Book Read Free

Delphi Complete Works of Demosthenes

Page 236

by Demosthenes


  [33] κατ᾽ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθ᾽ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλ᾽ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημ᾽ ὅλον, ἕτερον δ᾽ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτ᾽ οἴσειν: ἐπειδὴ δ᾽ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι. [34] ὅτι δὲ ταῦτ᾽ ἀμφότερ᾽, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφ᾽ ἑαυτοῦ πεπραγμένοις ἐναντί᾽ ἐρεῖ, σκοπεῖτ᾽ ἐκ τωνδί. ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτ᾽ ἐρωτᾶτ᾽ αὐτόν. οὐ γὰρ ἐκεῖνό γ᾽ ἐρεῖ, ὡς ἃ μὲν πλεονεκτεῖν τόνδ᾽ ἔγραψεν ὁ πατήρ, κύρι᾽ ἐστὶν τῆς διαθήκης, τὰ δ᾽ ἄλλ᾽ ἄκυρα. [35] ὅταν δ᾽ ὑπὸ τῶν τοῦδ᾽ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθ᾽ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδ᾽ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθ᾽, ὁπηνίκ᾽ ἐμίσθωσεν ἐκείνοις, τῷδ᾽ ἐγκαλεῖν παραχρῆμ᾽ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότ᾽ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδ᾽ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλ᾽ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.”Μαρτυρία”

  [36] ἵνα τοίνυν εἰδῆτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματ᾽ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντ᾽ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέ᾽ ἡμῶν ἀκούσατε. οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντ᾽ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ): [37] ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν ἃ Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως: καὶ ταῦτ᾽ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ: δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου. [38] χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον ἢ μνᾶς τριάκοντα. ἐὰν δ᾽ ἅπαντα συνθῆτε, ὅσ᾽ ἐνείματο, ὅσ᾽ εἰσεπράξατο, ὅσ᾽ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντ᾽ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθ᾽ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν. [39] ἀλλὰ νὴ Δία ταῦθ᾽ ἡ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς. ἀλλ᾽ ἃ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε: ἃ δ᾽ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλ᾽ οὐδ᾽ εἴκοσι μνῶν. μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδ᾽ ἃ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς ἡ πόλις εἴληφεν, λέγε. [40] ἵνα δ᾽ εἰδῆτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθ᾽ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.”Βιβλίον”“Πρόκλησις”“Μαρτυρίαι”

  [41] τοσαῦτα μὲν τοίνυν χρήματ᾽ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρ᾽ ἑκόντων, τὰ δ᾽ ἐκ τῶν δικῶν εἰσπράττει, ἃ τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετ᾽ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτ᾽ ἀνηλωκὼς ὅσ᾽ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας. [42] ἐγὼ δ᾽, ὡς μὲν οὐκ ἀληθῆ ταῦτ᾽ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντ᾽ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδ᾽ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν ἢ τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δ᾽ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα. [43] ἀλλὰ μὴν περί γε τῆς εὐπορίας, ὡς ἐκ τῶν τοῦ πατρὸς τοῦ σοῦ κέκτηται, καὶ ὧν ἐρωτήσειν ἔφησθα, πόθεν τὰ ὄντα κέκτηται Φορμίων, μόνῳ τῶν ὄντων ἀνθρώπων σοὶ τοῦτον οὐκ ἔνεστ᾽ εἰπεῖν τὸν λόγον. οὐδὲ γὰρ Πασίων ὁ σὸς πατὴρ ἐκτήσαθ᾽ εὑρὼν οὐδὲ τοῦ πατρὸς αὐτῷ παραδόντος, ἀλλὰ παρὰ τοῖς αὑτοῦ κυρίοις Ἀντισθένει καὶ Ἀρχεστράτῳ τραπεζιτεύουσι πεῖραν δοὺς ὅτι χρηστός ἐστι καὶ δίκαιος, ἐπιστεύθη. [44] ἔστι δ᾽ ἐν ἐμπορίῳ καὶ χρήμασιν ἐργαζομένοις ἀνθρώποις φιλεργὸν δόξαι καὶ χρηστὸν εἶναι τὸν αὐτὸν θαυμαστὸν ἡλίκον. οὔτ᾽ οὖν ἐκείνῳ τοῦθ᾽ οἱ κύριοι παρέδωκαν, ἀλλ᾽ αὐτὸς ἔφυ χρηστός, οὔτε τῷδ᾽ ὁ σὸς πατήρ: σὲ γὰρ ἂν πρότερον τοῦδε χρηστὸν ἐποίησεν, εἰ ἦν ἐπ᾽ ἐκείνῳ. εἰ δὲ τοῦτ᾽ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ πασῶν ἐστι μεγίστη πρὸς χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας. χωρὶς δὲ τούτων πολλὰ καὶ τῷ σῷ πατρὶ καὶ σοὶ καὶ ὅλως τοῖς ὑμετέροις πράγμασι Φορμίων γέγονε χρήσιμος. ἀλλ᾽ οἶμαι τῆς σῆς ἀπληστίας καὶ τοῦ σ
οῦ τρόπου τίς ἂν δύναιτ᾽ ἐφικέσθαι; [45] καὶ δῆτα θαυμάζω πῶς οὐ λογίζει πρὸς σεαυτόν, ὅτι ἔστιν Ἀρχεστράτῳ τῷ ποτὲ τὸν σὸν πατέρα κτησαμένῳ υἱὸς ἐνθάδε, Ἀντίμαχος, πράττων οὐ κατ᾽ ἀξίαν, ὃς οὐ δικάζεταί σοι, οὐδὲ δεινά φησι πάσχειν, εἰ σὺ μὲν χλανίδα φορεῖς, καὶ τὴν μὲν λέλυσαι, τὴν δ᾽ ἐκδέδωκας ἑταίραν, καὶ ταῦτα γυναῖκ᾽ ἔχων ποιεῖς, καὶ τρεῖς παῖδας ἀκολούθους περιάγει, καὶ ζῇς ἀσελγῶς ὥστε καὶ τοὺς ἀπαντῶντας αἰσθάνεσθαι, αὐτὸς δ᾽ ἐκεῖνος πολλῶν ἐνδεής ἐστιν. [46] οὐδὲ τὸν Φορμίων᾽ ἐκεῖνος οὐχ ὁρᾷ. καίτοι εἰ κατὰ τοῦτ᾽ οἴει σοι προσήκειν τῶν τούτου, ὅτι τοῦ πατρός ποτ᾽ ἐγένετο τοῦ σοῦ, ἐκείνῳ προσήκει μᾶλλον ἢ σοί: ὁ γὰρ αὖ σὸς πατὴρ ἐκείνων ἐγένετο, ὥστε καὶ σὺ καὶ οὗτος ἐκείνου γίγνεσθ᾽ ἐκ τούτου τοῦ λόγου. σὺ δ᾽ εἰς τοῦθ᾽ ἥκεις ἀγνωμοσύνης ὥσθ᾽ ἃ προσήκει σοι τοὺς λέγοντας ἐχθροὺς νομίζειν, ταῦτ᾽ αὐτὸς ποιεῖς ἀνάγκην εἶναι λέγειν, [47] καὶ ὑβρίζεις μὲν σαυτὸν καὶ τοὺς γονέας τεθνεῶτας, προπηλακίζεις δὲ τὴν πόλιν, καὶ ἃ τῆς τουτωνὶ φιλανθρωπίας ἀπολαύσας ηὕρεθ᾽ ὁ σὸς πατὴρ καὶ μετὰ ταῦτα Φορμίων οὑτοσί, ταῦτ᾽ ἀντὶ τοῦ κοσμεῖν καὶ περιστέλλειν, ἵνα καὶ τοῖς δοῦσιν ὡς εὐσχημονέστατ᾽ ἐφαίνετο καὶ τοῖς λαβοῦσιν ὑμῖν, ἄγεις εἰς μέσον, δεικνύεις, ἐλέγχεις, μόνον οὐκ ὀνειδίζεις οἷον ὄντα σ᾽ ἐποιήσαντ᾽ Ἀθηναῖον. [48] εἶτ᾽ εἰς τοῦθ᾽ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;) ὥστ᾽ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτ᾽ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις: ἃ γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθ᾽ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρ᾽ ἐξ ἀρχῆς κτησαμένων. ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτ᾽ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφ᾽ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου.”Μαρτυρίαι”

  [49] εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δ᾽ αὐτὸν τοῦτον ἀγάθ᾽ εἰργασμένον, ὅσ᾽ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν. οὐ γὰρ ἄλλο γ᾽ ἔχοις οὐδὲν ἂν ποιῆσαι. εἰς μὲν γὰρ τὰ ὄντ᾽ εἰ βλέπεις ἀκριβῶς, ταῦθ᾽ εὑρήσεις ὧν ἔστιν, ἐάν, ὃ μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι. [50] ὁρᾷ τὸν Ἀριστόλοκον τὸν Καπιδήμου: ποτ᾽ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο. καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων. σὺ δ᾽ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδ᾽ ὧν ὁ πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντ᾽ ἐβουλεύσατο: [51] ὅς, ὦ Ζεῦ καὶ θεοί, τοσούτῳ τοῦτον ἡγεῖτο σοῦ πλείονος ἄξιον εἶναι καὶ σοὶ καὶ ἑαυτῷ καὶ τοῖς ὑμετέροις πράγμασιν ὥστ᾽ ἀνδρὸς ὄντος σοῦ τοῦτον, οὐ σὲ τῶν ἡμίσεων κατέλιπεν ἐπίτροπον καὶ τὴν γυναῖκ᾽ ἔδωκεν καὶ ζῶν αὐτὸν ἐτίμα, δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι: οἱ μὲν γὰρ ἄλλοι τραπεζῖται μίσθωσιν οὐ φέροντες, ἀλλ᾽ αὐτοὶ ἑαυτοῖς ἐργαζόμενοι, πάντες ἀπώλοντο, οὗτος δὲ μίσθωσιν φέρων δύο τάλαντα καὶ τετταράκοντα μνᾶς ὑμῖν ἔσῳσε τὴν τράπεζαν. [52] ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δ᾽ οὐδένα ποιεῖ λόγον, ἀλλ᾽ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπ᾽ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. ὦ βέλτιστ᾽, εἰ οἷόν τε σὲ τοῦτ᾽ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθ᾽, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν; σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτ᾽ εἰληφότι πάντ᾽ ἀπόλωλεν, ὡς φής: εἰ δ᾽ ἦσθ᾽ ἐπιεικής, οὐκ ἄν ποτ᾽ αὔτ᾽ ἀνήλωσας.

  [53] ἀλλ᾽ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, δι᾽ ὅ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. τί γάρ; ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς; ἀλλ᾽ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. ἀλλ᾽ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον; καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ; οὐχὶ Τιμομάχου κατηγόρεις; οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ; οὐ πάλιν Μένωνος; οὐκ Αὐτοκλέους; οὐ Τιμοθέου; οὐκ ἄλλων πολλῶν; [54] καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής; τί ποτ᾽ οὖν ἐκείνων κατηγορῶν τόνδ᾽ εἴας; οὐκ ἠδικοῦ, ἀλλ᾽ οἶμαι συκοφαντεῖς νῦν. ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστ᾽ εἰς τὸ πρᾶγμ᾽ εἶναι τούτων μάρτυρας παρασχέσθαι: τὸν γὰρ συκοφαντοῦντ᾽ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν; [55] καὶ νὴ Δί᾽ ἔγωγ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθ᾽ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτ᾽ εἰς τὸ πρᾶγμ᾽ εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ὁ μὲν γὰρ περὶ πάντ᾽ ἄδικος τάχ᾽ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει: ὁ δὲ μηδέ�
�α μηδὲν ἠδικηκώς, πολλοὺς δ᾽ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων; τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον.”Μαρτυρίαι”

  [56] ἴθι δὴ καὶ τὰς κατ᾽ Ἀπολλοδώρου τῆς πονηρίας.”Μαρτυρίαι”

  ἆρ᾽ οὖν ὅμοιος οὑτοσί; σκοπεῖτε. λέγε.”Μαρτυρίαι”

  ἀνάγνωθι δὴ καὶ ὅσα δημοσίᾳ χρήσιμος τῇ πόλει γέγονεν οὑτοσί.”Μαρτυρίαι”

  [57] τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδέν᾽ οὔτ᾽ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδ᾽ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθ᾽ οἱ ἐπιτήδειοι ταῦθ᾽ ὑμῶν. ἐκεῖνο δ᾽ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθ᾽ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσ᾽ οὔθ᾽ οὗτος οὔτ᾽ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, δι᾽ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν. [58] ἃ μὴ προῆσθε, μηδ᾽ ἐπιτρέψητ᾽ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητ᾽ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρ᾽ ὑμῶν λαβεῖν: πολὺ γὰρ χρησιμώτερ᾽ ὑμῖν παρὰ τῷδ᾽ ὄνθ᾽ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει. [59] καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτ᾽ ἐλεεῖν ὅτ᾽ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι: οὐ γὰρ ἔγωγ᾽ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ. [60] τὰ μὲν οὖν πόλλ᾽ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετ᾽ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δ᾽ αὐτὸν ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθ᾽ ὁ πατήρ, ἢ ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω θ᾽ ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν τοιούτων τι δεικνύναι. [61] ἐὰν δ᾽ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδ᾽ ὑμᾶς ἡ τούτου κραυγὴ καὶ ἀναίδει᾽ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθ᾽ ὅσ᾽ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τ᾽ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.

 

‹ Prev