Book Read Free

Delphi Complete Works of Demosthenes

Page 255

by Demosthenes


  Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφ᾽ ᾧ ἐπιγεγράφθαι ‘διαθήκη Πασίωνος’.”

  [20] οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι ‘εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο’, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτ᾽ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρ᾽ αὑτοῦ λαβεῖν, γραμματεῖον δ᾽ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. ἔστι δὲ τοῦτ᾽ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν. [21] εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης ‘Πασίωνος καὶ Φορμίωνος’, ἢ ‘πρὸς Φορμίωνα’, ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ: εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν ‘διαθήκη Πασίωνος’, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δ᾽ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δ᾽ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίως; [22] οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δ᾽ ὑφ᾽ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δ᾽ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. ἀλλ᾽ ἐῶ Κηφισοφῶντα: οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτ᾽ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν. [23] καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφ᾽ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρ᾽ αὑτῷ μαρτυρῆσαι, οὗτοι δ᾽ οὔτ᾽ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτ᾽ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ‘θέλειν ἔμ᾽ ἀνοίγειν, ταῦθ᾽ ὡς ἀντίγραφ᾽ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλ᾽ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται;

  [24] ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθ᾽ ὁ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δ᾽ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγ᾽ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵν᾽ ἐξ αὐτῆς δεικνύω.”Μαρτυρία

  μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—”

  [25] ἐπίσχες.ἐνθυμεῖσθ᾽ ὅτι ‘τῶν διαθηκῶν’ γέγραπται ‘τῶν Πασίωνος’. καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστ᾽ ἐγίγνεθ᾽ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπ᾽ ἀρχῆς πάλιν.”Μαρτυρία

  μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ—”Μαρτυροῦμεν: παρῆμεν γὰρ δή: λέγε.”

  ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον—”Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν.”

  εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—”

  [26] ἔχ᾽ αὐτοῦ.οὐδ᾽ ἂν εἷς ἔτι δήπου τοῦτ᾽ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ: ἀλλ᾽ εὐθὺς ἂν εἶπε ‘τί δ᾽ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος;’ καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως ‘εἰ μή φημ᾽ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν’, οὕτως ‘ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν’, οὐ ‘τῶν Πασίωνος’. τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα: πλεῖστον δὲ δήπου κεχώρισται τό τ᾽ εἶναι καὶ τὸ τοῦτον φάσκειν.

  [27] ἵνα τοίνυν εἰδῆθ᾽ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρ᾽ ἀκούσατέ μου. ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν, ὑμεῖς δ᾽ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθ᾽ ὑπὲρ τοῦ κατασχεῖν ὅσ᾽ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι. ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε: φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος. [28] λέγε δ᾽ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν: ὑμεῖς δ᾽ ἐνθυμεῖσθ᾽ ἃ λέγω.”Διαθήκη

  τάδε διέθετο Πασίων Ἀχαρνεύς: δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι.”

  ἠκούσατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσ᾽ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.

  [29] φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθ᾽ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκ
ευωρημένης ὄψεσθ᾽ ὅτι πλάσμ᾽ ὅλον ἐστὶν ἡ διαθήκη. δείξω δ᾽ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθ᾽ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δ᾽ οἶμαι ταῦτα τοιαῦτα. [30] τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατ᾽ ἄρτι, τῶν δ᾽ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντ᾽ ἀποφῆναι τὸν πατέρ᾽ ἡμῶν, ἵνα, ὅσ᾽ ἐξελέγχοιτ᾽ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δ᾽ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν: τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματ᾽ οὐδενὸς λείπεται. [31] λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο.”Μίσθωσις Τραπέζης

  κατὰ τάδε ἐμίσθωσε Πασίων τὴν τράπεζαν Φορμίωνι: μίσθωσιν φέρειν Φορμίωνα τῆς τραπέζης τοῖς παισὶ τοῖς Πασίωνος δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, χωρὶς τῆς καθ᾽ ἡμέραν διοικήσεως: μὴ ἐξεῖναι δὲ τραπεζιτεῦσαι χωρὶς Φορμίωνι, ἐὰν μὴ πείσῃ τοὺς παῖδας τοὺς Πασίωνος. ὀφείλει δὲ Πασίων ἐπὶ τὴν τράπεζαν ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.”

  [32] ἃς μὲν τοίνυν παρέσχετο συνθήκας ὡς κατὰ ταύτας μισθωσάμενος τὴν τράπεζαν, αὗταί εἰσιν, ὦ ἄνδρες δικασταί. ἀκούετε δ᾽ ἐν ταύταις ἀναγιγνωσκομέναις μίσθωσιν μὲν φέρειν τοῦτον, ἄνευ τῆς καθ᾽ ἡμέραν διοικήσεως, δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν αὐτῷ, ἐὰν μὴ ἡμᾶς πείσῃ. προσγέγραπται δὲ τελευταῖον ‘ὀφείλει δὲ Πασίων ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας’. [33] ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν; ἔστι δ᾽ ὅστις ἄν, δι᾽ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθ᾽ ἡ τράπεζα, τούτῳ τὰ λοίπ᾽ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτ᾽ ἦν ὁ πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντ᾽ ἐπὶ τῇ τραπέζῃ, ὥστ᾽ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον ἢ τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλ᾽ ἐῶ ταῦτα καὶ τἄλλ᾽ ὅσ᾽ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμ᾽ εἰπεῖν, ὡς οὐκ ὤφειλεν ὁ πατήρ, ἀλλ᾽ οὗτος ὑφῄρηται. [34] ἀλλ᾽ οὗ ἀνέγνων εἵνεκα, τοῦ τὴν διαθήκην ψευδῆ δεῖξαι, τοῦθ᾽ ὑμᾶς ἀναμνήσω. γέγραπται γὰρ αὐτόθι, ‘μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν Φορμίωνι, ἐὰν μὴ ἡμᾶς πείσῃ’. τοῦτο τοίνυν τὸ γράμμα παντελῶς δηλοῖ ψευδῆ τὴν διαθήκην οὖσαν. τίς γὰρ ἂν ἀνθρώπων, ἃ μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθ᾽ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφ᾽ ἡμῶν: ἃ δ᾽ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθ᾽ ὅπως οὗτος λήψεται παρεσκεύασε; [35] καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι: τὴν δὲ γυναῖκ᾽ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρ᾽ ὑμῶν δωρεᾶς, εἶθ᾽ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλ᾽ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται; [36] καίτοι τούτῳ μὲν αὐτὸ τοῦτ᾽ ἀγαπητὸν ἦν, τὸ τῆς δεσποίνης ἀξιωθῆναι: τῷ πατρὶ δ᾽ οὐδὲ λαμβάνοντι τοσαῦτα χρήματα, ὅσα φασὶ διδόνθ᾽ οὗτοι, εὔλογον ἦν πρᾶξαι ταῦτα. ἀλλ᾽ ὅμως ἃ τοῖς εἰκόσι, τοῖς χρόνοις, τοῖς πεπραγμένοις ἐξελέγχεται ψευδῆ, ταῦτα μαρτυρεῖν οὐκ ὤκνησεν οὑτοσὶ Στέφανος.

  [37] εἶτα λέγει περιιών, ὡς ἐμαρτύρησε μὲν Νικοκλῆς ἐπιτροπεῦσαι κατὰ τὴν διαθήκην, ἐμαρτύρησε δὲ Πασικλῆς ἐπιτροπευθῆναι κατὰ τὴν διαθήκην. ἐγὼ δ᾽ αὐτὰ ταῦτ᾽ οἶμαι τεκμήρι᾽ εἶναι τοῦ μήτ᾽ ἐκείνους τἀληθῆ μήτε τούσδε μεμαρτυρηκέναι. ὁ γὰρ ἐπιτροπεῦσαι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθ᾽ ὁποίας ἂν εἰδείη, καὶ ὁ ἐπιτροπευθῆναι κατὰ διαθήκας μαρτυρῶν δῆλον ὅτι καθ᾽ ὁποίας ἂν εἰδείη. [38] τί οὖν μαθόντες ἐμαρτυρεῖθ᾽ ὑμεῖς ἐν προκλήσει διαθήκας, ἀλλ᾽ οὐκ ἐκείνους εἰᾶτε; εἰ γὰρ αὖ μὴ φήσουσιν εἰδέναι τὰ γεγραμμέν᾽ ἐν αὐταῖς, πῶς ὑμᾶς οἷόν τ᾽ εἰδέναι τοὺς μηδαμῇ μηδαμῶς τοῦ πράγματος ἐγγύς; τί ποτ᾽ οὖν οἱ μὲν ἐκεῖνα, οἱ δὲ ταῦτ᾽ ἐμαρτύρησαν; ὅπερ εἴρηκα καὶ πρότερον, διείλοντο τἀδικήματα, καὶ ἐπιτροπεῦσαι μὲν κατὰ διαθήκην οὐδὲν δεινὸν ἡγεῖτο μαρτυρεῖν ὁ μαρτυρῶν, οὐδ᾽ ἐπιτροπευθῆναι κατὰ διαθήκην, [39] ἀφαιρῶν ἑκάτερος τὸ μαρτυρεῖν τὰ ἐν ταῖς διαθήκαις ὑπὸ τούτου γεγραμμένα, οὐδὲ καταλιπεῖν τὸν πατέρ᾽ αὑτῷ ἐπιγεγραμμένον γραμματεῖον διαθήκην, οὐδὲ τὰ τοιαῦτα: διαθήκας δὲ μαρτυρεῖν, ἐν αἷς χρημάτων τοσούτων κλοπή, γυναικὸς διαφθορά, γάμοι δεσποίνης, πράγματ᾽ αἰσχύνην καὶ ὕβριν τοσαύτην ἔχοντα, οὐδεὶς ἤθελε πλὴν οὗτοι, πρόκλησιν κατασκευάσαντες, παρ᾽ ὧν δίκαιον τῆς ὅλης τέχνης καὶ κακουργίας δίκην λαβεῖν.

  [40] ἵνα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐξ ὧν ἐγὼ κατηγορῶ καὶ ἐλέγχω, δῆλος ὑμῖν γένηται τὰ ψευδῆ μεμαρτυρηκὼς �
�ὑτοσὶ Στέφανος, ἀλλὰ καὶ ἐξ ὧν πεποίηκεν ὁ παρασχόμενος αὐτόν, τὰ πεπραγμέν᾽ ἐκείνῳ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. ὅπερ δ᾽ εἶπον ἀρχόμενος τοῦ λόγου, δείξω κατηγόρους γιγνομένους αὐτοὺς ἑαυτῶν. τὴν γὰρ δίκην, ἐν ᾗ ταῦτ᾽ ἐμαρτυρήθη, παρεγράψατο Φορμίων πρὸς ἐμὲ μὴ εἰσαγώγιμον εἶναι, ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν. [41] τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας: τούτῳ δ᾽ οὐχ οἷόν τε τοῦτ᾽ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτ᾽ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστ᾽ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστ᾽ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι, τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμέν᾽ ἐᾶσαι καθ᾽ αὑτοῦ κεῖσθαι; [42] οὐκοῦν ἐναντία μὲν ἡ παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις, ἐναντία δ᾽ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν, τῇδε τῇ διαθήκῃ: οὐδὲν δὲ τῶν πεπραγμένων οὔτ᾽ εὔλογον οὔθ᾽ ἁπλοῦν οὔθ᾽ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται. ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμέν᾽ ἐλέγχεται.

 

‹ Prev