτος ἔχων τὸν παρ᾽ ἡμῶν πεμφθέντα πρεσβευτήν, τὸν Ἀριστοφῶντα, καὶ ἠμφεσβήτει τοῦ σίτου, φάσκων Ἡγεστράτῳ δεδανεικέναι. [15] ‘τί λέγεις, ἄνθρωπε;’ εὐθέως ὁ Πρῶτος (τοῦτο γὰρ ἦν τοὔνομα τῷ τὸν σῖτον εἰσαγαγόντι, τῷ τὰ χρήμαθ᾽ ἡμῖν ὀφείλοντι) ‘σὺ χρήματα δέδωκας Ἡγεστράτῳ, μεθ᾽ οὗ τοὺς ἄλλους ἐξηπάτηκας, ὅπως δανείσηται, καὶ σοὶ πολλάκις λέγοντος ὅτι τοῖς προϊεμένοις ἀπολεῖται τὰ χρήματα; σὺ οὖν ταῦτ᾽ ἀκούων αὐτὸς ἂν προήκω;’ ἔφη καὶ ἀναιδὴς ἦν. ‘οὐκοῦν εἰ τὰ μάλιστ᾽ ἀληθῆ λέγεις,’ τῶν παρόντων τις ὑπέλαβεν, ‘ὁ σὸς κοινωνὸς καὶ πολίτης, ὁ Ἡγέστρατος, ὡς ἔοικεν, ἐξηπάτηκέν σε, καὶ ὑπ�
�ρ τούτων αὐτὸς αὑτῷ θανάτου τιμήσας ἀπόλωλεν.’ [16] ‘καὶ ὅτι γ᾽,’ ἔφη τις τῶν παρόντων, ‘ἁπάντων ἐστὶ συνεργὸς οὗτος ἐκείνῳ, σημεῖον ὑμῖν ἐρῶ: πρὸ γὰρ τοῦ διακόπτειν ἐπιχειρῆσαι τὴν ναῦν, τίθενται πρός τινα τῶν συμπλεόντων οὗτος καὶ ὁ Ἡγέστρατος συγγραφήν. καίτοι εἰ μὲν εἰς πίστιν ἔδωκας, τί πρὸ τοῦ κακουργήματος ἂν τὰ βέβαι᾽ ἐποιοῦ; εἰ δ᾽ ἀπιστῶν ἐτύγχανες, τί οὐχ, ὥσπερ οἱ ἄλλοι, τὰ δίκαι᾽ ἐλάμβανες ἐν τῇ γῇ;’ [17] τί ἂν τὰ πολλὰ λέγοι τις; ἦν γὰρ οὐδ᾽ ὁτιοῦν πλέον ἡμῖν ταῦτα λέγουσιν, ἀλλ᾽ εἴχετο τοῦ σίτου. ἐξῆγεν αὐτὸν Πρῶτος καὶ ὁ κοινωνὸς τοῦ Πρώτου, Φέρτατος: οὑτοσὶ δ᾽ οὐκ ἐξήγετο, οὐδ᾽ ἂν ἔφη διαρρήδην ὑπ᾽ οὐδενὸς ἐξαχθῆναι, εἰ μὴ αὐτὸν ἐγὼ ἐξάξω. [18] μετὰ ταῦτα προὐκαλεῖθ᾽ ὁ Πρῶτος αὐτὸν καὶ ἡμεῖς ἐπὶ τὴν ἀρχὴν τὴν τῶν Συρακοσίων, κἂν μὲν ἐωνημένος τὸν σῖτον ἐκεῖνος φαίνηται καὶ τὰ τέλη κείμεν᾽ ἐκείνῳ καὶ τὰς τιμὰς ὁ διαλύων ἐκεῖνος, τοῦτον πονηρὸν ὄντ᾽ ἀξιοῦμεν ζημιοῦσθαι, εἰ δὲ μή, καὶ τὰ διάφορ᾽ ἀπολαβεῖν καὶ τάλαντον προσλαβεῖν, καὶ τοῦ σίτου ἀφιστάμεθα. ταῦτ᾽ ἐκείνου προκαλουμένου καὶ λέγοντος καὶ ἡμῶν οὐδὲν ἦν πλέον, ἀλλ᾽ ἦν αἵρεσις ἢ τοῦτον ἐξάγειν ἢ ἀπολωλεκέναι σωθέντα καὶ παρόντα τὰ ἡμέτερ᾽ αὐτῶν. [19] ὁ γὰρ αὖ Πρῶτος διεμαρτύρετ᾽ ἐξάγειν, βεβαιῶν ἀναπλεῖν ἐθέλειν εἰς τὴν Σικελίαν: εἰ δὲ ταῦτ᾽ ἐθέλοντος αὑτοῦ προησόμεθ᾽ ἡμεῖς τούτῳ τὸν σῖτον, οὐδὲν αὑτῷ μέλειν. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, καὶ οὔτ᾽ ἂν ἐξαχθῆναι ἔφη, εἰ μὴ ὑπ᾽ ἐμοῦ, οὔθ᾽ ἃ προὐκαλεῖτο περὶ τοῦ ἀναπλεῖν ἐδέχετο, ἔν τε τῷ πλῷ τὴν συγγραφὴν ἔθετο, λέγε τὰς μαρτυρίας.”Μαρτυρίαι”