Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 257
Delphi Complete Works of Demosthenes Page 257

by Demosthenes


  [68] οὐ τοίνυν οὐδ᾽ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς, σωφροσύνης ἄν τις ἡγήσαιτ᾽ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρ᾽ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον. [69] οὐδὲν οὖν ἄλλ᾽ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτ᾽ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. σημεῖον δέ: τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν, τῷ πώποτ᾽ εἰσήνεγκας, ἢ τίνι συμβέβλησαί πω, ἢ τίν᾽ εὖ πεποίηκας; [70] οὐδέν᾽ ἂν εἰπεῖν ἔχοις: ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτ᾽ ἀφ᾽ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. οὐδεὶς δὲ πώποθ᾽ οὕτω πικρῶς οὐδ᾽ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότ᾽ ἐπ᾽ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε; δείν᾽ ἄρ᾽, ὦ ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.

  [71] ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Φορμίωνι τῷ παρασχομένῳ τουτονὶ νεμεσῆσαι τοῖς πεπραγμένοις, τὴν ἀναίδειαν τοῦ τρόπου καὶ τὴν ἀχαριστίαν ἰδόντας. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκ᾽ ὤνιος ἦν, εἰ συνέβη μάγειρον ἤ τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν. [72] ἐπειδὴ δ᾽ ὁ πατὴρ ὁ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατ᾽ αὐτὸν καὶ γράμματ᾽ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, ᾗ πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας. [73] οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δ᾽ ἀντ᾽ ἀνδραπόδου, τοσούτων δ᾽ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθ᾽ ἥκειν ἀναιδείας ὥστε, ἧς παρ᾽ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι. [74] ἀλλ᾽ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ ἣ τὰ καταχύσματ᾽ αὐτοῦ κατέχεε τόθ᾽ ἡνίκ᾽ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθ᾽ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθ᾽ εἰς τὰς διαθήκας ἐγγράψαι ‘καὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;’) τὰς δ᾽ ἡμετέρας θυγατέρας μελλούσας δι᾽ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ. [75] καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δ᾽ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου: θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν: ἐπειδὴ δ᾽ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτ᾽ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω. [76] καὶ γὰρ τοῦτ᾽ ἀτοπώτατον πάντων. ὧν μὲν ἀπεστέρηκεν ἡμᾶς χρημάτων, οὐδέπω καὶ τήμερον ἠθέλησεν ὑποσχεῖν τὸν λόγον, ἀλλὰ μὴ εἰσαγωγίμους εἶναι τὰς δίκας παραγράφεται: ἃ δὲ τῶν πατρῴων ἐνειμάμην ἐγώ, ταῦτα λογίζεται. καὶ τοὺς μὲν ἄλλους ἄν τις ἴδοι τοὺς οἰκέτας ὑπὸ τῶν δεσποτῶν ἐξεταζομένους: οὗτος δ᾽ αὖ τοὐναντίον τὸν δεσπότην ὁ δοῦλος ἐξετάζει, ὡς δῆτα πονηρὸν καὶ ἄσωτον ἐκ τούτων ἐπιδείξων. [77] ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μὲν ὄψεως τῇ φύσει καὶ τῷ ταχέως βαδίζειν καὶ λαλεῖν μέγα, οὐ τῶν εὐτυχῶς πεφυκότων ἐμαυτὸν κρίνω: ἐφ᾽ οἷς γὰρ οὐδὲν ὠφελούμενος λυπῶ τινας, ἔλαττον ἔχω πολλαχοῦ: τῷ μέντοι μέτριος κατὰ πάσας τὰς εἰς ἐμαυτὸν δαπάνας εἶναι πολὺ τούτου καὶ τοιούτων ἑτέρων εὐτακτότερον ζῶν ἂν φανείην. [78] τὰ δ᾽ εἰς τὴν πόλιν καὶ ὅσ᾽ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ: οὐ γὰρ ἀγνοῶ τοῦθ᾽ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. μὴ οὖν μοι ταῦτ᾽ ὀνείδιζε, ἐφ᾽ οἷς ἐπαίνου τύχοιμ᾽ ἂν δικαίως. [79] ἀλλὰ τίν᾽, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι; δεῖξον. τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνας; τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμ᾽ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο; καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρ᾽ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον. [80] εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου
του βίον ἐξετάζειν τολμᾷς; μεθ᾽ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτ᾽ ἐφ᾽ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. σημεῖον δέ: εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπ᾽ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷ᾽ ἔχειν ἡγεῖται. [81] καίτοι πρὸς θεῶν, εἰ κλέπτην σ᾽ ἀπῆγον ὡς ἐπ᾽ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τ᾽ ἦν, ἐπιθείς σοι, εἶτά σ᾽ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένος ταῦτ᾽ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίν᾽ ἂν αὔτ᾽ ἀνήγαγες; οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθ᾽ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς: βάρβαρος γὰρ ἐωνήθης. εἶθ᾽ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφ᾽ ἡμῶν; [82] εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρ᾽ ἐξήταζες ὅστις ἦν; ἐφ᾽ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γ᾽ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γ᾽ ἔλαττον: ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.

  [83] τάχα τοίνυν ἂν ἴσως καὶ τοῦτό τις αὐτῶν εἴποι, ὡς ἀδελφὸς ὢν ἐμὸς Πασικλῆς οὐδὲν ἐγκαλεῖ τῶν αὐτῶν τούτῳ πραγμάτων. ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ Πασικλέους, παραιτησάμενος καὶ δεηθεὶς ὑμῶν συγγνώμην ἔχειν, εἰ προεληλυθὼς εἰς τοῦθ᾽ ὥσθ᾽ ὑπὸ τῶν ἐμαυτοῦ δούλων ὑβρισθεὶς οὐ δύναμαι κατασχεῖν, ἃ τέως οὐδὲ τῶν ἄλλων λεγόντων ἀκούειν ἐδόκουν, ἐρῶ καὶ οὐ σιωπήσομαι. [84] ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δ᾽ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς ᾖ. ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφ᾽ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίν᾽ ἔχει δικαίαν ταῦθ᾽ ὑποψίαν; ἄνελ᾽ οὖν ἐκ μέσου μοι Πασικλέα, καὶ σὸς μὲν υἱὸς ἀντὶ δεσπότου καλείσθω, ἐμὸς δ᾽ ἀντίδικος (βούλεται γὰρ) ἀντ᾽ ἀδελφοῦ.

  [85] ἐγὼ δὲ τούτῳ μὲν χαίρειν λέγω, οὓς δ᾽ ὁ πατήρ μοι παρέδωκε βοηθοὺς καὶ φίλους, εἰς τούτους ἥκω, εἰς ὑμᾶς, ὦ ἄνδρες δικασταί. καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, μὴ ὑπερίδητέ με καὶ τὰς θυγατέρας δι᾽ ἔνδειαν τοῖς ἐμαυτοῦ δούλοις καὶ τοῖς τούτου κόλαξιν ἐπίχαρτον γενόμενον. οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρ᾽ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλ᾽ ἵνα μὴ λάθω τι παθὼν τούτων ἀνάξιον: οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν.

  [86] πολλὰ δ᾽ ἔχων εἰπεῖν περὶ ὧν ὕβρισμαι, οὐχ ἱκανὸν τὸ ὕδωρ ὁρῶ μοι. ὡς οὖν μάλιστ᾽ ἂν ἅπαντας ὑμᾶς ἡγοῦμαι γνῶναι τὴν ὑπερβολὴν ὧν ἠδικήμεθ᾽ ἡμεῖς, φράσω: εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίν᾽ οἴκοι κατέλιπεν οἰκέτην, εἶθ᾽ ὑπὸ τούτου πεπονθόθ᾽ ἑαυτὸν θείη ταὔθ᾽ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος ἢ Μάνης ἢ τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων: ἀλλὰ τὸ πρᾶγμα ταὐτό: δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δ᾽ οὗτος ἦν, δεσπόται δ᾽ ὑμεῖς, δεσπότης δ᾽ ἦν ἐγώ. [87] ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν: καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθ᾽ ὅσ᾽ ἀκηκόαθ᾽ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες: ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, ‘τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται; τί οὖν οὐ τότ᾽ ἀπηλείφου; [88] τίς ἡ παρὰ τοῖς ἄρχουσιν ἀντιγραφή;’ ἐὰν μεμαρτυρηκέναι τὸν μὲν ἐπιτροπευθῆναι κατὰ διαθήκας, τὸν δ᾽ ἐπιτροπεῦσαι, τὸν δ᾽ ἔχειν, ‘ποίας; ἐν αἷς τί γέγραπται;’ ταῦτ᾽ ἐρωτᾶτε: ἃ γὰρ οὗτοι μεμαρτυρήκασιν, οὐδεὶς ἐκείνων προσμεμαρτύρηκεν. ἐὰν δ᾽ ὀδύρωνται, τὸν πεπονθότ᾽ ἐλεινότερον τῶν δωσόντων δίκην ἡγεῖσθε. ταῦτα γὰρ ἂν ποιῆτε, ἐμοί τε βοηθήσετε, καὶ τούτους τῆς ἄγαν κολακείας ἐπισχήσετε, καὶ αὐτοὶ τὰ εὔορκ᾽ ἔσεσθ᾽ ἐψηφισμένοι.

  κατὰ Στεφάνου Ψευδομαρτυριῶν Β

  ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ ὅ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ὦ ἄνδρες δικασταί. πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί: ἅμα τ᾽ εἰκός ἐστι τοὺς ἐγχειροῦντας τὰ ψευδῆ μαρτυρεῖν καὶ τὴν ἀπολογίαν εὐθέως ὑπὲρ αὐτῶν μελετᾶν. [2] ὅτ
ι δ᾽ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστ᾽ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν ὁ πατήρ μου διέθετο, ἢ ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον ὅ φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι. [3] ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθ᾽ ὡς ὁ πατὴρ διέθετο ἡμῶν μήθ᾽ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς;

 

‹ Prev