Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 271
Delphi Complete Works of Demosthenes Page 271

by Demosthenes


  [16] ἄξιον τοίνυν καὶ περὶ τῶν συνειρηκότων εἰπεῖν. οὕτως γὰρ ἡγοῦνταί τινες ἐξουσίαν εἶναι σφίσιν καὶ ποιεῖν ὅ τι βούλονται καὶ λέγειν παρ᾽ ὑμῖν, ὥστε τῶν τότε συγκατηγορούντων μετ᾽ Ἀριστοφῶντος καὶ πικρῶν ὄντων τοῖς μεμισθωκόσι τὰς τριηραρχίας νῦν κελεύουσί τινες τούτους στεφανῶσαι, καὶ δυοῖν θάτερον ἐξελέγχουσιν αὑτούς, ἢ τότ᾽ ἐκείνους ἀδίκως συκοφαντοῦντες, ἢ νῦν τοῖσδ᾽ ἐπὶ μισθῷ συνηγοροῦντες. [17] καὶ χαρίσασθαι κελεύουσιν ὑμᾶς, ὥσπερ περὶ δωρεᾶς, ἀλλ᾽ οὐ περὶ νικητηρίων τῶν λόγων ὄντων, ἢ καὶ χάριν τιθεμένων διὰ τῶν τοιούτων τοῖς ἀμελοῦσιν ὑμῶν, ἀλλ᾽ οὐ διὰ τῶν βελτιόνων τοῖς ὑπηρετοῦσιν ἃ δεῖ χαρίζεσθαι προσῆκον. ἔπειθ᾽ οὕτως ὀλιγωροῦσιν τοῦ δοκεῖν ἐπιεικεῖς εἶναι, καὶ παντελῶς τἄλλα πάρεργα πρὸς τὸ λαβεῖν νομίζουσιν, ὥστ᾽ οὐ μόνον τοῖς πρότερον ῥηθεῖσιν ὑφ᾽ αὑτῶν ἐναντία τολμῶσιν δημηγορεῖν, ἀλλὰ καὶ νῦν οὐ ταὐτὰ λέγουσιν ἑαυτοῖς, οἵτινες τοὺς μὲν ναύτας φασὶ δεῖν οἰκείους εἶναι τῆς τριήρους τῆς ληψομένης τὸν στέφανον, τῶν δὲ τριηράρχων τοὺς ἠλλοτριωκότας αὑτοὺς ἀπὸ τῆς λῃτουργίας, τούτους στεφανῶσαι κελεύουσι. [18] καὶ φασὶ μὲν οὐδένα τούτων πρότερον παρασκευάσασθαι, κελεύουσι δὲ κοινῇ στεφανοῦν ἡμᾶς, τοῦ ψηφίσματος οὐ ταῦτα λέγοντος. ἐγὼ δὲ τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ καὶ μεμισθωκέναι τὴν τριηραρχίαν: οὔτε γὰρ τοῦθ᾽ ὑπομείναιμ᾽ ἂν οὔτ᾽ ἐκεῖν᾽ ἐποίησα. προσποιοῦνται μὲν τοίνυν ὑπὲρ τοῦ δικαίου συνηγορεῖν, σπουδάζουσιν δὲ μᾶλλον ἢ προῖκ᾽ ἄν τις ὑμῶν πράττων, ὥσπερ ἄξια τοῦ μισθοῦ ποιῆσαι προσῆκον ἑαυτοῖς, ἀλλ᾽ οὐ γνώμην ἀποφήνασθαι. [19] εἶθ᾽ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλ᾽ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν. καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστ᾽ οἴονται τὸν ἅπαξ εἰρηκότ᾽ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντ᾽ ἂν τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι. [20] καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δ᾽ οἰομένους δεῖν τὰ δίκαι᾽ ἀντιλέγειν οὐ πάντ᾽ ἀπόλωλεν. τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθ᾽ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τιν᾽ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.

  [21] τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι: παρὰ γὰρ τῶν λεγόντων, οὓς ἴστ᾽ ἐπὶ μισθῷ τοῦτο πράττοντας, πυνθάνεσθε ποῖόν τιν᾽ ἕκαστον δεῖ νομίζειν, οὐκ αὐτοὶ θεωρεῖτε. καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν, τοὺς δ᾽ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι; [22] καὶ γάρ τοι πάντα δι᾽ αὑτῶν ποιοῦνται, καὶ μόνον οὐχ ὑπὸ κήρυκος πωλοῦσι τὰ κοινά, καὶ στεφανοῦν, ὃν ἂν αὐτοῖς δοκῇ, καὶ μὴ στεφανοῦν κελεύουσι, κυριωτέρους αὑτοὺς τῶν ὑμετέρων δογμάτων καθιστάντες. ἐγὼ δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, παραινῶ μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ. εἰ δὲ μή, διδάξετε πάντας τὰ μὲν ὑφ᾽ ὑμῶν προσταττόμεν᾽ ὡς εὐτελέστατα διοικεῖν, τοὺς δ᾽ ὑπὲρ τούτων ἀναιδῶς εἰς ὑμᾶς ψευδομένους ὡς πλείστου μισθοῦσθαι.

  πρὸς Κάλλιππον

  οὐκ ἔστιν χαλεπώτερον οὐδέν, ὦ ἄνδρες δικασταί, ἢ ὅταν ἄνθρωπος δόξαν ἔχων καὶ δυνάμενος εἰπεῖν τολμᾷ ψεύδεσθαι καὶ μαρτύρων εὐπορῇ. ἀνάγκη γάρ ἐστιν τῷ φεύγοντι μηκέτι περὶ τοῦ πράγματος μόνον λέγειν, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ λέγοντος, ὡς οὐκ εἰκὸς αὐτῷ διὰ τὴν δόξαν πιστεύειν. [2] εἰ γὰρ ἔθος καταστήσετε τοῖς δυναμένοις εἰπεῖν καὶ δόξαν ἔχουσι μᾶλλον πιστεύειν ἢ τοῖς ἀδυνατωτέροις, ἐφ᾽ ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες. δέομαι οὖν ὑμῶν, εἴπερ τι καὶ ἄλλο πώποτε πρᾶγμα αὐτὸ καθ᾽ αὑτὸ ἐδικάσατε, μηδὲ μεθ᾽ ἑτέρων τὴν γνώμην γενόμενοι, μήτε μετὰ τῶν διωκόντων μήτε μετὰ τῶν φευγόντων, ἀλλὰ τὸ δίκαιον σκεψάμενοι, οὕτω καὶ νῦν διαγνῶναι. ἐξ ἀρχῆς δ᾽ ὑμῖν διηγήσομαι.

  [3] Λύκων γὰρ ὁ Ἡρακλεώτης, ὦ ἄνδρες δικασταί, οὗτος ὃν καὶ αὐτὸς λέγει, τῇ τραπέζῃ τῇ τοῦ πατρὸς ἐχρῆτο, ὥσπερ καὶ οἱ ἄλλοι ἔμποροι, ξένος μὲν ὢν Ἀριστόνῳ τῷ Δεκελεῖ καὶ Ἀρχεβιάδῃ τῷ Λαμπτρεῖ, ἄνθρωπος δέ τις σώφρων. οὗτος ἐπειδὴ ἐκπλεῖν ἔμελλεν εἰς τὴν Λιβύην, διαλογισάμενος πρὸς τὸν πατέρα τὸν ἐμὸν ἐναντίον Ἀρχεβιάδου καὶ Φρασίου προσέταξεν τὸ ἀργύριον ὃ κατέλειπεν (ἦν δὲ τοῦτο ἑκκαίδεκα μναῖ καὶ τετταράκοντα δραχμαί, ὡς ἐγὼ ὑμῖν πάνυ ἀκριβῶς ἐπιδείξω) Κηφισιάδῃ ἀποδοῦναι, λέγων ὅτι κοινωνὸς εἴη αὑτοῦ ὁ Κηφισιάδης οὗτος, οἰκήτωρ μὲν ὢν ἐν Σκίρῳ, ἐν δὲ τῷ παρόντι ἐφ᾽ ἑτέρᾳ ἀποδημῶν ἐμπορίᾳ. [4] δεῖξαι δ᾽ αὐτὸν τῷ πατρὶ τῷ ἐμῷ καὶ συστῆσαι τῷ Ἀρχεβιάδῃ καὶ τῷ Φρασίᾳ προσέταξεν, ἐπειδὴ ἥκοι ἐκ τῆς ἀποδημίας. εἰώθασι δὲ πάντες οἱ τραπεζῖται, ὅταν τις ἀργύριον τιθεὶς ἰδιώτης ἀποδοῦναί τῳ προστάττῃ, πρῶ�
�ον τοῦ θέντος τοὔνομα γράφειν καὶ τὸ κεφάλαιον τοῦ ἀργυρίου, ἔπειτα παραγράφειν ‘τῷ δεῖνι ἀποδοῦναι δεῖ’, καὶ ἐὰν μὲν γιγνώσκωσι τὴν ὄψιν τοῦ ἀνθρώπου ᾧ ἂν δέῃ ἀποδοῦναι, τοσοῦτο μόνον ποιεῖν, γράψαι ᾧ δεῖ ἀποδοῦναι, ἐὰν δὲ μὴ γιγνώσκωσι, καὶ τούτου τοὔνομα προσπαραγράφειν ὃς ἂν μέλλῃ συστήσειν καὶ δείξειν τὸν ἄνθρωπον, ὃν ἂν δέῃ κομίσασθαι τὸ ἀργύριον. [5] τύχης δὲ συμβάσης τοιαύτης τῷ Λύκωνι τούτῳ ὥστε εὐθὺς ἐκπλέοντα αὐτὸν περὶ τὸν Ἀργολικὸν κόλπον ὑπὸ λῃστρίδων νεῶν τά τε χρήματα καταχθῆναι εἰς Ἄργος καὶ αὐτὸν τοξευθέντα ἀποθανεῖν, ἔρχεται ἐπὶ τὴν τράπεζαν Κάλλιππος οὑτοσὶ εὐθὺς ἐρωτῶν, Λύκωνα Ἡρακλεώτην εἰ γιγνώσκοιεν. ἀποκριναμένου δὲ Φορμίωνος τουτουὶ ὅτι γιγνώσκοιεν, ‘ἆρα καὶ ἐχρῆτο ὑμῖν’; ἔφη ὁ Φορμίων: ‘ἀλλὰ πρὸς τί ἐρωτᾷς’; ‘πρὸς τί’; ἔφη: ‘ἐγώ σοι ἐρῶ. ἐκεῖνος μὲν τετελεύτηκεν, ἐγὼ δὲ προξενῶν τυγχάνω τῶν Ἡρακλεωτῶν. ἀξιῶ δή σε δεῖξαί μοι τὰ γράμματα, ἵν᾽ εἰδῶ εἴ τι καταλέλοιπεν ἀργύριον: ἐξ ἀνάγκης γάρ μοί ἐστιν ἁπάντων Ἡρακλεωτῶν ἐπιμελεῖσθαι.’ [6] ἀκούσας δ᾽ αὐτοῦ ὁ Φορμίων, ὦ ἄνδρες δικασταί, ἔδειξεν εὐθέως παραχρῆμα. δείξαντος δὲ αὐτοῦ τὸ γραμματεῖον, ἀναγνοὺς αὐτὸς καὶ ἄλλος οὐδείς, καὶ ἰδὼν γεγραμμένον ἐν αὐτῷ ‘Λύκων Ἡρακλεώτης χιλίας ἑξακοσίας τετταράκοντα: Κηφισιάδῃ ἀποδοῦναι δεῖ: Ἀρχεβιάδης Λαμπτρεὺς δείξει τὸν Κηφισιάδην’, ᾤχετο ἀπιὼν σιωπῇ, καὶ πλέον ἢ πέντε μηνῶν οὐδένα λόγον ἐποιήσατο. [7] ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα, παρόντος δέ, ὦ ἄνδρες δικασταί, Ἀρχεβιάδου καὶ τοῦ Φρασίου, οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη, ἐπειδὴ ἔλθοι, παρόντων δὲ καὶ ἄλλων, ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί. ὡς δὲ ἀληθῆ λέγω, τούτων ἁπάντων ὑμῖν τὰς μαρτυρίας ἀναγνώσεται.”Μαρτυρίαι”

  [8] ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε. προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν. ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο, ‘οἶσθά τοι’ ἔφη, ‘ὅ τι ἔστιν, ὦ Πασίων, ὅ σε ἐρωτῶ’; [9] (καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλ᾽ ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.) ‘ἔξεστί σοι’ ἔφη ‘ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι. προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δ᾽ ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον. συμβέβηκεν δὲ τοιοῦτόν τι: ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ πυνθάνομαι. [10] πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν ἃ κατήχθη μετ᾽ αὐτοῦ. οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν λαμβάνειν: ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν. σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ ὁ Κηφισιάδης. εἰ δ᾽ ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα ἢ τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.’ [11] ἐπειδὴ δὲ αὐτῷ εἴρητο, ‘ἐγώ’, ἔφη ὁ πατήρ, ‘ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι. εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει: ἐὰν μέντοι μὴ ‘θέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς.’ ‘ἀμέλει,’ ἔφη οὗτος, ‘ὦ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.’

  [12] ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτ᾽ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται: ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν. [13] οὗτος δὲ ὁ ἀξιῶν ὑφ᾽ ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν τὸν νοῦν οὐδὲ οἷς λέγει, [14] ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δί᾽ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρ᾽ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν. λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, πρ
οὐκαλέσατο δ᾽ αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός. [15] ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη ὁ πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις ὁ Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν. καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετ᾽ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε ἑαυτῷ μὴ ‘θέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός. [16] ὡς δὲ ἐγὼ μὲν ἀληθῆ λέγω, οὗτοι δὲ ψεύδονται, πρῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης, καὶ ὅτι ἐγὼ ἐξούλης ἂν ἔφευγον νῦν, ἀλλ᾽ οὐκ ἀργυρίου δίκην: πρὸς δὲ τούτῳ ἐγὼ ὑμῖν τοὺς παρόντας ἑκάστοτε τῷ πατρὶ ἐν ταῖς συνόδοις ταῖς πρὸς τοῦτον, αἳ παρὰ τῷ Λυσιθείδῃ ἐγίγνοντο, μάρτυρας παρέξομαι.”Μάρτυρες”

 

‹ Prev