Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 254
Delphi Complete Works of Demosthenes Page 254

by Demosthenes


  κατὰ Στεφάνου Ψευδομαρτυριῶν Α

  καταψευδομαρτυρηθείς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Φορμίωνος ὑβριστικὰ καὶ δεινά, δίκην παρὰ τῶν αἰτίων ἥκω ληψόμενος παρ᾽ ὑμῖν. δέομαι δὲ πάντων ὑμῶν καὶ ἱκετεύω καὶ ἀντιβολῶ πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου (μέγα γὰρ τοῖς ἠτυχηκόσιν, ὥσπερ ἐγώ, δυνηθῆναι περὶ ὧν πεπόνθασιν εἰπεῖν καὶ εὐμενῶς ἐχόντων ὑμῶν ἀκροατῶν τυχεῖν), εἶτ᾽ ἐὰν ἀδικεῖσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. [2] ἐπιδείξω δ᾽ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα τὰ ψευδῆ, καὶ δι᾽ αἰσχροκερδίαν τοῦτο πεποιηκότα, καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον: τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν. ἐξ ἀρχῆς δ᾽ ὡς ἂν οἷός τ᾽ ὦ διὰ βραχυτάτων εἰπεῖν πειράσομαι τὰ πεπραγμένα μοι πρὸς Φορμίωνα, ἐξ ὧν ἀκούσαντες τήν τ᾽ ἐκείνου πονηρίαν καὶ τούτους, ὅτι τὰ ψευδῆ μεμαρτυρήκασιν, γνώσεσθε.

  [3] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ὑπὸ τοῦ πατρὸς καταλειφθέντων μοι, καὶ ταῦτα Φορμίωνος ἔχοντος, καὶ ἔτι πρὸς τούτοις τὴν μητέρα γήμαντος τὴν ἐμὴν ἀποδημοῦντος ἐμοῦ δημοσίᾳ τριηραρχοῦντος ὑμῖν (ὃν τρόπον δέ, οὐκ ἴσως καλὸν υἱεῖ περὶ μητρὸς ἀκριβῶς εἰπεῖν), ἐπειδὴ καταπλεύσας ᾐσθόμην καὶ τὰ πεπραγμέν᾽ εἶδον, πόλλ᾽ [4] ἀγανακτήσας καὶ χαλεπῶς ἐνεγκὼν δίκην μὲν οὐχ οἷός τ᾽ ἦν ἰδίαν λαχεῖν (οὐ γὰρ ἦσαν ἐν τῷ τότε καιρῷ δίκαι, ἀλλ᾽ ἀνεβάλλεσθ᾽ ὑμεῖς διὰ τὸν πόλεμον), γραφὴν δ᾽ ὕβρεως γράφομαι πρὸς τοὺς θεσμοθέτας αὐτόν. χρόνου δὲ γιγνομένου, καὶ τῆς μὲν γραφῆς ἐκκρουομένης, δικῶν δ᾽ οὐκ οὐσῶν, γίγνονται παῖδες ἐκ τούτου τῇ μητρί. καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθει᾽, ὦ ἄνδρες δικασταί) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί, πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρ᾽ αὐτοῦ τούτου. [5] ἵνα δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τ᾽ οὐδὲν ᾤετο δεῖν ὧν τόθ᾽ ὡμολόγησεν, καὶ τὰ χρήματ᾽ ἀποστερεῖν ἐνεχείρησεν ἃ τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστ᾽ ἐξουσία ἐγένετο. γνοὺς δ᾽ οὗτος ὅτι πάντ᾽ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφ᾽ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην ἣν ἔφευγεν Φορμίων μὴ εἰσαγώγιμον εἶναι: ἔπειτα μάρτυρας, ὡς ἀφῆκ᾽ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης. [6] προλαβὼν δέ μου ὥστε πρότερος λέγειν διὰ τὸ παραγραφὴν εἶναι καὶ μὴ εὐθυδικίᾳ εἰσιέναι, καὶ ταῦτ᾽ ἀναγνοὺς καὶ τἄλλ᾽ ὡς αὑτῷ συμφέρειν ἡγεῖτο ψευσάμενος, οὕτω διέθηκε τοὺς δικαστάς, ὥστε φωνὴν μηδ᾽ ἡντινοῦν ἐθέλειν ἀκούειν ἡμῶν: προσοφλὼν δὲ τὴν ἐπωβελίαν καὶ οὐδὲ λόγου τυχεῖν ἀξιωθείς, ἀλλ᾽ ὑβρισθεὶς ὡς οὐκ οἶδ᾽ εἴ τις πώποτ᾽ ἄλλος ἀνθρώπων, ἀπῄειν βαρέως, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ χαλεπῶς φέρων. [7] λόγον δ᾽ ἐμαυτῷ διδοὺς εὑρίσκω τοῖς δικάσασι μὲν τότε πολλὴν συγγνώμην οὖσαν (ἐγὼ γὰρ αὐτὸς οὐκ ἂν οἶδ᾽ ὅ τι ἄλλ᾽ εἶχον ψηφίσασθαι, τῶν πεπραγμένων μὲν μηδὲν εἰδώς, τὰ δὲ μαρτυρούμεν᾽ ἀκούων), τούτους δ᾽ ἀξίους ὄντας ὀργῆς, οἳ τῷ τὰ ψευδῆ μαρτυρεῖν αἴτιοι τούτων ἐγένοντο. περὶ μὲν δὴ τῶν ἄλλων τῶν μεμαρτυρηκότων, ὅταν πρὸς ἐκείνους εἰσίω, τότ᾽ ἐρῶ: περὶ ὧν δ᾽ οὑτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. [8] λαβὲ δ᾽ αὐτὴν τὴν μαρτυρίαν καὶ ἀνάγνωθί μοι, ἵν᾽ ἐξ αὐτῆς ἐπιδεικνύω. λέγε: σὺ δ᾽ ἐπίλαβε τὸ ὕδωρ.”Μαρτυρία

  στέφανος Μενεκλέους Ἀχαρνεύς, Ἔνδιος Ἐπιγένους Λαμπτρεύς, Σκύθης Ἁρματέως Κυδαθηναιεὺς μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ Ἀχαρνεῖ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὸ γραμματεῖον ὃ ἐνεβάλετο Φορμίων εἰς τὸν ἐχῖνον, ἀνοίγειν τὰς διαθήκας τὰς Πασίωνος, ἃς παρεῖχε πρὸς τὸν διαιτητὴν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής: Ἀπολλόδωρον δὲ οὐκ ἐθέλειν ἀνοίγειν: εἶναι δὲ τάδε ἀντίγραφα τῶν διαθηκῶν τῶν Πασίωνος.”

  [9] ἠκούσατε μὲν τῆς μαρτυρίας, ὦ ἄνδρες δικασταί, νομίζω δ᾽ ὑμᾶς, εἰ καὶ μηδὲν τῶν ἄλλων αἰσθάνεσθέ πω, τοῦτό γ᾽ αὐτὸ θαυμάζειν, τὸ τὴν μὲν ἀρχὴν τῆς μαρτυρίας εἶναι πρόκλησιν, τὴν δὲ τελευτὴν διαθήκην. οὐ μὴν ἀλλ᾽ ἔγωγ᾽ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτ᾽ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους. [10] ἔστι δὴ μεμαρτυρημένον αὐτοῖς προκαλεῖσθαι Φορμίων᾽ ἀνοίγειν τὰς διαθήκας, ἃς παρέχειν πρὸς τὸν διαιτητὴν Τεισίαν Ἀμφίαν τὸν Κηφισοφῶντος κηδεστήν: ἐμὲ δ᾽ οὐκ ἐθέλειν ἀνοίγειν: εἶναι δ᾽ ἃς αὐτοὶ μεμαρτυρήκασιν διαθήκας ἀντιγράφους ἐκείνων. εἶθ᾽ ἡ διαθήκη γέγραπται. [11] ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδ᾽ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλ᾽ αὐτίχ᾽ ὑμᾶς περὶ τούτων διδάξω: ἀλλ᾽ ἃ μεμαρτυρήκασι, μή μ᾽ ἐθέλειν τὸ γραμματε
ῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκ᾽ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵν᾽ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς. [12] εἰ μὲν τοίνυν μὴ προσεμαρτύρουν τῇ προκλήσει τὴν διαθήκην οὗτοι, λόγον εἶχέ τιν᾽ ἂν τὸ φεύγειν ἔμ᾽ ἀνοίγειν τὸ γραμματεῖον: προσμαρτυρούντων δὲ τούτων καὶ τῶν δικαστῶν ὁμοίως ἀκουσομένων, τί ἦν μοι κέρδος τὸ μὴ ‘θέλειν; οὐδὲ ἓν δήπου. αὐτὸ γὰρ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν εἰ μηδὲν προὐκαλοῦνθ᾽ οὗτοι, λόγῳ δ᾽ ἐχρῶντο μόνον, καὶ παρεῖχέν τις αὐτοῖς γραμματεῖον ὡς διαθήκην, [13] ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην, ἵν᾽ εἰ μὲν ἄλλ᾽ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην: εἰ δὲ ταὔτ᾽ ἐνῆν, τὸν παρασχόντ᾽ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντος μέν γ᾽ ὑπεύθυνον ἐλάμβανον, εἰ δ᾽ ἔφευγε, πάλιν αὐτὸ τοῦθ᾽ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕν᾽ εἶναι πρὸς ὃν τὰ πράγματ᾽ ἐγίγνετό μοι, ὡς δ᾽ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς. ἔστιν οὖν ὅστις ἂν ὑμῶν ταῦθ᾽ εἵλετο; ἐγὼ μὲν οὐδέν᾽ ἡγοῦμαι. [14] οὐ τοίνυν οὐδὲ κατ᾽ ἄλλου πιστεύειν ἐστὲ δίκαιοι. καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοις μὲν πρόσεστιν ὀργὴ τῶν πραττομένων ἢ λῆμμά τι κέρδους ἢ παροξυσμὸς ἢ φιλονικία, ταῦτα μὲν ἄλλος ἂν ἄλλως πράξειε πρὸς τὸν αὑτοῦ τρόπον: ὅσοις δὲ τούτων μὲν μηδέν, λογισμὸς δ᾽ ἐφ᾽ ἡσυχίας τοῦ συμφέροντος, τίς οὕτως ἄφρων ὅστις ἂν τὰ συνοίσοντ᾽ ἀφείς, ἐξ ὧν κάκιον ἔμελλεν ἀγωνιεῖσθαι, ταῦτ᾽ ἔπραξεν; ἃ γὰρ οὔτ᾽ εἰκότ᾽ οὔτ᾽ εὔλογ᾽ οὔτ᾽ ἂν ἔπραξεν οὐδείς, ταῦθ᾽ οὗτοι μεμαρτυρήκασιν περὶ ἡμῶν.

  [15] οὐ τοίνυν μόνον ἐξ ὧν ἐμὲ μὴ ‘θέλειν τὸ γραμματεῖον ἀνοίγειν μεμαρτυρήκασι, γνοίη τις ἂν αὐτοὺς ὅτι ψεύδονται, ἀλλὰ καὶ ἐκ τοῦ πρόκλησιν ὁμοῦ διαθήκῃ μαρτυρεῖν. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι ὅσα μὴ δυνατὸν πρὸς ὑμᾶς ἀγαγεῖν ἐστι τῶν πεπραγμένων, τούτων προκλήσεις ηὑρέθησαν. [16] οἷον βασανίζειν οὐκ ἔστιν ἐναντίον ὑμῶν: ἀνάγκη τούτου πρόκλησιν εἶναι. οἷον εἴ τι πέπρακται καὶ γέγονεν ἔξω που τῆς χώρας, ἀνάγκη καὶ τούτου πρόκλησιν εἶναι, πλεῖν ἢ βαδίζειν οὗ τὸ πρᾶγμ᾽ ἐπράχθη: καὶ τῶν ἄλλων τῶν τοιούτων. ὅπου δ᾽ αὐτὰ τὰ πράγματ᾽ ἐφ᾽ αὑτῶν ἔστιν ὑμῖν ἐμφανῆ ποιῆσαι, τί ἦν ἁπλούστερον ἢ ταῦτ᾽ ἄγειν εἰς μέσον; [17] Ἀθήνησιν μὲν τοίνυν ὁ πατὴρ ἐτελεύτησεν οὑμός, ἐγίγνετο δ᾽ ἡ δίαιτ᾽ ἐν τῇ ποικίλῃ στοᾷ, μεμαρτυρήκασι δ᾽ οὗτοι παρέχειν τὸ γραμματεῖον Ἀμφίαν πρὸς τὸν διαιτητήν. οὐκοῦν εἴπερ ἀληθὲς ἦν, ἐχρῆν αὐτὸ τὸ γραμματεῖον εἰς τὸν ἐχῖνον ἐμβαλεῖν καὶ τὸν παρέχοντα μαρτυρεῖν, ἵν᾽ ἐκ τῆς ἀληθείας καὶ τοῦ τὰ σημεῖ᾽ ἰδεῖν οἱ μὲν δικασταὶ τὸ πρᾶγμ᾽ ἔγνωσαν, ἐγὼ δ᾽ εἴ τις ἠδίκει με, ἐπὶ τοῦτον ᾖα. [18] νῦν δ᾽ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμ᾽ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δ᾽ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτ᾽ οὐ δώσων δίκην, ὁ μὲν γραμματεῖον ἔχειν ἐφ᾽ ᾧ γεγράφθαι ‘διαθήκη Πασίωνος’, ὁ δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δ᾽ ἀληθὲς ἢ ψεῦδος, οὐδὲν εἰδέναι. [19] οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθ᾽ οἱ μὲν δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δ᾽ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γ᾽ ἐναντίον ᾤοντο τούτου. ἵνα δ᾽ εἰδῆτε ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν.”Μαρτυρία

 

‹ Prev