Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 228
Delphi Complete Works of Demosthenes Page 228

by Demosthenes


  [20] ἐπειδὴ τοίνυν οὔτ᾽ ἐξάγεσθαι ἤθελεν ὑπὸ τοῦ Πρώτου οὔτ᾽ εἰς τὴν Σικελίαν ἀναπλεῖν ἐπὶ τὰ δίκαια, προειδώς θ᾽ ἅπαντ᾽ ἐφαίνετο, ἃ ὁ Ἡγέστρατος ἐκακούργει, λοιπὸν ἦν ἡμῖν τοῖς ἐνθένδε μὲν πεποιημένοις τὸ συμβόλαιον, παρειληφόσι δὲ τὸν σῖτον παρὰ τοῦ δικαίως ἐκεῖ πριαμένου, ἐξάγειν τοῦτον. [21] τί γὰρ ἂν καὶ ἄλλ᾽ ἐποιοῦμεν; οὔπω γὰρ τοῦτό γ᾽ οὐδεὶς ἡμῶν τῶν κοινωνῶν ὑπέλαβεν, ὡς ὑμεῖς γνώσεσθέ ποτ᾽ εἶναι τούτου τὸν σῖτον, ὃν καταλιπεῖν οὗτος ἔπειθεν τοὺς ναύτας, ὅπως ἀπόλοιτο τοῦ πλοίου καταδύντος. ὃ καὶ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν προσήκειν αὐτῷ. τίς γὰρ ἂν τὸν ἑαυτοῦ σῖτον ἔπειθε προέσθαι τοὺς σῴζειν βουλομένους; ἢ τίς οὐκ ἂν ἔπλει δεξάμενος τὴν πρόκλησιν εἰς τὴν Σικελίαν, οὗ ταῦτ᾽ ἦν ἐλέγξαι καθαρῶς; [22] καὶ μὴν οὐδὲ τοῦτ᾽ ἐμέλλομεν ὑμῶν καταγνώσεσθαι, ὡς εἰσαγώγιμον ψηφιεῖσθε τούτῳ τὴν δίκην περὶ τούτων τῶν χρημάτων, ἃ κατὰ πολλοὺς τρόπους οὗτος ἔπραττεν ὅπως μὴ εἰσαγώγιμα δεῦρ᾽ ἔσται, πρῶτον μὲν ὅτ᾽ αὐτὰ καταλιπεῖν τοὺς ναύτας ἔπειθεν, εἶθ᾽ ὅτ᾽ ἐν Κεφαλληνίᾳ μὴ δεῦρο πλεῖν τὴν ναῦν ἔπραττεν. [23] πῶς γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνες μέν, ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖς δ᾽ ὄντες Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖς καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλως οὗτος δεῦρ᾽ ἔπραττεν, ταῦτ᾽ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε; μὴ δῆτ᾽, ὦ Ζεῦ καὶ θεοί. λέγε δή μοι τί παραγέγραμμαι.”Παραγραφή”

  λέγε δή μοι τὸν νόμον.”Νόμος”

  [24] ὅτι μὲν τοίνυν ἐκ τῶν νόμων παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, ἱκανῶς οἴομαι δεδεῖχθαι: τέχνην δ᾽ ἀκούσεσθε τοῦ σοφοῦ τοῦ ταῦτα πάντα συντεθηκότος, τοῦ Ἀριστοφῶντος. ὡς γὰρ ἐκ τῶν πραγμάτων ἁπλῶς οὐδὲν ἑώρων δίκαιον ἑαυτοῖς ἐνόν, ἐπικηρυκεύονται τῷ Πρώτῳ καὶ πείθουσι τὸν ἄνθρωπον ἐνδοῦναι τὰ πράγμαθ᾽ ἑαυτοῖς, πράττοντες μὲν ὡς ἔοικεν καὶ ἐξ ἀρχῆς τοῦτο, ὡς ἡμῖν νῦν φανερὸν γέγονεν, οὐ δυνάμενοι δὲ πεῖσαι. [25] ὁ γὰρ Πρῶτος, ἕως μὲν ᾤετο τὸν σῖτον κέρδος ἐλθόντα ποιήσειν, ἀντείχετο τούτου, καὶ μᾶλλον ᾑρεῖτ᾽ αὐτός τε κερδᾶναι καὶ ἡμῖν τὰ δίκαι᾽ ἀποδοῦναι, ἢ κατακοινωνήσας τούτοις τῆς μὲν ὠφελίας τούτους ποιῆσαι μερίτας, ἡμᾶς δ᾽ ἀδικῆσαι: ὡς δὲ δεῦρ᾽ ἥκοντος αὐτοῦ καὶ περὶ ταῦτα πραγματευομένου, ἐπανῆκεν ὁ σῖτος, ἄλλην εὐθέως ἔλαβεν γνώμην. [26] καὶ ἅμα (εἰρήσεται γάρ, ἄνδρες Ἀθηαῖοι, πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια) καὶ ἡμεῖς οἱ δεδανεικότες προσεκρούομεν αὐτῷ καὶ πικρῶς εἴχομεν, τῆς τε ζημίας ἐφ᾽ ἡμᾶς ἰούσης τῆς περὶ τὸν σῖτον καὶ συκοφάντην ἀντὶ χρημάτων αἰτιώμενοι τοῦτον ἡμῖν κεκομικέναι. ἐκ τούτων, οὐδὲ φύσει χρηστὸς ὢν ἅνθρωπος δῆλον ὅτι, ἐπὶ τούτους ἀποκλίνει, καὶ συγχωρεῖ τὴν δίκην ἔρημον ὀφλεῖν, ἣν οὗτος αὐτῷ λαγχάνει τότε, ὅτ᾽ οὔπω ταὔτ᾽ ἐφρόνουν. [27] εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτ᾽ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν: ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵν᾽ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν — , εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ. ἀλλὰ τί ταῦτα; εἰ μὲν γὰρ ἃ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημ᾽ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλ᾽ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ. εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθ᾽ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν; [28] ἢ εἰ γράμματ᾽ ἔκλεπτεν; εἰ ὑπανέῳγεν; ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτ᾽ ἔχει διακρινεῖσθε: τῇ δ᾽ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε. εἴ τί σ᾽ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην: οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται. εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα. [29] νὴ Δί᾽, ἀλλ᾽ ἐκποδών ἐστιν ἅνθρωπος. διά γ᾽ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατ᾽ αὐτοῦ. εἰ γὰρ μὴ δι᾽ ὑμῶν ἔρημος ἐγίγνεθ᾽ ἡ δίκη, ἅμ᾽ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετ᾽ ἄν, ἢ σὺ παρ᾽ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημ᾽ ἂν ᾔει. [30] νῦν δὲ κοινωσάμενοι τὸ πρᾶγμα, ὁ μὲν διὰ σοῦ τὴν γεγονυῖαν ἔκδειαν οὐκ ἀποδώσειν ἡμῖν οἴεται, σὺ δ᾽ ἐκείνου κατηγορῶν τῶν ἡμετέρων κύριος γενήσεσθαι. τεκμήριον δέ: ἐγὼ μὲν γὰρ αὐτὸν κλητεύσω, σὺ δ᾽ οὔτε κατηγγύησας οὔτε νῦν κλητεύσεις.

  [31] ἔτι τοίνυν ἑτέρα τις ἐστὶν ἐλπὶς αὐτοῖς τοῦ παρακρούσεσθαι καὶ φενακιεῖν ὑμᾶς. αἰτιάσονται Δημοσθένην, καὶ ἐκείνῳ ἐμὲ πιστεύοντα φήσουσιν ἐξάγειν τουτονί, ὑπολαμβάνοντες τῷ ῥήτορα καὶ γνώριμον εἶναι ἐκεῖνον πιθανὴν ἔχειν τὴν αἰτίαν. ἐμοὶ δ᾽ ἐστὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένης οἰκεῖος γένει (καὶ πάντας ὑμῖν ὄμνυμι τοὺς θεοὺς ἦ μὴν ἐρεῖν τἀληθῆ), [32] προσελθόντος δ᾽ αὐτῷ μου καὶ παρεῖναι καὶ βοηθεῖν ἀξιοῦντος εἴ τι ἔχοι, ‘δήμων,’ ἔφη, ‘ἐγὼ ποιήσω μὲν ὡς ἂν σὺ κελεύῃς (καὶ γὰρ ἂν δεινὸν εἴη). δεῖ μέντοι καὶ τὸ σαυτοῦ καὶ τοὐμὸν λογίσασθαι. ἐμοὶ συμβέβηκεν, ἀφ᾽ οὗ περὶ τῶν κοινῶν λέγειν ἠρξάμην, μ�
�δὲ πρὸς ἓν πρᾶγμ᾽ ἴδιον προσεληλυθέναι: ἀλλὰ καὶ τῆς πολιτείας αὐτῆς τὰ τοιαῦτ᾽ ἐξέστηκα ...’

  πρὸς Ἀπατούριον Παραγραφή

  τοῖς μὲν ἐμπόροις, ὦ ἄνδρες δικασταί, καὶ τοῖς ναυκλήροις κελεύει ὁ νόμος εἶναι τὰς δίκας πρὸς τοὺς θεσμοθέτας, ἐάν τι ἀδικῶνται ἐν τῷ ἐμπορίῳ ἢ ἐνθένδε ποι πλέοντες ἢ ἑτέρωθεν δεῦρο, καὶ τοῖς ἀδικοῦσιν δεσμὸν ἔταξεν τοὐπιτίμιον, ἕως ἂν ἐκτείσωσιν ὅ τι ἂν αὐτῶν καταγνωσθῇ, ἵνα μηδεὶς ἀδικῇ μηδένα τῶν ἐμπόρων εἰκῇ. [2] τοῖς δὲ περὶ τῶν μὴ γενομένων συμβολαίων εἰς κρίσιν καθισταμένοις ἐπὶ τὴν παραγραφὴν καταφεύγειν ἔδωκεν ὁ νόμος, ἵνα μηδεὶς συκοφαντῆται, ἀλλ᾽ αὐτοῖς τοῖς τῇ ἀληθείᾳ ἀδικουμένοις τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων αἱ δίκαι ὦσιν. καὶ πολλοὶ ἤδη τῶν φευγόντων ἐν ταῖς ἐμπορικαῖς παραγραψάμενοι κατὰ τὸν νόμον τουτονὶ καὶ εἰσελθόντες εἰς ὑμᾶς ἐξήλεγξαν τοὺς δικαζομένους ἀδίκως ἐγκαλοῦντας καὶ ἐπὶ τῇ προφάσει τοῦ ἐμπορεύεσθαι συκοφαντοῦντας. [3] ὁ μὲν οὖν μετὰ τούτου μοι ἐπιβεβουλευκὼς καὶ τὸν ἀγῶνα τουτονὶ κατεσκευακὼς προϊόντος τοῦ λόγου καταφανὴς ὑμῖν ἔσται: ἐγκαλοῦντος δέ μοι Ἀπατουρίου τὰ ψευδῆ καὶ παρὰ τοὺς νόμους δικαζομένου, καὶ ὅσα μὲν ἐμοὶ καὶ τούτῳ ἐγένετο συμβόλαια, πάντων ἀπαλλαγῆς καὶ ἀφέσεως γενομένης, ἄλλου δὲ συμβολαίου οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον, οὔτε ναυτικοῦ οὔτ᾽ ἐγγείου, παρεγραψάμην τὴν δίκην μὴ εἰσαγώγιμον εἶναι κατὰ τοὺς νόμους τουτουσί.”Νόμοι”

  [4] ὡς τοίνυν παρὰ τοὺς νόμους τούτους εἴληχέ μοι τὴν δίκην Ἀπατούριος καὶ τὰ ψευδῆ ἐγκέκληκεν, ἐκ πολλῶν ὑμῖν τοῦτ᾽ ἐπιδείξω. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολὺν ἤδη χρόνον ἐπὶ τῆς ἐργασίας ὢν τῆς κατὰ θάλατταν, μέχρι μέν τινος αὐτὸς ἐκινδύνευον, οὔπω δὲ ἔτη ἐστὶν ἑπτὰ ἀφ᾽ οὗ τὸ μὲν πλεῖν καταλέλυκα, μέτρια δ᾽ ἔχων τούτοις πειρῶμαι ναυτικοῖς ἐργάζεσθαι. [5] διὰ δὲ τὸ ἀφῖχθαι πολλαχόσε καὶ διὰ τὸ εἶναί μοι τὰς διατριβὰς περὶ τὸ ἐμπόριον γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλατταν: τούτοις δὲ τοῖς ἐκ Βυζαντίου καὶ πάνυ οἰκείως χρῶμαι διὰ τὸ ἐνδιατρῖψαι αὐτόθι. ἔχοντος δέ μου οὕτως ὡς λέγω, κατέπλευσαν δεῦρο τρίτον ἔτος οὗτός τε καὶ πολίτης αὐτοῦ Παρμένων, Βυζάντιος μὲν τὸ γένος, φυγὰς δ᾽ ἐκεῖθεν. [6] προσιόντες δέ μοι ἐν τῷ ἐμπορίῳ οὗτος καὶ ὁ Παρμένων ἐμνήσθησαν περὶ ἀργυρίου. ἔτυχεν δὲ οὑτοσὶ ὀφείλων ἐπὶ τῇ νηὶ τῇ ἑαυτοῦ τετταράκοντα μνᾶς, καὶ οἱ χρῆσται κατήπειγον αὐτὸν ἀπαιτοῦντες καὶ ἐνεβάτευον εἰς τὴν ναῦν, εἰληφότες τῇ ὑπερημερίᾳ. ἀπορουμένῳ δ᾽ αὐτῷ μνᾶς μὲν δέκα ὁ Παρμένων ὡμολόγησεν δώσειν, τριάκοντα δὲ μνᾶς ἐδεῖτό μου οὗτος συνευπορῆσαι, αἰτιώμενος τοὺς χρήστας ἐπιθυμοῦντας τῆς νεὼς διαβεβληκέναι αὑτὸν ἐν τῷ ἐμπορίῳ, ἵνα κατάσχωσι τὴν ναῦν εἰς ἀπορίαν καταστήσαντες τοῦ ἀποδοῦναι τὰ χρήματα. [7] ἐμοὶ μὲν οὖν οὐκ ἔτυχεν παρὸν ἀργύριον, χρώμενος δὲ Ἡρακλείδῃ τῷ τραπεζίτῃ ἔπεισα αὐτὸν δανεῖσαι τὰ χρήματα λαβόντα ἐμὲ ἐγγυητήν. ἤδη δὲ τῶν τριάκοντα μνῶν πεπορισμένων, ἔτυχεν προσκεκρουκώς τι τούτῳ ὁ Παρμένων: ὡμολογηκὼς δ᾽ εὐπορήσειν αὐτῷ δέκα μνᾶς, καὶ τούτων δεδωκὼς τὰς τρεῖς, διὰ τὸ προειμένον ἀργύριον ἠναγκάζετο καὶ τὸ λοιπὸν διδόναι. [8] αὐτὸς μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δ᾽ ἐκέλευεν πρᾶξαι ὅπως αὐτῷ ὡς ἀσφαλέστατα ἕξει. λαβὼν δὲ ἐγὼ τὰς ἑπτὰ μνᾶς παρὰ τοῦ Παρμένοντος, καὶ τὰς τρεῖς ἃς προειλήφει οὗτος παρ᾽ ἐκείνου, ἀνθομολογησάμενος πρὸς τοῦτον, ὠνὴν ποιοῦμαι τῆς νεὼς καὶ τῶν παίδων, ἕως ἀποδοίη τάς τε δέκα μνᾶς ἃς δι᾽ ἐμοῦ ἔλαβεν, καὶ τὰς τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.”Μαρτυρίαι”

  [9] τὸν μὲν τρόπον τοῦτον ἀπήλλαξεν τοὺς χρήστας Ἀπατούριος οὑτοσί. οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆς τραπέζης ἀνασκευασθείσης, καὶ τοῦ Ἡρακλείδου κατ᾽ ἀρχὰς κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούς τε παῖδας ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένος. ὅθεν ἐμοὶ πρὸς τοῦτον ἡ πρώτη διαφορὰ ἐγένετο. αἰσθόμενος γὰρ ὁ Παρμένων ἐξαγομένων τῶν παίδων ἐπιλαμβάνεται καὶ τὴν ναῦν κατεκώλυσεν αὐτὸν ἐξορμίζειν, καὶ μεταπεμψάμενος ἐμὲ λέγει τὸ πρᾶγμα. [10] ὡς δ᾽ ἤκουσα, τοῦτον μὲν ἀνοσιώτατον ἡγησάμην εἶναι τῷ ἐπιχειρήματι, ἐσκοπούμην δὲ ὅπως αὐτός τε ἀπολυθήσομαι τῆς ἐγγύης τῆς ἐπὶ τὴν τράπεζαν, καὶ ὁ ξένος μὴ ἀπολεῖ ἃ δι᾽ ἐμοῦ τούτῳ ἐδάνεισεν. καταστήσας δὲ φύλακας τῆς νεὼς διηγησάμην τοῖς ἐγγυηταῖς τῆς τραπέζης τὴν πρᾶξιν, καὶ παρέδωκα τὸ ἐνέχυρον, εἰπὼν αὐτοῖς ὅτι δέκα μναῖ ἐνείησαν τῷ ξένῳ ἐν τῇ νηί. ταῦτα δὲ πράξας κατηγγύησα τοὺς παῖδας, ἵν᾽ εἴ τις ἔνδεια γίγνοιτο, τὰ ἐλλείποντα ἐκ τῶν παίδων εἴη. [11] καὶ ἐγὼ μὲν ἐπειδὴ ἔλαβον τοῦτον ἀδικοῦντα, διωρθωσάμην ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ ξένου: ὁ δ᾽ ὥσπερ ἀδικούμενος, ἀλλ᾽ οὐκ ἀδικῶν ἐμέμφετό μοι, καὶ ἠρώτα εἰ οὐχ ἱκανόν μοι εἴη αὐτῷ ἀπολυθῆναι τῆς ἐγγύης τῆς πρὸς τὴν τράπεζαν, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἀργυρίου τοῦ Παρμένοντος τὴν ναῦν κατεγγυῶ καὶ τοὺς παῖδας
, καὶ ὑπὲρ ἀνθρώπου φυγάδος ἀπεχθανοίμην αὑτῷ. [12] ἐγὼ δὲ τὸν πιστεύοντα ἐμαυτῷ τοσούτῳ ἔφην ἧττον ἂν περιιδεῖν, ὅσῳ φυγὰς ὢν καὶ ἀτυχῶν ἠδικεῖτο ὑπὸ τούτου. πάντα δὲ ποιήσας καὶ εἰς πᾶσαν ἀπέχθειαν τούτῳ ἐλθών, μόλις εἰσέπραξα τὸ ἀργύριον, πραθείσης τῆς νεὼς τετταράκοντα μνῶν, ὅσουπερ ἡ θέσις ἦν. ἀποδοθεισῶν δὲ τῶν τριάκοντα μνῶν ἐπὶ τὴν τράπεζαν καὶ τῶν δέκα μνῶν τῷ Παρμένοντι, ἐναντίον πολλῶν μαρτύρων τάς τε συγγραφὰς ἀνειλόμεθα, καθ᾽ ἃς ἐδανείσθη τὰ χρήματα, καὶ τῶν συναλλαγμάτων ἀφεῖμεν καὶ ἀπηλλάξαμεν ἀλλήλους, ὥστε μήτε τούτῳ πρὸς ἐμὲ μήτ᾽ ἐμοὶ πρὸς τοῦτον πρᾶγμα εἶναι μηδέν. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.”Μαρτυρίαι”

 

‹ Prev