by Demosthenes
[43] ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτ᾽ αὐτὸν τοῦτον οὔτ᾽ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δ᾽ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ: ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δ᾽ ἄλλ᾽ ἐκεῖνον προκαλεῖσθαι, εἰ δ᾽ ἐστὶν ἢ μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν. [44] πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητ᾽ ἐξαπατηθέντες. πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρ᾽ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθ᾽ ὅτι διὰ ταῦθ᾽ ὁ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτ᾽ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. τότ᾽ οὖν αὐτὸν ἔδει ταῦτ᾽ ἀπαλείφειν κελεύειν ἃ νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν. [45] ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτ᾽ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. οὐ δήπου. οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θ᾽ ἃ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει; ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ οὔθ᾽ ὁ νόμος διεῖλεν οὔθ᾽ ὑμῖν ἀκούειν προσήκει: ἀλλ᾽ ἐκεῖν᾽ ἁπλοῦν καὶ δίκαιον. τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθ᾽ ὡς ἀληθῆ δείκνυε. καὶ γὰρ ἀντιγέγραψαι ταῦτα ‘ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα’, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ. [46] ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. λέγε.”Ἀντιγραφή
Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.
Στέφανος Μενεκλέους Ἀχαρνεὺς τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.”
ταῦθ᾽ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπ᾽ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.
[47] πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματ᾽ ἦν. ἐγὼ δ᾽ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τ᾽ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας: οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν. [48] ὅτι δ᾽ οὐδ᾽ ὑμεῖς ἐθέλοιτ᾽ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε τότε ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλ᾽ οὐδέτερόν γε δίκαιον τούτων οὐδ᾽ ἂν εἷς φήσειεν εἶναι, ἀλλ᾽ ὃ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δ᾽ ἀκούσαντες. [49] ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μ᾽ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δ᾽ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι. εἰ δ᾽ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μ᾽ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαι᾽ οὔθ᾽ ὑμῖν συμφέροντ᾽ ἐροῦσιν. [50] δικάσειν γὰρ ὀμωμόκαθ᾽ ὑμεῖς οὐ περὶ ὧν ἂν ὁ φεύγων ἀξιοῖ, ἀλλ᾽ ὑπὲρ αὐτῶν ὧν ἂν ἡ δίωξις ᾖ. ταύτην δ᾽ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. μὴ δὴ τοῦτ᾽ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω: μηδ᾽ ὑμεῖς ἐᾶτε, ἂν ἄρ᾽ οὗτος ἀναισχυντῇ.
[51] οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο, ὡς ἄτοπον ποιῶ, παραγραφὴν ἡττημένος, τοὺς διαθήκην μαρτυρήσαντας διώκων, καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον ἢ διὰ τοὺς διαθήκην μαρτυρήσαντας. ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάντας ὑμᾶς εἰδέναι, ὅτι οὐχ ἧττον τὰ πεπραγμέν᾽ εἰώθατε σκοπεῖν ἢ τὰς ὑπὲρ τούτων παραγραφάς: περὶ δὴ τῶν πραγμάτων αὐτῶν τὰ ψευδῆ καταμαρτυρήσαντες οὗτοί μου, ἀσθενεῖς τοὺς περὶ τῆς παραγραφῆς ἐποίησαν λόγους. [52] χωρὶς δὲ τούτων ἄτοπον, πάντων τὰ ψευδῆ μαρτυρησάντων, τίς μάλιστ᾽ ἔβλαψεν ἀποφαίνειν, ἀλλ᾽ οὐχ ὡς αὐτὸς ἕκαστος ἀληθῆ μεμαρτύρηκε δεικνύναι. οὐ γάρ, ἂν ἕτερον δείξῃ δεινότερ᾽ εἰργασμένον, ἀποφεύγειν αὐτῷ προσήκει, ἀλλ᾽ ἂν αὐτὸς ὡς ἀληθῆ μεμαρτύρηκεν ἀποφήνῃ.
[53] ἐφ᾽ ᾧ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστ᾽ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος, τοῦτ᾽ ἀκούσατέ μου. δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθ᾽ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ, πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν: οὐ γὰρ τοὺς γεγραμμένους νόμους ὁ τοιοῦτος ἄνθρωπος μόνον, ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖ᾽ ἀναιρεῖ. [54] τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος. ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφο�
�, ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ, τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς. ἆρ᾽ οὖν δοκεῖ ποτ᾽ ἂν ὑμῖν οὗτος, εἴ τι δι᾽ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρ᾽ αὑτοῦ προῖκ᾽ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδ᾽ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν, καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα; ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, [55] λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε, καὶ κάλει Δεινίαν.”Μαρτυρία
Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα τὴν αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν, καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα.”
[56] ὅμοιός γ᾽ ὁ Δεινίας, ὦ ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου. ἀλλ᾽ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθ᾽ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδ᾽, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπ᾽ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.
[57] ὃ τοίνυν ἔπαθον δεινότατον καὶ ἐφ᾽ ᾧ μάλιστ᾽ ἐξεπλάγην ὅτ᾽ ἠγωνιζόμην, ὦ ἄνδρες δικασταί, τοῦθ᾽ ὑμῖν εἰπεῖν βούλομαι: τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ δι᾽ ἧς ἦν ὁ πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ. [58] τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλ᾽ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δ᾽ ἀφ᾽ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τιν᾽ ἵν᾽ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες. [59] οὐ γὰρ ἐξομνύναι ‘θελήσειν αὐτοὺς οἴομαι. ἐὰν δ᾽ ἄρα τοῦτο ποιήσωσιν ὑπ᾽ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τ᾽ ἐπιορκοῦντας ἐπ᾽ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. καίτοι ὅστις, ὦ ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ; [60] λέγε τὴν μαρτυρίαν εἶτα τὴν πρόκλησιν ταύτην.”Μαρτυρία
μαρτυροῦσι φίλοι εἶναι καὶ ἐπιτήδειοι Φορμίωνι, καὶ παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε ἦν ἀπόφασις τῆς διαίτης Ἀπολλοδώρῳ πρὸς Φορμίωνα, καὶ εἰδέναι τὴν μαρτυρίαν ὑφῃρημένον Στέφανον, ἣν αἰτιᾶται αὐτὸν Ἀπολλόδωρος ὑφελέσθαι.”
ἢ μαρτυρεῖτε, ἢ ἐξομόσασθε.”Ἐξωμοσία”
[61] οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες δικασταί, ὅτι τοῦτ᾽ ἔμελλον ποιήσειν, προθύμως ἐξομεῖσθαι. ἵνα τοίνυν παραχρῆμ᾽ ἐξελεγχθῶσιν ἐπιωρκηκότες, λαβέ μοι ταύτην τὴν μαρτυρίαν καὶ τὴν πρόκλησιν. ἀναγίγνωσκε.”Μαρτυρία. Πρόκλησις.
μαρτυροῦσι παρεῖναι ὅτε Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον παραδοῦναι τὸν παῖδα τὸν ἀκόλουθον εἰς βάσανον περὶ τῆς ὑφαιρέσεως τοῦ γραμματείου, καὶ γράμματα ἦν ἕτοιμος γράφειν Ἀπολλόδωρος καθ᾽ ὅ τι ἔσται ἡ βάσανος. ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἐθελῆσαι παραδοῦναι Στέφανον, ἀλλ᾽ ἀποκρίνασθαι Ἀπολλοδώρῳ δικάζεσθαι, εἰ βούλοιτο, εἴ τί φησιν ἀδικεῖσθαι ὑφ᾽ ἑαυτοῦ.”
[62] τίς ἂν οὖν ὑπὲρ τοιαύτης αἰτίας, ὦ ἄνδρες δικασταί, εἴπερ ἐπίστευεν αὑτῷ, οὐκ ἐδέξατο τὴν βάσανον; οὐκοῦν τῷ φεύγειν τὴν βάσανον ὑφῃρημένος ἐξελέγχεται. ἆρ᾽ οὖν ἂν ὑμῖν αἰσχυνθῆναι δοκεῖ τὴν τοῦ τὰ ψευδῆ μαρτυρεῖν δόξαν ὁ τὴν τοῦ κλέπτης φανῆναι μὴ φυγών; ἢ δεηθέντος ὀκνῆσαι τὰ ψευδῆ μαρτυρεῖν, ὃς ἃ μηδεὶς ἐκέλευεν ἐθελοντὴς πονηρὸς ἦν;
[63] δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἄλλα κολασθείη παρ᾽ ὑμῖν. σκοπεῖτε δέ, τὸν βίον ὃν βεβίωκεν ἐξετάζοντες. οὗτος γάρ, ἡνίκα μὲν συνέβαινεν εὐτυχεῖν Ἀριστολόχῳ τῷ τραπεζίτῃ, ἴσα βαίνων ἐβάδιζεν ὑποπεπτωκὼς ἐκείνῳ, καὶ ταῦτ᾽ ἴσασι πολλοὶ τῶν ἐνθάδ᾽ ὄντων ὑμῶν. [64] ἐπειδὴ δ᾽ ἀπώλετ᾽ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθ᾽ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδ᾽ ἐβοήθησεν, ἀλλ᾽ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι: Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετ᾽ εἰς Βυζάντιον πλέων, ἡνίκ᾽ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δ᾽ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν. [65] εἶθ᾽ ὃς εὐτυχούντων ἐστὶ κόλαξ, κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδ᾽ ἐξ ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτ�
�ι, καὶ μήτ᾽ εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτ᾽ εἰ παρὰ τοῖς ἄλλοις φαύλην δόξαν ἕξει ταῦτα ποιῶν μήτ᾽ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως ὅλης τῆς ἀνθρωπίνης προσήκει; ἔγωγ᾽ ἂν φαίην. [66] ταῦτα μέντοι τὰ τοσαύτην ἔχοντ᾽ αἰσχύνην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντ᾽ ἀποκρύπτεσθαι προῄρηται πράττειν, ἵν᾽ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτ᾽ ἄλλο μηδὲν ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ: ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθ᾽ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ θυγατρί, οὐδ᾽ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφ᾽ ὑμῶν λῃτουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτιμούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς ἃ δεῖ τῇ πόλει, ἢ κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλ᾽ ἐπὶ τῷ κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε. [67] καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἄξιον ὀργίλως ἔχειν τοῖς μετ᾽ εὐπορίας πονηροῖς ἢ τοῖς μετ᾽ ἐνδείας. τοῖς μὲν γὰρ ἡ τῆς χρείας ἀνάγκη φέρει τινὰ συγγνώμην παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις: οἱ δ᾽ ἐκ περιουσίας, ὥσπερ οὗτος, πονηροὶ οὐδεμίαν πρόφασιν δικαίαν ἔχοιεν ἂν εἰπεῖν, ἀλλ᾽ αἰσχροκερδίᾳ καὶ πλεονεξίᾳ καὶ ὕβρει καὶ τῷ τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων ἀξιοῦν εἶναι ταῦτα φανήσονται πράττοντες. ὑμῖν δ᾽ οὐδὲν τούτων συμφέρει, ἀλλὰ τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην, ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. ἔσται δὲ τοῦτο, ἐὰν κολάζητε τοὺς φανερῶς οὕτως ἐξ εὐπορίας πονηρούς.