Book Read Free

Delphi Complete Works of Demosthenes

Page 242

by Demosthenes


  [34] ἀλλ᾽, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δ᾽ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου: παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δ᾽ ἐμὲ συκοφαντῶν, ἀγάπα δ᾽ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σ᾽ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλ᾽ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργ᾽ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δ᾽ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότρι᾽ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι. [35] ἐπεὶ ἔγωγ᾽ οὐδ᾽ εἰ τὰ μάλισθ᾽ ὁ πατὴρ ὄντα σ᾽ ἑαυτοῦ μὴ ἐποιεῖτ᾽ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλ᾽ ἐκείνῳ δεῖξαι, τίν᾽ ἐμοὶ νομιστέον ἔστ᾽ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδ᾽ ἐγὼ προσήκονθ᾽ ἡγούμην, ἐπειδὴ δ᾽ ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν: ἱερῶν, ὁσίων μετέχεις: ἀπάγει σ᾽ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δ᾽ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστ᾽ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι. [36] τί οὖν φιλονικεῖς; μηδαμῶς: μὴ ἔχ᾽ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως: οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομ᾽ ἡμᾶς. εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντ᾽ ἐρέσθαι πότερος, δύ᾽ ἂν ὦσιν Μαντίθεοι Μαντίου. οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. τί οὖν ἐπιθυμεῖς τούτων; ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν ὁ πατὴρ ὄνομ᾽ ἔθετο.”Μαρτυρίαι”

  [37] λοιπὸν ἡγοῦμαι τοῦθ᾽ ὑμῖν ἐπιδεῖξαι, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὐτὸς αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλ᾽ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τ᾽ ἠντεδίκει καὶ ὑπώμνυθ᾽ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτ᾽ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν: [38] ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. καίτοι ἐξ ἀρχῆς τ᾽ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως ἂν εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι; ὡς δὲ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί.”Ἀντίληξις”“Ἔγκλημα”

  [39] εἰ μὲν τοίνυν οὗτος ἔχει δεῖξαι νόμον ὃς ποιεῖ κυρίους εἶναι τοὺς παῖδας τοῦ ἑαυτῶν ὀνόματος, ἃ λέγει νῦν οὗτος ὀρθῶς ἂν ψηφίζοισθε. εἰ δ᾽ ὁ μὲν νόμος, ὃν πάντες ἐπίστασθ᾽ ὁμοίως ἐμοί, τοὺς γονέας ποιεῖ κυρίους οὐ μόνον θέσθαι τοὔνομ᾽ ἐξ ἀρχῆς, ἀλλὰ κἂν πάλιν ἐξαλεῖψαι βούλωνται καὶ ἀποκηρῦξαι, ἐπέδειξα δ᾽ ἐγὼ τὸν πατέρα, ὃς κύριος ἦν ἐκ τοῦ νόμου, τούτῳ μὲν Βοιωτόν, ἐμοὶ δὲ Μαντίθεον θέμενον, πῶς ὑμῖν ἔστιν ἄλλο τι πλὴν ἁγὼ λέγω ψηφίσασθαι; [40] ἀλλὰ μὴν ὧν γ᾽ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστ᾽ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε. τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν; τίς δ᾽, ᾧ μήπω παῖδες εἰσί, θήσεται; [41] οὐδεὶς δήπου. οὐκοῦν ὃ δίκαιον τῇ γνώμῃ τοῖς ὑμετέροις αὐτῶν παισὶν ὑπειλήφατε, τοῦτο καὶ περὶ ἡμῶν εὐσεβὲς γνῶναι. ὥστε καὶ κατὰ τὴν δικαιοτάτην γνώμην καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὴν τούτου προσομολογίαν ἐγὼ μὲν μέτρι᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δέομαι καὶ δίκαι᾽ ἀξιῶ, οὗτος δ᾽ οὐ μόνον οὐ μέτρια, ἀλλ᾽ οὐδ᾽ εἰωθότα γίγνεσθαι.

  πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας.

  πάντων ἐστὶν ἀνιαρότατον, ὦ ἄνδρες δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινῶν, τῷ δ᾽ ἔργῳ ἐχθροὺς ἔχῃ τούτους, καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπ᾽ αὐτῶν εἰσιέναι εἰς δικαστήριον, ὃ νῦν ἐμοὶ συμβέβηκεν. [2] οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς, ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι, καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην: ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων, ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην, καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλ᾽ ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην, [3] ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός, περὶ ἧς νυνὶ δικάζομαι, αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς, πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες, ὡς καὶ ὑμῖν ἔσται καταφανές, παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων, ἀλλὰ νῦν εἰς ὑμᾶς βοηθοὺς καταπεφευγώς. [4] δέομαι οὖν ἁπάντων ὑμῶν,
ὦ ἄνδρες δικασταί, μετ᾽ εὐνοίας τέ μου ἀκοῦσαι οὕτως ὅπως ἂν δύνωμαι λέγοντος, κἂν ὑμῖν δοκῶ δεινὰ πεπονθέναι, συγγνώμην ἔχειν μοι ζητοῦντι κομίσασθαι τἀμαυτοῦ, ἄλλως τε καὶ εἰς θυγατρὸς ἔκδοσιν: συνέβη γάρ μοι δεηθέντος τοῦ πατρὸς ὀκτωκαιδεκέτη γῆμαι, καὶ διὰ τοῦτο εἶναί μοι θυγατέρα ἤδη ἐπίγαμον. [5] ὥστ᾽ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε: οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δ᾽ ἐμὲ δικάζεσθαι αὑτοῖς. ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλ᾽ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.

  [6] ἡ γὰρ μήτηρ ἡ ἐμή, ὦ ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου. ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει: γενομένων δ᾽ αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δ᾽ ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα, [7] πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου (ὁ γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί. καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν. ὡς δ᾽ ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι.”Μάρτυρες”

  [8] τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε. τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτ᾽ οὖν τρόπον: οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν. [9] καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρ᾽ ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι: ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθ᾽ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθ᾽ ὧν οὗτος ἐδικάζετό [10] μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου — συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν: τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον. [11] συγχωρηθέντων δὲ τούτων — τί ἂν ὑμῖν μακρολογοίην; ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν: περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδ᾽ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν. καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δ᾽ ἕτερον Πάμφιλον. [12] ἐμὲ δ᾽ εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκ᾽ ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν. ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ. [13] γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν: ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δ᾽ ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ ὁ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις. [14] καὶ οὕτως ὑπ᾽ ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες, ὡς ἐνεμόμεθα τὰ πατρῷα, ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι, καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην
προῖκα. συμβουλευσάντων δ᾽ ἡμῖν τῶν παρόντων, τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα, τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα, [15] ἵν᾽ ἐκ μὲν τῆς οἰκίας, ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη ἡ προίξ, οὗτοι αὐτὴν κομίσωνται, ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων, ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν, πυνθάνωνται, καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες. ὅτι δὲ καὶ ταῦτ᾽ ἀληθῆ λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.”Μαρτυρίαι”

  [16] μετὰ ταῦτα τοίνυν οὗτοί τε ἐμοὶ δίκας ἔλαχον ὑπὲρ ὧν ἐνεκάλουν κἀγὼ τούτοις ὑπὲρ τῆς προικός. καὶ τὸ μὲν πρῶτον παραγραψάμενοι Σόλωνα Ἑρχιέα διαιτητὴν τούτῳ ἐπετρέψαμεν δικάσαι περὶ ὧν ἐνεκαλοῦμεν ἀλλήλοις: ὡς δ᾽ οὐκ ἀπήντων οὗτοι, ἀλλ᾽ ἐφυγοδίκουν καὶ χρόνος διετρίβετο συχνός, τῷ μὲν Σόλωνι συνέβη τελευτῆσαι τὸν βίον, οὗτοι δὲ πάλιν ἐξ ὑπαρχῆς λαγχάνουσί μοι τὰς δίκας, καὶ ἐγὼ τούτῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἐπιγραψάμενος ἐπὶ τὸ ἔγκλημα Βοιωτόν: τοῦτο γὰρ αὐτῷ ὁ πατὴρ ἔθετο τοὔνομα. [17] περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου ὁ διαιτητής: καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος. ἣν δ᾽ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ. [18] οὑτοσὶ δέ, ὦ ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ: οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ. ἀπορῶν δ᾽ ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα. ὡς δὲ καὶ ταῦτ᾽ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς περὶ τούτων μαρτυρίας.”Μαρτυρίαι”

 

‹ Prev