Book Read Free

Delphi Complete Works of Demosthenes

Page 233

by Demosthenes


  Ἐρασικλῆς μαρτυρεῖ κυβερνᾶν τὴν ναῦν ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ εἰδέναι Ἀπολλόδωρον ἀγόμενον ἐν τῷ πλοίῳ οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, καὶ οὐ πλείω: ἄλλο δὲ μηδὲν ἀγώγιμον ἄγεσθαι ἐν τῷ πλοίῳ Ἀπολλόδωρον εἰς τὸν Πόντον.

  Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν ἐν τῇ Ὑβλησίου νηὶ διοπεύων τὴν ναῦν, καὶ εἰδέναι Ἀπολλόδωρον τὸν Φασηλίτην ἀγόμενον ἐν τῷ πλοίῳ ἐκ Μένδης εἰς τὸν Πόντον οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, ἄλλο δὲ μηδὲν φορτίον.

  πρὸς τούσδ᾽ ἐξεμαρτύρησεν: Ἀρχιάδης Μνησωνίδου Ἀχαρνεύς, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Εὐμάριχος Εὐβοίου Ἑστιαιόθεν, Φιλτάδης Κτησίου Ξυπεταιών, Διονύσιος Δημοκρατίδου Χολλῄδης.”

  [21] περὶ μὲν οὖν τοῦ πλήθους τοῦ οἴνου, ὅσον ἔδει αὐτοὺς ἐνθέσθαι εἰς τὸ πλοῖον, ταῦτα διεπράξαντο, καὶ ἤρξαντο εὐθὺς ἐντεῦθεν ἀπὸ τοῦ πρώτου γεγραμμένου παραβαίνειν καὶ μὴ ποιεῖν τὰ γεγραμμένα. μετὰ δὲ ταῦτ᾽ ἔστιν ἐν τῇ συγγραφῇ ὅτι ὑποτιθέασιν ταῦτα ἐλεύθερα καὶ οὐδενὶ οὐδὲν ὀφείλοντες, καὶ ὅτι οὐδ᾽ ἐπιδανείσονται ἐπὶ τούτοις παρ᾽ οὐδενός. ταῦτα διαρρήδην γέγραπται, ὦ ἄνδρες δικασταί. [22] οὗτοι δὲ τί ἐποίησαν; ἀμελήσαντες τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ δανείζονται παρά τινος νεανίσκου, ἐξαπατήσαντες ὡς οὐδενὶ οὐδὲν ὀφείλοντες: καὶ ἡμᾶς τε παρεκρούσαντο καὶ ἔλαθον δανεισάμενοι ἐπὶ τοῖς ἡμετέροις, ἐκεῖνόν τε τὸν νεανίσκον τὸν δανείσαντα ἐξηπάτησαν ὡς ἐπ᾽ ἐλευθέροις τοῖς χρήμασιν δανειζόμενοι: τοιαῦτα τούτων ἐστὶν τὰ κακουργήματα. ταῦτα δὲ πάντ᾽ ἐστὶν τὰ σοφίσματα Λακρίτου τουτουί. ὅτι δὲ ἀληθῆ λέγω καὶ ἐπεδανείσαντο χρήματα παρὰ τὴν συγγραφήν, μαρτυρίαν ἀναγνώσεται ὑμῖν αὐτοῦ τοῦ ἐπιδανείσαντος. [23] λέγε τὴν μαρτυρίαν.”Μαρτυρία

  Ἄρατος Ἁλικαρνασσεὺς μαρτυρεῖ δανεῖσαι Ἀπολλοδώρῳ ἕνδεκα μνᾶς ἀργυρίου ἐπὶ τῇ ἐμπορίᾳ, ἣν ἦγεν ἐν τῇ Ὑβλησίου νηὶ εἰς τὸν Πόντον, καὶ τοῖς ἐκεῖθεν ἀνταγορασθεῖσι, καὶ μὴ εἰδέναι αὐτὸν δεδανεισμένον παρὰ Ἀνδροκλέους ἀργύριον: οὐ γὰρ ἂν δανεῖσαι αὐτὸς Ἀπολλοδώρῳ τὸ ἀργύριον.”

  [24] αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν. γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον: ἕως δ᾽ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν. [25] γέγραπται μὲν ταῦτα οὑτωσὶ ἀκριβῶς ἐν τῇ συγγραφῇ: οὗτοι δέ, ὦ ἄνδρες δικασταί, ἐνταῦθα καὶ ἐπεδείξαντο μάλιστα τὴν ὕβριν καὶ τὴν ἀναίδειαν τὴν ἑαυτῶν, καὶ ὅτι οὐδὲ μικρὸν προσεῖχον τοῖς γράμμασι τοῖς γεγραμμένοις ἐν τῇ συγγραφῇ, ἀλλ᾽ ἡγοῦντο εἶναι τὴν συγγραφὴν ἄλλως ὕθλον καὶ φλυαρίαν. οὔτε γὰρ ἀντηγόρασαν οὐδὲν ἐν τῷ Πόντῳ οὔτε ἀντεφορτίσαντο ὥστε ἄγειν Ἀθήναζε: ἡμεῖς τε οἱ δανείσαντες τὰ χρήματα ἡκόντων αὐτῶν τούτων ἐκ τοῦ Πόντου οὐκ εἴχομεν ὅτου ἐπιλαβοίμεθα οὐδ᾽ ὅτου κρατοῖμεν, ἕως κομισαίμεθα τὰ ἡμέτερ᾽ αὐτῶν: οὐδ᾽ ὁτιοῦν γὰρ εἰσήγαγον εἰς τὸν λιμένα τὸν ὑμέτερον οὗτοι. [26] ἀλλὰ πεπόνθαμεν καινότατον, ὦ ἄνδρες δικασταί: ἐν γὰρ τῇ πόλει τῇ ἡμετέρᾳ αὐτῶν, οὐδὲν ἀδικοῦντες οὐδὲ δίκην οὐδεμίαν ὠφληκότες τούτοις, σεσυλήμεθα τὰ ἡμέτερ᾽ αὐτῶν ὑπὸ τούτων Φασηλιτῶν ὄντων, ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ᾽ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ ἐθέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἄλλο ὄνομα ἔχοι θέσθαι τοῖς τοιούτοις ἢ ὅτι ἀφαιροῦνται βίᾳ τὰ ἀλλότρια; ἐγὼ μὲν οὐδὲ ἀκήκοα πώποτε πρᾶγμα μιαρώτερον ἢ ὃ οὗτοι διαπεπραγμένοι εἰσὶ περὶ ἡμᾶς, καὶ ταῦτα ὁμολογοῦντες λαβεῖν παρ᾽ ἡμῶν τὰ χρήματα. [27] ὅσα μὲν γὰρ ἀμφισβητήσιμά ἐστι τῶν συμβολαίων, κρίσεως δεῖται, ὦ ἄνδρες δικασταί: τὰ δὲ παρ᾽ ἀμφοτέρων ὁμολογηθέντα τῶν συντιθεμένων, καὶ περὶ ὧν συγγραφαὶ κεῖνται ναυτικαί, τέλος ἔχειν ἅπαντες νομίζουσιν, καὶ χρῆσθαι προσήκει τοῖς γεγραμμένοις. ὅτι δὲ κατὰ τὴν συγγραφὴν οὐδ᾽ ὁτιοῦν πεποιήκασιν, ἀλλ᾽ εὐθὺς ἀπ᾽ ἀρχῆς ἀρξάμενοι ἐκακοτέχνουν καὶ ἐπεβούλευον μηδὲν ὑγιὲς ποιεῖν, ὑπό τε τῶν μαρτυριῶν καὶ αὐτοὶ ὑφ᾽ ἑαυτῶν ἐλέγχονται οὑτωσὶ καταφανῶς.

  [28] ὃ δὲ πάντων δεινότατον διεπράξατο Λάκριτος οὑτοσί, δεῖ ὑμᾶς ἀκοῦσαι: οὗτος γὰρ ἦν ὁ πάντα ταῦτα διοικῶν. ἐπειδὴ γὰρ ἀφίκοντο δεῦρο, εἰς μὲν τὸ ὑμέτερον ἐμπόριον οὐ καταπλέουσιν, εἰς φωρῶν δὲ λιμένα ὁρμίζονται, ὅς ἐστιν ἔξω τῶν σημείων τοῦ ὑμετέρου ἐμπορίου, καὶ ἔστιν ὅμοιον εἰς φωρῶν λιμένα ὁρμίσασθαι, ὥσπερ ἂν εἴ τις εἰς Αἴγιναν ἢ εἰς Μέγαρα ὁρμίσαιτο: ἔξεστι γὰρ ἀποπλεῖν ἐκ τοῦ λιμένος τούτου ὅποι ἄν τις βούληται καὶ ὁπηνίκ᾽ ἂν δοκῇ αὐτῷ. [29] καὶ τὸ μὲν πλοῖον ὥρμει ἐνταῦθα πλείους ἢ πέντε καὶ εἴκοσιν ἡμέρας, οὗτοι δὲ περιεπάτουν ἐν τῷ δείγματι τῷ ἡμετέρῳ, καὶ ἡμεῖς προσιόντες διελεγόμεθα, καὶ ἐκελεύομεν τούτους ἐπιμελεῖσθαι ὅπως ἂν ὡς τάχιστα ἀπο
λάβωμεν τὰ χρήματα. οὗτοι δὲ ὡμολόγουν τε καὶ ἔλεγον ὅτι αὐτὰ ταῦτα περαίνοιεν. καὶ ἡμεῖς τούτοις προσῇμεν, καὶ ἅμα ἐπεσκοποῦμεν εἴ τι ἐξαιροῦνταί ποθεν ἐκ πλοίου ἢ πεντηκοστεύονται. [30] ἐπειδὴ δὲ ἡμέραι τε ἦσαν συχναὶ ἐπιδημοῦσι τούτοις, ἡμεῖς τε οὐδ᾽ ὁτιοῦν εὑρίσκομεν οὔτ᾽ ἐξῃρημένον οὔτε πεπεντηκοστευμένον ἐπὶ τῷ ὀνόματι τῷ τούτων, ἐνταῦθα ἤδη μᾶλλον προσεκείμεθα ἀπαιτοῦντες. καὶ ἐπειδὴ ἠνωχλοῦμεν αὐτοῖς, ἀποκρίνεται Λάκριτος οὑτοσί, ἁδελφὸς ὁ Ἀρτέμωνος, ὅτι οὐκ ἂν οἷοί τ᾽ εἴησαν ἀποδοῦναι, ἀλλ᾽ ἀπόλωλεν ἅπαντα τὰ χρήματα: καὶ ἔφη Λάκριτος δίκαιόν τι ἔχειν λέγειν περὶ τούτων. [31] καὶ ἡμεῖς, ὦ ἄνδρες δικασταί, ἠγανακτοῦμεν ἐπὶ τοῖς λεγομένοις, πλέον δὲ οὐδὲν ἦν ἀγανακτοῦσιν ἡμῖν: τούτοις γὰρ οὐδ᾽ ὁτιοῦν ἔμελεν. οὐδὲν δ᾽ ἧττον ἠρωτῶμεν αὐτούς, ὅντινα τρόπον ἀπολωλότα εἴη τὰ χρήματα. Λάκριτος δὲ οὑτοσὶ ναυαγῆσαι ἔφη τὸ πλοῖον παραπλέον ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν, ναυαγήσαντος δὲ τοῦ πλοίου ἀπολωλέναι τὰ χρήματα τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ, ἃ ἔτυχεν ἐν τῷ πλοίῳ ἐνόντα: ἐνεῖναι δὲ τάριχός τε καὶ οἶνον Κῷον καὶ ἄλλ᾽ ἄττα, καὶ ταῦτα ἔφασαν πάντα ἀντιφορτισθέντα μέλλειν ἀπάγειν Ἀθήναζε, εἰ μὴ ἀπώλετο ἐν τῷ πλοίῳ. [32] καὶ ἃ μὲν ἔλεγεν, ταῦτ᾽ ἦν: ἄξιον δὲ ἀκοῦσαι τὴν βδελυρίαν τῶν ἀνθρώπων τούτων καὶ τὴν ψευδολογίαν. πρός τε γὰρ τὸ πλοῖον τὸ ναυαγῆσαν οὐδὲν ἦν αὐτοῖς συμβόλαιον, ἀλλ᾽ ἦν ἕτερος ὁ δεδανεικὼς Ἀθήνηθεν ἐπὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον καὶ ἐπ᾽ αὐτῷ τῷ πλοίῳ (Ἀντίπατρος ὄνομα ἦν τῷ δεδανεικότι, Κιτιεὺς τὸ γένος): τό τε οἰνάριον τὸ Κῷον ὀγδοήκοντα στάμνοι ἐξεστηκότος οἴνου, καὶ τὸ τάριχος ἀνθρώπῳ τινὶ γεωργῷ παρεκομίζετο ἐν τῷ πλοίῳ ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν τοῖς ἐργάταις τοῖς περὶ τὴν γεωργίαν χρῆσθαι. τί οὖν ταύτας τὰς προφάσεις λέγουσιν; οὐδὲν γὰρ προσήκει. [33] καί μοι λαβὲ τὴν μαρτυρίαν, πρῶτον μὲν τὴν Ἀπολλωνίδου, ὅτι Ἀντίπατρος ἦν ὁ δανείσας ἐπὶ τῷ πλοίῳ, τούτοις δ᾽ οὐδ᾽ ὁτιοῦν προσήκει τῆς ναυαγίας, ἔπειτα τὴν Ἐρασικλέους καὶ τὴν Ἱππίου, ὅτι ὀγδοήκοντα μόνον κεράμια παρήγετο ἐν τῷ πλοίῳ.”Μαρτυρίαι

  Ἀπολλωνίδης Ἁλικαρνασσεὺς μαρτυρεῖ εἰδέναι δανείσαντα Ἀντίπατρον, Κιτιέα τὸ γένος, χρήματα Ὑβλησίῳ εἰς τὸν Πόντον ἐπὶ τῇ νηὶ ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον: κοινωνεῖν δὲ καὶ αὑτὸν τῆς νεὼς Ὑβλησίῳ, καὶ συμπλεῖν ἑαυτοῦ οἰκέτας ἐν τῇ νηί, καὶ ὅτε διεφθάρη ἡ ναῦς, παρεῖναι τοὺς οἰκέτας τοὺς ἑαυτοῦ καὶ ἀπαγγέλλειν ἑαυτῷ, καὶ ὅτι ἡ ναῦς κενὴ διεφθάρη παραπλέουσα εἰς Θευδοσίαν ἐκ Παντικαπαίου.” [34]”

  Ἐρασικλῆς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ κυβερνῶν τὴν ναῦν εἰς τὸν Πόντον, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, εἰδέναι κενὴν τὴν ναῦν παραπλέουσαν, καὶ Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ, ἀλλὰ παράγεσθαι τῶν ἐκ Θευδοσίας τινὶ οἴνου Κῷα κεράμια περὶ ὀγδοήκοντα.

  Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ διοπεύων τὴν ναῦν, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, ἐνθέσθαι Ἀπολλόδωρον εἰς τὴν ναῦν ἐρίων ἀγγεῖον ἓν ἢ δύο καὶ ταρίχους κεράμια ἕνδεκα ἢ δώδεκα καὶ δέρματ᾽ αἴγεια, δύο δέσμας ἢ τρεῖς, ἄλλο δ᾽ οὐδέν.

  πρὸς τούσδ᾽ ἐξεμαρτύρησεν: Εὐφίλητος Δαμοτίμου Ἀφιδναῖος, Ἱππίας Τιμοξένου Θυμαιτάδης, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Ἀρχενομίδης Στράτωνος Θριάσιος, Φιλτάδης Κτησικλέους Ξυπεταιών.”

  [35] ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν. ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτ᾽ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατ᾽ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον. πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός: ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο. [36] κατεχόμενοι δὲ ὑφ᾽ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο. [37] ταῦτ᾽ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί. ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλ᾽ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλ᾽ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν. καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν.”Συγγραφή”

  [38] πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθ᾽ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν; [39] ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον
ἐᾷ εἶναι τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε ψήφισμα οὔτ᾽ ἄλλ᾽ οὐδ᾽ ὁτιοῦν πρὸς τὴν συγγραφήν: τούτοις δ᾽ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης, ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις οὖσιν αὑτῶν: οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ ἄδικοι ἄνθρωποι. [40] ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδ᾽ ἐπετίμησα, ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ Ἰσοκράτει ἀργύριον ἀναλίσκειν: μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη. οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ πιστεύοντας: πονηροῦ γὰρ ταῦτ᾽ ἐστὶν σοφιστοῦ καὶ οἰμωξομένου. [41] Λάκριτος δ᾽ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλ᾽ ἀκριβῶς εἰδὼς τὰ πεπραγμέν᾽ αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο, καὶ ἡγούμενος δεινὸς εἶναι καὶ ῥᾳδίως λόγους ποριεῖσθαι περὶ ἀδίκων πραγμάτων, οἴεται παράξειν ὑμᾶς ὅποι ἂν βούληται. ταῦτα γὰρ ἐπαγγέλλεται δεινὸς εἶναι, καὶ ἀργύριον αἰτεῖ καὶ μαθητὰς συλλέγει περὶ αὐτῶν τούτων ἐπαγγελλόμενος παιδεύειν. [42] καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθάνεσθε πονηρὰν καὶ ἄδικον, ὦ ἄνδρες δικασταί, δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα καὶ ταῦτ᾽ ἀποστερεῖν καὶ μὴ ἀποδιδόναι. πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι ἢ τοῦ παιδεύοντος τὰ τοιαῦτα ἢ αὐτῶν τῶν παιδευομένων; ἐπεὶ δ᾽ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, [43] κελεύσατε αὐτὸν διδάξαι ὑμᾶς, ἢ ὡς τὰ χρήματα οὐκ ἔλαβον παρ᾽ ἡμῶν, ἢ ὡς λαβόντες ἀποδεδώκασιν, ἢ ὅτι τὰς ναυτικὰς συγγραφὰς οὐ δεῖ κυρίας εἶναι, ἢ ὡς δεῖ ἄλλο τι χρήσασθαι τοῖς χρήμασιν ἢ ἐφ᾽ οἷς ἔλαβον κατὰ τὴν συγγραφήν. τούτων ὅ τι βούλεται πεισάτω ὑμᾶς. καὶ ἔγωγε καὶ αὐτὸς συγχωρῶ σοφώτατον εἶναι τοῦτον, ἐὰν ὑμᾶς πείσῃ τοὺς περὶ τῶν συμβολαίων τῶν ἐμπορικῶν δικάζοντας. ἀλλ᾽ εὖ οἶδ᾽ ὅτι οὐδὲν ἂν τούτων οἷός τ᾽ εἴη οὗτος οὔτε διδάξαι οὔτε πεῖσαι.

 

‹ Prev