by Demosthenes
[44] πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὡς ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους ἐκ τῶν Ὀτρυνέων Λεώστρατος οὑτοσὶ καταλιπὼν υἱὸν τῷ Ἀρχιάδῃ γνήσιον, καὶ ὅτι ὁ πατὴρ αὐτοῦ ἔτι πρότερον τὸ αὐτὸ τοῦτ᾽ ἐπεποιήκει, καὶ ὡς ὁ καταλειφθεὶς ἄπαις τετελεύτηκεν, καὶ ὡς ὁ νῦν διαμεμαρτυρηκὼς πρότερον εἰς τοὺς δημότας ἢ εἰς τοὺς φράτερας ἐνεγράφη, τούτων ὑμῖν τὰς τῶν φρατέρων καὶ τὰς τῶν δημοτῶν μαρτυρίας ἀναγνώσεται, καὶ τῶν ἄλλων δὲ τῶν εἰρημένων, ὧν οὗτοι πεποιήκασιν, ἁπάντων ὑμῖν τὰς μαρτυρίας καθ᾽ ἓν ἕκαστον παρέξομαι. καί μοι κάλει τοὺς μάρτυρας δευρί.”Μάρτυρες”
[45] τῶν μὲν τοίνυν πραγμάτων ἁπάντων ἀκηκόατε, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων περὶ τὸν κλῆρον τοῦτον καὶ τῶν ὕστερον συμβάντων, ἐπειδὴ τάχιστα τὴν λῆξιν ἡμεῖς ἐποιησάμεθα. λοιπὸν δ᾽ ἐστὶ περί τε τῆς διαμαρτυρίας αὐτῆς εἰπεῖν καὶ περὶ τῶν νόμων καθ᾽ οὓς ἀξιοῦμεν κληρονομεῖν: ἔτι δέ, ἂν ἐγχωρῇ τὸ ὕδωρ καὶ μὴ μέλλωμεν ὑμῖν ἐνοχλεῖν, ἐξελέγξαι τὰ ὑπὸ τούτων ῥηθησόμενα, ὅτι οὔτε δίκαια οὔθ᾽ ὑγιῆ ἐστι. καὶ πρῶτον μὲν τὴν διαμαρτυρίαν ἀναγνώτω, καὶ σφόδρα τὸν νοῦν αὐτῇ προσέχετε: περὶ γὰρ ταύτης ἡ ψῆφος οἰσθήσεται νυνί.”Διαμαρτυρία”
[46] οὐκοῦν δήπου διαμεμαρτύρηκεν οὑτοσί, ὡς ἀκηκόατε, ‘μὴ ἐπίδικον εἶναι τὸν κλῆρον τὸν Ἀρχιάδου, ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν.’ ἐξετάσωμεν τοίνυν, εἰ εἰσὶν ἢ τὰ ψευδῆ διαμεμαρτύρηκεν οὑτοσί. ὁ γὰρ Ἀρχιάδης ἐκεῖνος, οὗ ἐστιν ὁ κλῆρος, ἐποιήσατο υἱὸν τὸν τοῦ διαμεμαρτυρηκότος νυνὶ πάππον: ἐκεῖνος δ᾽ ἐγκαταλιπὼν υἱὸν γνήσιον τὸν τούτου πατέρα Λεώστρατον ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους. [47] μετὰ δὲ ταῦτα αὐτὸς οὑτοσὶ Λεώστρατος πάλιν ἐγκαταλιπὼν υἱὸν ᾤχετο ἀπιὼν εἰς τὸν πατρῷον οἶκον: ὁ δ᾽ ἐγκαταλειφθεὶς ὑπὸ τούτου τελευταῖος ἁπάντων τῶν εἰσποιηθέντων τετελεύτηκεν ἄπαις, ὥστε γίγνεται ἔρημος ὁ οἶκος, καὶ ἐπανελήλυθεν ἡ κληρονομία πάλιν εἰς τοὺς ἐξ ἀρχῆς ἐγγύτατα γένους ὄντας. [48] πῶς ἂν οὖν εἴησαν κατὰ τὴν διαμαρτυρίαν υἱεῖς ἔτι τινὲς τῷ Ἀρχιάδῃ, ᾧ οἱ μὲν εἰσποιηθέντες ὁμολογοῦνται ἐπανεληλυθέναι, ὁ δ᾽ ἐγκαταλειφθεὶς τελευταῖος ἄπαις τετελεύτηκεν; οὐκοῦν ἀνάγκη τὸν οἶκον ἔρημον εἶναι. ὁπότε δὲ ἔρημος ὁ οἶκος, οὐκ ἂν εἴησαν υἱεῖς ἔτι ἐκείνῳ γνήσιοι. οὑτοσὶ τοίνυν διαμεμαρτύρηκεν τοὺς οὐκ ὄντας εἶναι, καὶ γέγραφεν ἐν τῇ διαμαρτυρίᾳ ‘ὄντων παίδων’, ἕνα φάσκων αὑτὸν εἶναι. [49] ἀλλὰ μὴν ‘γνησίων’ γ᾽ ὅταν λέγῃ καὶ ‘κυρίως κατὰ τὸν θεσμόν’, παρακρούεται παρὰ τοὺς νόμους. τὸ μὲν γὰρ γνήσιόν ἐστιν, ὅταν ᾖ γόνῳ γεγονός: καὶ ὁ νόμος ταῦτα μαρτυρεῖ λέγων, ‘ἣν ἂν ἐγγυήσῃ πατὴρ ἢ ἀδελφὸς ἢ πάππος, ἐκ ταύτης εἶναι παῖδας γνησίους.’ τὸ δὲ ‘κυρίως’ κατὰ τῶν ποιήσεων ὁ νομοθέτης ἔλαβεν, ὑπολαμβάνων δεῖν, ὅταν τις ὢν ἄπαις καὶ κύριος τῶν ἑαυτοῦ ποιήσηται υἱόν, ταῦτα κύρια εἶναι. οὗτος τοίνυν γόνῳ μὲν οὐδένα φησὶν Ἀρχιάδῃ γενέσθαι υἱόν, διαμεμαρτύρηται δὲ ‘γνησίων ὄντων’, ἐναντίαν τῷ πράγματι τὴν διαμαρτυρίαν ποιησάμενος. [50] ποιητὸς δὲ ὁμολογῶν εἶναι, φαίνεται οὐκ εἰσποιηθεὶς ὑπὸ τοῦ τετελευτηκότος αὐτοῦ, ὥστε πῶς ἔτι σοι κύρια ταῦτ᾽ ἂν εἴη κατὰ τὸν θεσμόν; ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός. ὑπό γε τουτωνὶ πρῴην βιασαμένων, ἤδη τῆς τοῦ κλήρου διαδικασίας ἐνεστηκυίας: οὐ δὴ δίκαιον ἐν τεκμηρίῳ ποιεῖσθαι τἀδίκημα. [51] καὶ γὰρ ἐκεῖνο πῶς οὐ δεινόν ἐστιν, ὦ ἄνδρες δικασταί, ἐπὶ μὲν τοῦ λόγου αὐτίκα μάλα φήσειν ποιητὸν εἶναι, ἐν δὲ τῇ διαμαρτυρίᾳ τοῦτο μὴ τολμῆσαι γράψαι, ἀλλὰ τὰ μὲν ἐν ταύτῃ διαμεμαρτυρημένα εἶναι ὡς ὑπὲρ υἱοῦ γόνῳ γεγονότος, τὰ δ᾽ αὐτίκα μάλα ῥηθησόμενα ὡς εἰσποιητοῦ; εἰ δὲ τὴν ἀπολογίαν ἐναντίαν τῇ διαμαρτυρίᾳ ποιήσονται, πῶς οὐκ ἢ τὸν λόγον ἀνάγκη ἢ τὴν διαμαρτυρίαν ψευδῆ εἶναι; εἰκότως δ᾽ οὐ προσέγραψαν τὴν ποίησιν τῇ διαμαρτυρίᾳ. ἔδει γὰρ ἐγγράψαι αὐτοὺς ‘εἰσποιησαμένου τοῦ δεῖνος’: ὁ δ᾽ οὐκ εἰσεποιήσατο, ἀλλ᾽ ἑαυτοὺς εἰσποιοῦντες ἀποστεροῦσιν ἡμᾶς τῆς κληρονομίας. [52] τὸ μετὰ ταῦτα τοίνυν πῶς οὐκ ἄτοπον καὶ δεινόν ἐστιν, ἅμα παρακαταβεβληκέναι τοῦ κλήρου πρὸς τῷ ἄρχοντι ὡς ὄντα αὐτὸν Ἀρχιάδου Λεώστρατον τουτονί, τὸν Ἐλευσίνιον τοῦ Ὀτρυνέως, διαμεμαρτυρηκέναι δ᾽ ἕτερον, ὡς αὐτοὶ ὁρᾶτε, φάσκοντα καὶ τοῦτον Ἀρχιάδου υἱὸν εἶναι; καὶ ποτέρῳ δεῖ προσέχειν ὑμῶν ὡς ἀληθῆ λέγοντι; [53] αὐτὸ γὰρ τοῦτο τεκμήριον οὐκ ἐλάχιστόν ἐστι τοῦ ψευδῆ τὴν διαμαρτυρίαν γεγενῆσθαι, τὸ περὶ τοῦ αὐτοῦ πράγματος μὴ τὸν αὐτὸν ἀμφισβητεῖν. εἰκότως: ὅτε γὰρ οἶμαι Λεώστρατος οὑτοσὶ παρακατέβαλλε τοῦ κλήρου πρὸς ἡμᾶς, οὔπω ὁ διαμεμαρτυρηκὼς νῦν ἐνεγέγραπτο δημότης εἶναι. ὥστε πάντων ἂν δεινότατα πάθοιμεν, εἰ τῇ ὕστερον τῶν πραγμάτων γεγενημένῃ διαμαρτυρίᾳ πιστεύσετε ὑμεῖς.
[54] ἀλλὰ μὴν καὶ πρεσβύτερά γε αὑτοῦ διαμεμαρτύρηκεν. ὁ γὰρ μήπω ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ὤν, ὅθ᾽ ἡ λῆξις αὕτη τοῦ κλήρου ἐγένετο, πῶς ἂν εἰδείη τι τούτων; ἔπειτ᾽ εἰ μὲν αὑτὸν διεμεμαρτυρήκει, εἶχεν ἂν λόγον αὐτῷ τὸ πρᾶγμα: ἀδί�
�ως μὲν ἂν ἔγραφεν, οὐδὲν δ᾽ ἧττον ὑπὲρ τοῦ κατὰ τὴν ἡλικίαν γ᾽ ὄντος. νῦν δὲ γνησίους υἱοὺς γέγραφεν τῷ Ἀρχιάδῃ ἐκείνῳ εἶναι, τόν τε αὑτοῦ πατέρα δῆλον ὅτι καὶ τὸν κατὰ τὴν ἐξ ἀρχῆς ποίησιν, οὐκ ἐπιλογισάμενος ὅτι ἐπανεληλυθότες ἦσαν. οὐκοῦν ἀνάγκη πρεσβυτέρας πράξεις αὐτὸν καὶ μὴ τὰς ἐφ᾽ ἑαυτοῦ γεγενημένας διαμεμαρτυρηκέναι. εἶθ᾽ ὑμεῖς τῷ τοῦτο τετολμηκότι πιστεύσετε ὡς ἀληθῆ λέγοντι; [55] νὴ Δί᾽, ἀλλ᾽ ἀκηκοὼς τοῦ αὑτοῦ πατρὸς διαμεμαρτύρηκεν. ὁ δέ γε νόμος ἀκοὴν τῶν τετελευτηκότων κελεύει διαμαρτυρεῖν, οὐ ζῶντος τοῦ πατρὸς τὰ ὑπ᾽ ἐκείνου πραχθέντα. ἐπεὶ κἀκεῖνο: διὰ τί ποτε Λεώστρατος οὑτοσὶ οὐχ αὑτόν, ἀλλὰ τοῦτον ἐπεγράψατο τῇ διαμαρτυρίᾳ; τὰ γὰρ πρεσβύτερα τῶν πραγμάτων τὸν πρεσβύτερον ἔδει διαμαρτυρεῖν. ὅτι νὴ Δί᾽, ἂν εἴποι, τοῦτον γὰρ εἰσπεποίηκα υἱὸν τῷ Ἀρχιάδῃ. [56] οὐκοῦν σὲ τὸν εἰσποιοῦντα καὶ κατασκευάζοντα τὰ πράγματα καὶ λόγον ἔδει διδόναι, γενόμενον ὑπεύθυνον ὧν πεποίηκας: πολλή γε ἀνάγκη. ἀλλὰ τοῦτο μὲν ἔφυγες, τῇ διαμαρτυρίᾳ δὲ τοῦτον οὐδὲν εἰδότ᾽ ἐπεγράψω. ὥστε φανερὸν ὑμῖν ἐστιν, ὦ ἄνδρες δικασταί, τὰ διαμαρτυρούμενα μὴ εἶναι ἀληθῆ, καὶ παρ᾽ αὐτοῖς γε τούτοις ὁμολογεῖται. καὶ μὴν κἀκεῖνο δίκαιόν ἐστιν, μὴ λέγοντος αὐτίκα μάλ᾽ ἀκούειν Λεωστράτου τουτουί, ὑπὲρ ὧν γε διαμαρτυρῆσαι οὐκ ἐτόλμησεν.
[57] ὡς δὲ καὶ τῶν ἀγώνων ἀδικώτατοι καὶ πλείστης ὀργῆς ἄξιοι τοῖς ἀγωνιζομένοις αἱ διαμαρτυρίαι εἰσίν, μάλιστ᾽ ἄν τις ἐκεῖθεν καταμάθοι. πρῶτον μὲν γὰρ οὐκ ἀναγκαίως ἔχουσιν, ὥσπερ οἱ ἄλλοι, ἀλλ᾽ ἐκ προαιρέσεως καὶ βουλήσεως τῆς τοῦ διαμαρτυροῦντος γίγνονται. εἰ μὲν γὰρ ὑπὲρ τῶν διαμφισβητουμένων μὴ ἔστιν ἄλλον τρόπον δίκην λαβεῖν ἢ διαμαρτυρήσαντα, ἴσως ἀναγκαῖον τὸ διαμαρτυρεῖν: [58] εἰ δὲ καὶ ἄνευ διαμαρτυρίας πρὸς ἅπασι τοῖς συνεδρίοις ἔνεστι λόγου μὴ ἀποστερηθῆναι, πῶς οὐ προπετείας καὶ τῆς μεγίστης ἀπονοίας σημεῖον τὸ διαμαρτυρεῖν ἐστιν; οὐδὲ γὰρ ὁ νομοθέτης ἀναγκαῖον αὐτὸ ἐποίησεν τοῖς ἀντιδίκοις, ἀλλ᾽ ἂν βούλωνται διαμαρτυρεῖν, ἔδωκεν, ὥσπερ διάπειραν ποιούμενος τῶν τρόπων ἑνὸς ἑκάστου ἡμῶν, πῶς ποτ᾽ ἔχοιμεν πρὸς τὸ προπετῶς τι πράττειν. [59] ἔτι τοίνυν ἐπὶ τὸ τῶν διαμαρτυρούντων μέρος οὔτε δικαστήρια ἦν ἂν οὔτε ἀγῶνες ἐγίγνοντο: κωλύει γὰρ πάντα ταῦτα τὸ τῶν διαμαρτυριῶν γένος καὶ ἀποκλείει εἰσαγωγῆς ἕκαστα τῆς εἰς τὸ δικαστήριον, κατά γε τὴν τοῦ διαμαρτυροῦντος βούλησιν. διόπερ οἶμαι δεῖν κοινοὺς ἐχθροὺς τοὺς τοιούτους ἀνθρώπους ὑπολαμβάνειν πᾶσιν εἶναι, καὶ μηδέποτε τυγχάνειν αὐτοὺς συγγνώμης ἀγωνιζομένους παρ᾽ ὑμῖν: προελόμενος γὰρ ἕκαστος αὐτῶν τὸν ἐκ τοῦ διαμαρτυρῆσαι κίνδυνον, οὐκ ἀναγκασθεὶς εἰσέρχεται.
[60] ὅτι μὲν οὖν ἡ διαμαρτυρία ψευδής ἐστιν, καὶ ἐκ τῶν γεγραμμένων καὶ ἐκ τῶν εἰρημένων λόγων σχεδὸν ἀκριβῶς μεμαθήκατε. ὅτι δὲ καὶ οἱ νόμοι, ὦ ἄνδρες δικασταί, ἡμῖν τὴν κληρονομίαν ἀποδιδόασι, τοῦθ᾽ ὑμᾶς διὰ βραχέων βούλομαι διδάξαι, οὐχ ὡς οὐ μεμαθηκότας καὶ ἐν τοῖς ἐν ἀρχῇ εἰρημένοις, ἀλλ᾽ ἵνα μᾶλλον πρὸς τὴν τούτων ψευδολογίαν τὰ δίκαια μνημονεύητε. [61] τὸ μὲν γὰρ σύνολον, ὄντες Ἀρχιάδῃ, οὗ ἐστιν ὁ κλῆρος οὑτοσί, πρὸς ἀνδρῶν κατὰ γένος ἐγγυτάτω, καὶ τῆς ποιήσεως, ἣν ἐκεῖνος ἐποιήσατο, τῶν μὲν ἐπανεληλυθότων εἰς τὸν πατρῷον οἶκον, τοῦ δ᾽ ἐγκαταλειφθέντος ἄπαιδος τετελευτηκότος, τούτων δ᾽ οὕτως ἐχόντων ἀξιοῦμεν κληρονομεῖν, [62] οὐδεμίαν οὐσίαν Λεωστράτου ἀφελόμενοι (οὗτοι μὲν γὰρ τὰς ἑαυτῶν ἔχουσιν), τῆς ὑπ᾽ Ἀρχιάδου δὲ καταλειφθείσης καὶ οὔσης ἐκ τῶν νόμων ἡμετέρας. ὁ γὰρ νόμος, ὦ ἄνδρες δικασταί, κελεύει κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων: οὗτοι δ᾽ ἡμεῖς ἐσμεν. οὐκ ἦσαν τοίνυν παῖδες ἐκείνῳ: οἱ δ᾽ * * ὄντες ἡμεῖς ἐσμεν. [63] ἔπειτα οὐ δίκαιον δήπου τὸν ποιητὸν υἱὸν ποιητοὺς ἑτέρους εἰσάγειν, ἀλλ᾽ ἐγκαταλείπειν μὲν γιγνομένους, ὅταν δὲ τοῦτ᾽ ἐπιλίπῃ, τοῖς γένεσιν ἀποδιδόναι τὰς κληρονομίας: ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. ἐπεὶ πῶς οὐκ ἐκκλείεται εἷς ἕκαστος ὑμῶν τῆς κατὰ γένος ἀγχιστείας, ὅταν τοῖς ποιητοῖς ἡ ἄδεια αὕτη δοθῇ; ὁρᾶτε γὰρ ὅτι ταῖς κολακείαις οἱ πλεῖστοι ψυχαγωγούμενοι καὶ ταῖς πρὸς τοὺς οἰκείους διαφοραῖς πολλάκις φιλονικοῦντες ποιητοὺς υἱεῖς ποιοῦνται: εἰ δ᾽ ἔσται τῷ εἰσποιηθέντι παρὰ τὸν νόμον εἰσποιεῖν ὃν ἂν βούληται, οὐδέποτε τοῖς γένεσιν αἱ κληρονομίαι δοθήσονται. [64] ἃ καὶ προνοηθεὶς ὁ νομοθέτης ἀπεῖπεν τῷ ποιητῷ αὐτῷ ὄντι ποιητὸν υἱὸν μὴ ποιεῖσθαι, τίνα τρόπον διορίσας περὶ τούτων; ὅταν εἴπῃ ‘υἱὸν γνήσιον ἐγκαταλιπόντα ἐπανιέναι’, δηλοῖ δήπου φανερῶς ὅτι οὐ δεῖ ποιεῖσθαι: ἀδύνατον γάρ ἐστιν υἱὸν γνήσιον ἐγκαταλιπεῖν, ἐὰν μὴ γόνῳ γεγονὼς ᾖ τινι. σὺ τοίνυν, ὦ Λεώστρατε, ἀξιοῖς τῷ τετελευτηκότι εἰσποιητῷ εἰς τὸ ἡμέτερον γένος ὄντι ποιητὸν ἐπὶ τὸν κλῆρον εἰσαγαγεῖν, ὥσπερ ἐπὶ τὰ σαυτοῦ κτήματα καὶ οὐκ εἰς τὰ κατὰ νόμον τῷ προσήκοντι δοθησόμενα βαδίζων. [65] ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ὁ τετελευτηκὼς ἐποιήσατό τινα, καίπερ οὐ διδόντος τοῦ νό
μου συνεχωροῦμεν ἂν αὐτῷ, ἢ εἰ διαθήκας κατελελοίπει, καὶ ταύταις ἂν ἐνεμείναμεν, ἐπεὶ καὶ τὸ ἐξ ἀρχῆς τοιοῦτοι ὄντες διετελοῦμεν, οὐκ ἐναντιούμενοι τούτοις ἔχουσι τὴν οὐσίαν καὶ ἐπανιοῦσιν ἄνω, καθ᾽ ὃν δήποτε τρόπον ἐβούλοντο. [66] ἐπεὶ δὲ νυνί ποτε ὑπὸ τούτων αὐτῶν καὶ ὑπὸ τῶν νόμων τὸ πρᾶγμ᾽ ἐξελήλεγκται, οἰόμεθα δεῖν κληρονομεῖν τῶν Ἀρχιάδου, καὶ παρ᾽ ἡμῶν εἶναι τὸν υἱὸν τὸν εἰσποιούμενον τῶν μὴ πεποιημένων πρότερον, μὴ παρὰ τούτων. δικαίως γὰρ ὁ νομοθέτης, οἶμαι, ὥσπερ καὶ τὰς ἀτυχίας τῶν οἰκείων καὶ τὰς ἐκδόσεις τῶν γυναικῶν τοῖς ἐγγύτατα γένους προσέταττε ποιεῖσθαι, οὕτως καὶ τὰς κληρονομίας καὶ τὴν τῶν ἀγαθῶν μετουσίαν τοῖς αὐτοῖς ἀποδέδωκεν. [67] τὸ δὲ πάντων μέγιστον καὶ γνωριμώτατον ὑμῖν: ὁ γὰρ τοῦ Σόλωνος νόμος οὐδὲ διαθέσθαι τὸν ποιητὸν ἐᾷ τὰ ἐν τῷ οἴκῳ, οἷ ἂν ποιηθῇ. εἰκότως, οἶμαι: τῷ γὰρ κατὰ νόμον εἰσποιηθέντι ἐπὶ τὰ ἑτέρου οὐχ οὕτως ὡς περὶ τῶν ἰδίων κτημάτων βουλευτέον ἐστίν, ἀλλὰ τοῖς νόμοις ἀκολούθως, περὶ ἑκάστου τῶν γεγραμμένων ὡς ὁ νόμος λέγει. [68] ‘ὅσοι μὴ ἐπεποίηντο’ φησίν ‘ὅτε Σόλων εἰσῄει εἰς τὴν ἀρχήν, ἐξεῖναι αὐτοῖς διαθέσθαι ὅπως ἂν ἐθέλωσιν’, ὡς τοῖς γε ποιηθεῖσιν οὐκ ἐξὸν διαθέσθαι, ἀλλὰ ζῶντας ἐγκαταλιπόντας υἱὸν γνήσιον ἐπανιέναι, ἢ τελευτήσαντας ἀποδιδόναι τὴν κληρονομίαν τοῖς ἐξ ἀρχῆς οἰκείοις οὖσι τοῦ ποιησαμένου.