Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 270
Delphi Complete Works of Demosthenes Page 270

by Demosthenes


  [63] τοιούτων τοίνυν μοι συμβεβηκότων τῶν πραγμάτων, οὐ περὶ πλείονος ἐποιησάμην τὰ ἐμαυτοῦ ἴδια ἢ τὰ ὑμέτερα, ἀλλ᾽ ἡγούμην δεῖν καὶ χρημάτων ἀναλισκομένων κρείττων εἶναι καὶ τῶν οἴκοι ἀμελουμένων καὶ γυναικὸς καὶ μητρὸς νοσούσης, ὥστε μήτε τὴν τάξιν αἰτιᾶσθαί μέ τινα λιπεῖν μήτε τὴν τριήρη τῇ πόλει ἄχρηστον γενέσθαι. [64] ἀνθ᾽ ὧν ἁπάντων νῦν ὑμῶν δέομαι, ὥσπερ ἐγὼ ὑμῖν εὔτακτον καὶ χρήσιμον ἐμαυτὸν παρέσχον, οὕτω καὶ ὑμᾶς νυνὶ περὶ ἐμοῦ πρόνοιαν ποιησαμένους, καὶ ἀναμνησθέντας ἁπάντων ὧν τε διηγησάμην πρὸς ὑμᾶς, τῶν τε μαρτυριῶν ὧν παρεσχόμην καὶ τῶν ψηφισμάτων, βοηθῆσαι μὲν ἐμοὶ ἀδικουμένῳ, τιμωρήσασθαι δ᾽ ὑπὲρ ὑμῶν αὐτῶν, εἰσπρᾶξαι δὲ τὰ ὑπὲρ τούτου ἀνηλωμένα. ἢ τίς ἐθελήσει φιλοτιμεῖσθαι πρὸς ὑμᾶς, ὅταν ὁρῶσι μήτε τοῖς χρηστοῖς καὶ εὐτάκτοις χάριν οὖσαν, μήτε τοῖς πονηροῖς καὶ ἀκοσμοῦσιν τιμωρίαν παρ᾽ ὑμῶν; [65] ἀναγνώσεται δὲ καὶ τὸν νόμον ὑμῖν καὶ τὰ ἀναλώματα τοῦ χρόνου οὗ ἐπετριηράρχησα ὑπὲρ τούτου, καθ᾽ ἕκαστον, καὶ τοὺς λιπόνεως, ὅσον ἕκαστος ἔχων ἀργύριον ἀπέδρα καὶ ὅπου, ἵνα εἰδῆτε ὅτι οὔτε νῦν πρὸς ὑμᾶς ψεῦδος οὐδὲν λέγω οὔτε ἐν τῷ πρόσθεν χρόνῳ, ἡγοῦμαί τε δεῖν τὸν μὲν ὑπὸ τῶν νόμων χρόνον ὡρισμένον ἀμέμπτως ὑμῖν λῃτουργεῖν, τοὺς δὲ καταφρονοῦντας καὶ ὑμῶν καὶ τῶν νόμων καὶ οὐκ ἐθέλοντας πείθεσθαι τοῖς νόμοις ἐξελέγξας ἀδικοῦντας ἐν ὑμῖν τιμωρήσασθαι. [66] εὖ δ᾽ ἴστε ὅτι οὐ περὶ τῶν ἐμῶν ἰδίων μᾶλλον τιμωρήσεσθε Πολυκλέα ἢ οὐχ ὑπὲρ ὑμῶν αὐτῶν, οὐδὲ περὶ τῶν παρεληλυθότων τριηράρχων ἐπιμέλειαν ποιήσεσθε μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πρόνοιαν, ὥστε μήτε τοὺς λῃτουργοῦντας ἀθυμεῖν, μήτε τοὺς διαδόχους καταφρονεῖν τῶν νόμων, ἀλλ᾽ ἀπιέναι ἐπὶ τὰς ναῦς, ὅταν κατασταθῶσιν. ἃ προσήκει ὑμᾶς ἐνθυμηθέντας ὀρθῶς καὶ δικαίως διαγνῶναι περὶ ἁπάντων.

  [67] ἡδέως δ᾽ ἂν ὑμῶν πυθοίμην, ὦ ἄνδρες δικασταί, τίν᾽ ἄν ποτε γνώμην περὶ ἐμοῦ εἴχετε, εἰ τοῦ τε χρόνου ἐξήκοντος καὶ τούτου μὴ ἥκοντος ἐπὶ τὴν ναῦν μὴ ἐπετριηράρχησα κελεύοντος τοῦ στρατηγοῦ, ἀλλὰ πλέων ᾠχόμην. ἆρ᾽ οὐκ ἂν ὠργίζεσθέ μοι καὶ ἡγεῖσθε ἂν ἀδικεῖν; εἰ τοίνυν ἂν ἐμοὶ τότε ὠργίζεσθε, ὅτι οὐκ ἐπετριηράρχησα, πῶς οὐχὶ νῦν προσήκει ὑμᾶς τοῦτον εἰσπρᾶξαί μοι τὰ ἀναλώματα, ἃ ἐγὼ ὑπὲρ τούτου ἀνήλωσα, τὸν οὐ διαδεξάμενον τὴν ναῦν;

  [68] ὅτι δ᾽ οὐκ ἐμοὶ μόνῳ οὐ διεδέξατο τὴν ναῦν, ἀλλὰ καὶ πρότερον Εὐριπίδῃ συντριήραρχος ὢν καὶ συνθηκῶν οὐσῶν αὐτοῖς τοὺς ἓξ μῆνας ἑκάτερον πλεῖν, ἐπειδὴ Εὐριπίδης ἐξέπλευσεν καὶ ὁ χρόνος ἐξῆκεν, οὐ διεδέξατο τὴν ναῦν αὐτῷ, ἀναγνώσεται τὴν μαρτυρίαν.”Μαρτυρία”

  περὶ τοῦ Στεφάνου τῆς Τριηραρκίας

  εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμ᾽ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτ᾽ ἐγώ: διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι. [2] θαυμάζω δὲ καὶ τούτων, ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν, καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος, καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν, οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν. καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτ᾽ εὐνοϊκωτέρως ἐμοί: φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων ἢ οὗτοι. [3] ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρ᾽ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν. ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερ᾽ αὐτοὺς ἐπιδείξω ψευδομένους, ἅ θ᾽ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσ᾽ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.

  [4] ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι, καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρ᾽ ὑμῶν ἔλαβον, οὗτοι δ᾽ οὐδὲ καθείλκυσαν, ὥστ᾽ ἔνοχοι δεσμῷ γεγόνασιν. πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθ᾽ ἔργον, εἰ τοὺς καθ᾽ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε; [5] τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δ᾽ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. καὶ μὴν οὐδ᾽ ἂν ἐκεῖνό γ᾽ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντ᾽ ἐμοῦ πρότεροι: πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθ᾽ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν. [6] ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. οὗτοι δ᾽ εἰ μὲν εἶχον χείρον᾽ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν: νῦν δ᾽ οὐδ᾽ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δ᾽ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν; />
  [7] ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατ᾽ ἂν στεφανώσαιτ᾽ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς: ὅτι δ᾽ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτ᾽ ἐπιδεῖξαι βούλομαι. πόθεν οὖν τοῦτο μάλιστ᾽ ἔσται δῆλον; ἀφ᾽ ὧν αὐτοὶ πεποιήκασιν: σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν. καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων δι᾽ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι; καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν; [8] δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐκ τούτων σκοπεῖν τὸ δίκαιον, ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πρότερον πεποιήκατε ταὐτὰ τινῶν διαπραξαμένων τούτοις. ὅτε γὰρ τῇ ναυμαχίᾳ τῇ πρὸς Ἀλέξανδρον ἐνικήθητε, τότε τῶν τριηράρχων τοὺς μεμισθωκότας τὰς τριηραρχίας αἰτιωτάτους τοῦ γεγενημένου νομίζοντες παρεδώκατ᾽ εἰς τὸ δεσμωτήριον, καταχειροτονήσαντες προδεδωκέναι τὰς ναῦς καὶ λελοιπέναι τὴν τάξιν. [9] καὶ κατηγόρει μὲν Ἀριστοφῶν, ἐδικάζετε δ᾽ ὑμεῖς: εἰ δὲ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν τῆς ἐκείνων πονηρίας, οὐδὲν αὐτοὺς ἐκώλυε τεθνάναι. ταὐτὰ τοίνυν εἰδότες οὗτοι πεπραγμέν᾽ αὑτοῖς καὶ ἐκείνοις, οὐχὶ φρίττουσιν ἐν ὑμῖν ὑπὲρ ὧν προσήκει παθεῖν αὐτούς, ἀλλὰ δημηγοροῦσι κατ᾽ ἄλλων καὶ στεφανοῦν κελεύουσιν αὑτούς. καίτοι σκέψασθε τίν᾽ ἄν ποτε δόξαιτε βεβουλεῦσθαι τρόπον, εἰ διὰ τὴν αὐτὴν πρόφασιν τοὺς μὲν θανάτου κρίναντες, τοὺς δὲ στεφανώσαντες φανείητε. [10] καὶ μὴν οὐ μόνον εἰ τοῦτο ποιήσαιτε, δοκεῖτ᾽ ἂν ἁμαρτεῖν, ἀλλ᾽ εἰ μὴ καὶ κολάσαιτε τοὺς τὰ τοιαῦτα ποιοῦντας, ἔχοντες. οὐ γὰρ ἐπειδὰν ἐάσητέ τι τῶν ὑμετέρων ἀπολέσθαι, τότε χρὴ χαλεπαίνειν, ἀλλ᾽ ἐν ᾧ τὰ μὲν ὑμέτερ᾽ ἐστὶν σᾶ, καθορᾶτε δὲ τοὺς ἐφεστηκότας δι᾽ αἰσχροκερδίαν οὐχὶ προσήκουσαν πρόνοιαν περὶ σωτηρίας αὐτῶν ποιουμένους. καὶ μηδεὶς ὑμῶν ἐπιτιμήσῃ τῷ λόγῳ, πικρὸν εἶναι νομίσας, ἀλλὰ τοῖς τὸ ἔργον αὐτὸ πεποιηκόσιν: διὰ γὰρ τούτους τοιοῦτός ἐστιν. [11] θαυμάζω δ᾽ ἔγωγε, τί δή ποτε τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους, ὧν τριάκοντα δραχμὰς ἕκαστος ἔχει μόνας, δοῦσι καὶ κολάζουσιν οὗτοι: τῶν δὲ τριηράρχων τοὺς μὴ συμπλέοντας, ὧν τριάκοντα μνᾶς εἰς ἔκπλουν εἴληφεν ἕκαστος, οὐ ταὐτὰ ποιεῖθ᾽ ὑμεῖς: ἀλλ᾽ ἐὰν μὲν πένης ὤν τις δι᾽ ἔνδειαν ἁμάρτῃ, τοῖς ἐσχάτοις ἐπιτιμίοις ἐνέξεται, ἐὰν δὲ πλούσιος ὢν δι᾽ αἰσχροκερδίαν ταὐτὰ ποιήσῃ, συγγνώμης τεύξεται; καὶ ποῦ τὸ πάντας ἔχειν ἴσον καὶ δημοκρατεῖσθαι φαίνεται, τοῦτον τὸν τρόπον ὑμῶν ταῦτα βραβευόντων; [12] ἔτι τοίνυν ἔμοιγε δοκεῖ κἀκεῖν᾽ ἀλόγως ἔχειν, τὸν μὲν εἰπόντα τι μὴ κατὰ τοὺς νόμους, ἐὰν ἁλῷ τὸ τρίτον, μέρος ἠτιμῶσθαι τοῦ σώματος, τοὺς δὲ μὴ λόγον, ἀλλ᾽ ἔργον παράνομον πεποιηκότας μηδεμίαν δοῦναι δίκην. καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ὑμεῖς φήσετε τὸ πρὸς τὰ τοιαῦτα πράως ἔχειν προδιδάσκειν ἑτέρους ἀδικεῖν εἶναι.

  [13] βούλομαι τοίνυν, ἐπειδήπερ παρῆλθον, καὶ τὰ συμβαίνοντ᾽ ἀπὸ τῶν τοιούτων ὑμῖν διεξελθεῖν. ἐπειδὰν γάρ τις μισθωσάμενος τριηραρχίαν ἐκπλεύσῃ, πάντας ἀνθρώπους ἄγει καὶ φέρει, καὶ τὰς μὲν ὠφελίας ἰδίᾳ καρποῦται, τὰς δὲ δίκας τούτων ὁ τυχὼν δίδωσιν ὑμῶν, καὶ μόνοις ὑμῖν οὐδαμόσε ἔστιν ἄνευ κηρυκείου βαδίσαι διὰ τὰς ὑπὸ τούτων ἀνδροληψίας καὶ σύλας κατεσκευασμένας: [14] ὥστε τῇ γ᾽ ἀληθείᾳ σκοπῶν ἄν τις εὕροι τὰς τοιαύτας τριήρεις οὐχ ὑπὲρ ὑμῶν, ἀλλὰ καθ᾽ ὑμῶν ἐκπεπλευκυίας. τὸν γὰρ ὑπὲρ τῆς πόλεως τριήραρχον οὐκ ἀπὸ τῶν κοινῶν προσδοκᾶν χρὴ πλουτήσειν, ἀλλ᾽ ἀπὸ τῶν ἰδίων τὰ τῆς πόλεως ἐπανορθώσειν, εἴπερ ἔσται τι τῶν δεόντων ὑμῖν. τούτων δὲ τἀναντί᾽ ἕκαστος ἐγνωκὼς ἐκπλεῖ: καὶ γάρ τοι τὰ τῶν αὑτῶν τρόπων ἁμαρτήματα ταῖς ὑμετέραις βλάβαις ἐπανορθοῦνται. [15] καὶ τούτων οὐδέν ἐστιν ἄλογον. δεδώκατε γὰρ τοῖς βουλομένοις ἀδικεῖν, ἂν μὲν λάθωσιν, ἔχειν, ἐὰν δὲ ληφθῶσι, συγγνώμης τυχεῖν: τοῖς οὖν ἠμεληκόσι δόξης ἄδεια ποιεῖν ὅ τι ἂν βούλωνται γέγονεν. τῶν μὲν τοίνυν ἰδιωτῶν τοὺς μετὰ τοῦ παθεῖν μανθάνοντας ἀπροσκέπτους ὀνομάζομεν: ὑμᾶς δέ, οἵτινες οὐδὲ πεπονθότες πολλάκις ἤδη φυλάττεσθε, τί τις καλέσειεν ἄν;

 

‹ Prev