by Demosthenes
[19] ἃ μὲν τοίνυν ἀδικούμενος, ὦ ἄνδρες δικασταί, ὑπ᾽ αὐτῶν τὴν ἀπογραφὴν ἐποιησάμην, δεδήλωκα ὑμῖν: ὡς δ᾽ ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα ταῦτα καὶ ὄντα ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἀπέγραψα, ἐπιδείξω ὑμῖν. τὸν μὲν γὰρ Κέρδωνα ἐκ μικροῦ παιδαρίου ἐξεθρέψατο: καὶ ὡς ἦν Ἀρεθουσίου, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.”Μάρτυρες”
[20] παρ᾽ οἷς τοίνυν ἠργάσατο πώποτε, ὡς τοὺς μισθοὺς Ἀρεθούσιος ἐκομίζετο ὑπὲρ αὐτοῦ, καὶ δίκας ἐλάμβανε καὶ ἐδίδου, ὁπότε κακόν τι ἐργάσαιτο, ὡς δεσπότης ὤν, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.”Μάρτυρες”
τὸν δὲ Μάνην, δανείσας ἀργύριον Ἀρχεπόλιδι τῷ Πειραιεῖ, ἐπειδὴ οὐχ οἷός τ᾽ ἦν αὐτῷ ἀποδοῦναι ὁ Ἀρχέπολις οὔτε τὸν τόκον οὔτε τὸ ἀρχαῖον ἅπαν, ἐναπετίμησεν αὐτῷ. καὶ ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.”Μάρτυρες”
[21] ἔτι τοίνυν καὶ ἐκ τῶνδε γνώσεσθε, ὦ ἄνδρες δικασταί, ὅτι εἰσὶν Ἀρεθουσίου οἱ ἄνθρωποι. ὁπότε γὰρ οἱ ἄνθρωποι οὗτοι ἢ ὀπώραν πρίαιντο ἢ θέρος μισθοῖντο ἐκθερίσαι ἢ ἄλλο τι τῶν περὶ γεωργίαν ἔργων ἀναιροῖντο, Ἀρεθούσιος ἦν ὁ ὠνούμενος καὶ μισθούμενος ὑπὲρ αὐτῶν. ὡς δ᾽ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.”Μάρτυρες”
[22] ὅσας μὲν τοίνυν μαρτυρίας παρασχέσθαι εἶχον ὑμῖν, ὡς ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα, δεδήλωκα ὑμῖν. βούλομαι δὲ καὶ περὶ τῆς προκλήσεως εἰπεῖν, ἣν οὗτοί με προὐκαλέσαντο καὶ ἐγὼ τούτους. οὗτοι μὲν γάρ με προὐκαλέσαντο, ὅτε ἡ πρώτη ἀνάκρισις ἦν, φάσκοντες ἕτοιμοι εἶναι παραδιδόναι ἐμοὶ αὐτῷ τὰ ἀνδράποδα βασανίσαι, βουλόμενοι μαρτυρίαν τινὰ αὑτοῖς ταύτην γενέσθαι. [23] ἐγὼ δὲ ἀπεκρινάμην αὐτοῖς ἐναντίον μαρτύρων, ὅτι ἕτοιμός εἰμι ἰέναι εἰς τὴν βουλὴν μετ᾽ αὐτῶν καὶ παραλαμβάνειν μετ᾽ ἐκείνης ἢ μετὰ τῶν ἕνδεκα, λέγων ὅτι, εἰ μὲν ἰδίαν δίκην ἐδικαζόμην αὐτοῖς, εἰ ἐμοὶ ἐξεδίδοσαν, παρελάμβανον ἄν, νῦν δὲ τῆς πόλεως εἴη τὰ ἀνδράποδα καὶ ἡ ἀπογραφή: δεῖν οὖν δημοσίᾳ βασανίζεσθαι. [24] ἡγούμην γὰρ οὐ προσήκειν ἐμοὶ ἰδιώτῃ ὄντι τοὺς δημοσίους βασανίζειν: οὔτε γὰρ τῆς βασάνου κύριος ἐγιγνόμην, οὔτε καλῶς ἔχειν τὰ λεγόμενα ὑπὸ τῶν ἀνθρώπων ἐμὲ κρίνειν, ἡγούμην τε δεῖν τὴν ἀρχὴν ἢ τοὺς ᾑρημένους ὑπὸ τῆς βουλῆς γράφεσθαι, καὶ κατασημηναμένους τὰς βασάνους, ὅ τι εἴποιεν οἱ ἄνθρωποι, παρέχειν εἰς τὸ δικαστήριον, ἵν᾽ ἀκούσαντες ἐκ τούτων ἐψηφίσασθε ὁποῖόν τι ὑμῖν ἐδόκει. [25] ἰδίᾳ μὲν γὰρ βασανιζομένων τῶν ἀνθρώπων ὑπ᾽ ἐμοῦ ἀντελέγετ᾽ ἂν ἅπαντα ὑπὸ τούτων, εἰ δὲ δημοσίᾳ, ἡμεῖς μὲν ἂν ἐσιωπῶμεν, οἱ δ᾽ ἄρχοντες ἢ οἱ ᾑρημένοι ὑπὸ τῆς βουλῆς ἐβασάνιζον ἂν μέχρι οὗ αὐτοῖς ἐδόκει. ταῦτα δ᾽ ἐμοῦ ἐθέλοντος, οὐκ ἂν ἔφασαν τῇ ἀρχῇ παραδοῦναι, οὐδ᾽ εἰς τὴν βουλὴν ἤθελον ἀκολουθεῖν. ὡς οὖν ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.”Μάρτυρες”
[26] κατὰ πολλὰ μὲν οὖν ἔμοιγε δοκοῦσιν εἶναι ἀναίσχυντοι ἀμφισβητοῦντες τῶν ὑμετέρων, οὐχ ἥκιστα δὲ ὑμῖν αὐτοὺς ἐπιδείξω ἐκ τῶν νόμων τῶν ὑμετέρων. οὗτοι γάρ, ὅτε οἱ δικασταὶ ἐβούλοντο θανάτου τιμῆσαι τῷ Ἀρεθουσίῳ, ἐδέοντο τῶν δικαστῶν χρημάτων τιμῆσαι καὶ ἐμοῦ συγχωρῆσαι, καὶ ὡμολόγησαν αὐτοὶ συνεκτείσειν. [27] τοσούτου δὴ δέουσιν ἐκτίνειν καθ᾽ ἃ ἠγγυήσαντο, ὥστε καὶ τῶν ὑμετέρων ἀμφισβητοῦσι. καίτοι οἵ γε νόμοι κελεύουσι τὴν οὐσίαν εἶναι δημοσίαν, ὃς ἂν ἐγγυησάμενός τι τῶν τῆς πόλεως μὴ ἀποδιδῷ τὴν ἐγγύην: ὥστε καὶ εἰ τούτων ἦν τὰ ἀνδράποδα, προσῆκεν αὐτὰ δημόσια εἶναι, εἴπερ τι τῶν νόμων ὄφελος. [28] καὶ πρὶν μὲν ὀφείλειν τῷ δημοσίῳ, ὁ Ἀρεθούσιος ὡμολογεῖτο τῶν ἀδελφῶν εὐπορώτατος εἶναι: ἐπειδὴ δὲ οἱ νόμοι κελεύουσιν τἀκείνου ὑμέτερα εἶναι, τηνικαῦτα πένης ὢν φαίνεται ὁ Ἀρεθούσιος, καὶ τῶν μὲν ἡ μήτηρ ἀμφισβητεῖ, τῶν δὲ οἱ ἀδελφοί. χρῆν δ᾽ αὐτούς, εἴπερ ἐβούλοντο δικαίως προσφέρεσθαι πρὸς ὑμᾶς, ἀποδείξαντας ἅπασαν τὴν οὐσίαν τὴν ἐκείνου, τὰ τούτων αὐτῶν εἴ τις ἀπέγραφεν, ἀμφισβητεῖν. [29] ἐὰν οὖν ἐνθυμηθῆτε, ὅτι οὐδέποτε ἔσται ἀπορία τῶν ἀμφισβητησόντων ὑμῖν περὶ τῶν ὑμετέρων (ἢ γὰρ ὀρφανοὺς ἢ ἐπικλήρους κατασκευάσαντες ἀξιώσουσιν ἐλεεῖσθαι ὑφ᾽ ὑμῶν, ἢ γῆρας καὶ ἀπορίας καὶ τροφὰς μητρὶ λέγοντες, καὶ ὀδυρόμενοι δι᾽ ὧν μάλιστα ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, πειράσονται ἀποστερῆσαι τὴν πόλιν τοῦ ὀφλήματος), ἐὰν οὖν ταῦτα παριδόντες πάντα καταψηφίσησθε, ὀρθῶς βουλεύσεσθε.
κατὰ Κόνωνος Αἰκείας
ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με, ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί. πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων, οἷς συνεβουλευόμην, ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς, συμβουλευόντων δέ μοι καὶ παραινούντων μὴ μείζω πράγματ᾽ ἢ δυνήσομαι φέρειν ἐπάγεσθαι, μηδ᾽ ὑπὲρ τὴν ἡλικίαν περὶ ὧν ἐπεπόνθειν ἐγκαλοῦντα φαίνεσθαι, οὕτω
ς ἐποίησα καὶ δι᾽ ἐκείνους ἰδίαν ἔλαχον δίκην, ἥδιστ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, θανάτου κρίνας τουτονί. [2] καὶ τούτου συγγνώμην ἕξετε, εὖ οἶδ᾽ ὅτι, πάντες, ἐπειδὰν ἃ πέπονθ᾽ ἀκούσητε: δεινῆς γὰρ οὔσης τῆς τότε συμβάσης ὕβρεως οὐκ ἐλάττων ἡ μετὰ ταῦτ᾽ ἀσέλγει᾽ ἐστὶ τουτουί. ἀξιῶ δὴ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου περὶ ὧν πέπονθα λέγοντος, εἶτα, ἐὰν ἠδικῆσθαι καὶ παρανενομῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. ἐξ ἀρχῆς δ᾽ ὡς ἕκαστα πέπρακται διηγήσομαι πρὸς ὑμᾶς, ὡς ἂν οἷός τ᾽ ὦ διὰ βραχυτάτων.