Delphi Complete Works of Demosthenes

Home > Other > Delphi Complete Works of Demosthenes > Page 272
Delphi Complete Works of Demosthenes Page 272

by Demosthenes


  [17] ὅτι μὲν οὐ προκαλεσάμενος εἰς ὅρκον τὸν πατέρα τότε, νυνὶ ἐκείνου τετελευτηκότος καταψεύδεται, καὶ κατ᾽ ἐμοῦ ῥᾳδίως τὰ ψευδῆ μαρτυροῦντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρέχεται, ἔκ τε τῶν τεκμηρίων καὶ ἐκ τῆς μαρτυρίας ταύτης ῥᾴδιον ὑμῖν εἰδέναι. ὅτι δὲ ἐγὼ ὑπὲρ τοῦ πατρὸς ἠθέλησα αὐτῷ πίστιν δοῦναι ἥνπερ ὁ νόμος κελεύει, ἐάν τις τεθνεῶτι ἐπικαλῶν δικάζηται τῷ κληρονόμῳ, [18] μὴ δοκεῖν μοι μήτε ὁμολογῆσαι τὸν πατέρα τούτῳ ἀποδώσειν τὸ ἀργύριον ὃ κατέλιπε Λύκων, μήτε συσταθῆναι αὐτὸν τῷ πατρὶ ὑπὸ τοῦ Λύκωνος, καὶ Φορμίων, ἦ μὴν διαλογίσασθαί τε ἐναντίον Ἀρχεβιάδου τῷ Λύκωνι αὐτὸς καὶ προσταχθῆναι αὑτῷ Κηφισιάδῃ ἀποδοῦναι τὸ ἀργύριον, τὸν δὲ Κηφισιάδην δεῖξαι αὑτῷ τὸν Ἀρχεβιάδην, [19] καὶ ὅτε Κάλλιππος προσῆλθεν τὸ πρῶτον πρὸς τὴν τράπεζαν, λέγων ὅτι τετελευτηκὼς εἴη ὁ Λύκων καὶ αὐτὸς ἀξιοίη τὰ γράμματα ἰδεῖν, εἴ τι καταλελοιπὼς εἴη ὁ ξένος ἀργύριον, ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα, ἰδόντα αὐτὸν τῷ Κηφισιάδῃ γεγραμμένον ἀποδοῦναι, σιωπῇ οἴχεσθαι ἀπιόντα, οὐδὲν οὔτε ἀμφισβητήσαντα οὔτ᾽ ἀπειπόνθ᾽ αὑτῷ περὶ τοῦ ἀργυρίου, τούτων ὑμῖν τάς τε μαρτυρίας ἀμφοτέρας καὶ τὸν νόμον ἀναγνώσεται.”Μαρτυρίαι”“Νόμος”

  [20] φέρε δὴ ὑμῖν, ὦ ἄνδρες δικασταί, ὡς οὐδ᾽ ἐχρῆτο Λύκων τῷ Καλλίππῳ ἐπιδείξω: οἶμαι γάρ τί μοι καὶ τοῦτο εἶναι πρὸς τὴν ἀλαζονείαν τὴν τουτουὶ τοῦ φάσκοντος αὑτῷ δωρεὰν δοθῆναι τὸ ἀργύριον τοῦτο παρὰ τοῦ Λύκωνος. ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι. [21] συχνῆς δὲ πάνυ πραγματείας περὶ τοσαῦτα χρήματα γενομένης, τὸν μὲν Κάλλιππον ὁ Λύκων οὐδαμοῖ πώποτε παρεκάλεσεν, τὸν δὲ Ἀρχεβιάδην καὶ τοὺς τοῦ Ἀρχεβιάδου φίλους: καὶ ὁ διαλλάξας αὐτοὺς Ἀρχεβιάδης ἦν. ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν αὐτὸν τὸν Μεγακλείδην μάρτυρα παρέξομαι.”Μαρτυρία”

  [22] οὑτωσὶ μὲν οἰκείως φαίνεται χρώμενος, ὦ ἄνδρες δικασταί, ὁ Λύκων τῷ Καλλίππῳ, ὥστε μήτε παρακαλεῖν αὐτὸν ἐπὶ τὰ αὑτοῦ πράγματα μήτε κατάγεσθαι ὡς τοῦτον μηδεπώποτε: καὶ αὐτό γε τοῦτο μόνον οὐ τετολμήκασιν οἱ οἰκεῖοι οἱ τούτου μαρτυρῆσαι, ὡς κατήγετο παρὰ τούτῳ ἐκεῖνος, εὖ εἰδότες ὅτι διὰ βασάνου ἐκ τῶν οἰκετῶν ὁ ἔλεγχος ἤδη ἔσοιτο, εἴ τι τοιοῦτο ψεύσοιντο. [23] βούλομαι δ᾽ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν τηλικοῦτον, ᾧ δῆλον ὑμῖν ἔσται, ὡς ἐγὼ οἴομαι, ὅτι πάντα πρὸς ὑμᾶς ἔψευσται. τῷ γὰρ Λύκωνι, ὦ ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν δοῦναι αὐτῷ, [24] εἴ τι πάθοι, τὸ ἀργύριον, πότερον κάλλιον ἦν ἄντικρυς παρὰ τῷ Καλλίππῳ καταλιπεῖν τὸ ἀργύριον, ὃ ἔμελλε σωθεὶς μὲν ὀρθῶς καὶ δικαίως ἀπολήψεσθαι παρὰ φίλου γε ὄντος αὐτῷ καὶ προξένου, εἰ δέ τι πάθοι, ἄντικρυς ἔσεσθαι δεδωκώς, ὥσπερ καὶ ἐβούλετο, ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν; ἐγὼ μὲν γὰρ οἶμαι ἐκεῖνο καὶ δικαιότερον καὶ μεγαλοπρεπέστερον εἶναι. οὐ τοίνυν φαίνεται τούτων οὐδὲν ποιήσας, ὥστε καὶ ταῦτα ὑμῖν τεκμήρια ἔστω, ἀλλὰ τῷ Κηφισιάδῃ καὶ γράψας καὶ προστάξας ἀποδοῦναι.

  [25] ἔτι τοίνυν καὶ τοδὶ σκέψασθε, ὦ ἄνδρες δικασταί, ὅτι Κάλλιππος μὲν ἦν πολίτης ὑμέτερος καὶ οὐκ ἀδύνατος οὐδέτερα ποιῆσαι, οὔτε κακῶς οὔτε εὖ, ὁ δὲ Κηφισιάδης καὶ μέτοικος καὶ οὐδὲν δυνάμενος, ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ δίκαια ποιῆσαι. [26] ἀλλὰ νὴ Δία, ἴσως ἂν εἴποι, κερδαίνων τι ἰδίᾳ ὁ πατὴρ ἀπὸ τοῦ ἀργυρίου ἐκείνῳ μᾶλλον προσετίθετο τὴν γνώμην ἢ τούτῳ. εἶτα πρῶτον μὲν τὸν δυνησόμενον διπλάσιον τοῦ λήμματος κακὸν ποιῆσαι ἠδίκει, ἔπειτα ἐνταῦθα μὲν αἰσχροκερδὴς ἦν, εἰς δὲ τὰς εἰσφορὰς καὶ λῃτουργίας καὶ δωρεὰς τῇ πόλει οὔ; [27] καὶ τῶν μὲν ξένων οὐδένα ἠδίκει, Κάλλιππον δέ; καὶ οὗτος, ὡς χρηστῷ μὲν αὐτῷ ὄντι καὶ οὐδὲν ἂν ψευσαμένῳ ὅρκον ἐδίδου, ὥς φησιν, ὡς περὶ πονηροῦ δὲ καὶ ἀπαλείφοντος ἀπὸ τῶν παρακαταθηκῶν νυνὶ διαλέγεται; κἀκεῖνος οὔτ᾽ ὀμόσαι ‘θέλων, ὡς οὗτός φησιν, οὔτ᾽ ἀποδιδοὺς οὐκ εὐθὺς ἂν ὠφλήκει; τῷ ταῦτα πιστά, ὦ ἄνδρες δικασταί; [28] ἐγὼ μὲν γὰρ οὐδενὶ οἴομαι. καὶ ὁ Ἀρχεβιάδης εἰς τοῦτο φαυλότητος ἥκει, ὥστε τοῦ Καλλίππου δημότου ὄντος αὐτῷ καὶ πολιτευομένου καὶ οὐκ ἰδιώτου ὄντος καταμαρτυρεῖ, καὶ φησὶν ἡμᾶς μὲν ἀληθῆ λέγειν, τοῦτον δὲ ψεύδεσθαι, καὶ ταῦτα εἰδὼς ὅτι, ἂν οὗτος βούληται ἐπισκήψασθαι αὐτῷ τῶν ψευδομαρτυρίων καὶ ἄλλο μηδὲν ποιῆσαι ἢ ἐξορκῶσαι, ἀνάγκη αὐτῷ ἔσται πίστιν ἐπιθεῖναι ἣν ἂν κελεύῃ οὗτος. [29] ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ἂν ὁ Ἀρχεβιάδης; οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί. οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶ
ναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου: πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι ἄν τι αὐτόν. [30] οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστ᾽ εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπ᾽ αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην (κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν), οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ αὐτῶν. [31] Λυσιθείδης γάρ, ὦ ἄνδρες δικασταί, ἕως μὲν ὁ πατὴρ ἔζη, καὶ ἄνευ ὅρκου καὶ μεθ᾽ ὅρκου ἴσως ἂν οὐκ ἠδίκησεν ἐκεῖνον: ἔμελε γὰρ αὐτῷ ἐκείνου. ἐμοῦ δὲ ἄνευ μὲν ὅρκου οὐδὲν αὐτῷ ἔμελεν, μεθ᾽ ὅρκου δὲ ἴσως ἂν οὐκ ἠδίκησεν διὰ τὸ αὑτοῦ ἴδιον: διόπερ ἀνώμοτος ἀπεφήνατο. ὡς δὲ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι.”Μάρτυρες”

  [32] ὅ τι μὲν καὶ παρὰ τοὺς νόμους καὶ παρὰ τὸ δίκαιον δύναται διαπράττεσθαι Κάλλιππος, ὦ ἄνδρες δικασταί, τῆς μαρτυρίας ἀκηκόατε. δέομαι δὲ ὑμῶν αὐτός τε ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ πατρός, ἀναμνησθέντας ὅτι πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην ὧν εἴρηκα, τούτῳ δὲ ἐπιδείκνυμι ὅτι ἐξόν, εἴπερ τι αὐτῷ προσῆκεν τοῦ ἀργυρίου, ἐπὶ τὸν Κηφισιάδην βαδίζειν τὸν ὁμολογοῦντα κεκομίσθαι καὶ ἔχειν τὸ ἀργύριον, [33] καὶ ταῦτα μηδὲν ἧττον τὰ πιστὰ παρ᾽ ἡμῶν λαβόντα, οὐκ ἔρχεται, εἰδὼς ὅτι οὐκ ἔστιν παρ᾽ ἡμῖν τὸ ἀργύριον, δέομαι ὑμῶν ἀποψηφίσασθαί μου. καὶ ταῦτα ποιοῦντες πρῶτον μὲν τὰ δίκαια καὶ κατὰ τοὺς νόμους ἔσεσθε ἐψηφισμένοι, ἔπειτα ἄξια μὲν αὐτῶν ὑμῶν, ἄξια δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ: ὡς ἐγὼ ὑμᾶς ἂν δεξαίμην ἅπαντα τὰ ἐμαυτοῦ λαβεῖν μᾶλλον ἢ ἀδίκως τι συκοφαντούμενος ἀποτεῖσαι.

  πρὸς Νικόστρατον Περὶ Α᾿νδραπόδων Α᾿πογραφῆς Α᾿ρεθουσίου

  ὅτι μὲν οὐ συκοφαντῶν, ἀλλ᾽ ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην, μέγιστον ὑμῖν ἔστω τεκμήριον, ὦ ἄνδρες δικασταί, τό τε μέγεθος τῆς ἀπογραφῆς, καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα. οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθ᾽ ἡμιμναίων ἄξια ἀνδράποδα, ὡς αὐτὸς ὁ ἀμφισβητῶν τετίμηται αὐτά, ἐκινδύνευον δ᾽ ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι: [2] οὐδ᾽ αὖ οὕτως ἄπορος ἦν οὐδ᾽ ἄφιλος ὥστε οὐκ ἂν ἐξευρεῖν τὸν ἀπογράψοντα: ἀλλὰ τῶν ἐν ἀνθρώποις ἁπάντων ἡγησάμενος δεινότατον εἶναι ἀδικεῖσθαι μὲν αὐτός, ἕτερον δ᾽ ὑπὲρ ἐμοῦ τοῦ ἀδικουμένου τοὔνομα παρέχειν, καὶ εἶναι ἄν τι τούτοις τοῦτο τεκμήριον, ὁπότε ἐγὼ λέγοιμι τὴν ἔχθραν πρὸς ὑμᾶς, ὡς ψεύδομαι (οὐ γὰρ ἄν ποτε ἕτερον ἀπογράψαι, εἴπερ ἐγὼ αὐτὸς ἠδικούμην), διὰ μὲν ταῦτα ἀπέγραψα. ἀπογράψας δὲ ἐὰν ἀποδείξω τὰ ἀνδράποδα Ἀρεθουσίου ὄντα, οὗπερ ἐγέγραπτο εἶναι, τὰ μὲν τρία μέρη, ἃ ἐκ τῶν νόμων τῷ ἰδιώτῃ τῷ ἀπογράψαντι γίγνεται, τῇ πόλει ἀφίημι, αὐτῷ δ᾽ ἐμοὶ τετιμωρῆσθαι ἀρκεῖ μόνον. [3] εἰ μὲν οὖν μοι ἦν ἱκανὸν τὸ ὕδωρ διηγήσασθαι πρὸς ὑμᾶς τὰ ἐξ ἀρχῆς, ὅσ᾽ ἀγαθὰ πεπονθότες ὑπ᾽ ἐμοῦ οἷά με εἰργασμένοι εἰσίν, εὖ οἶδ᾽ ὅτι ὑμεῖς τ᾽ ἄν μοι ἔτι μᾶλλον συγγνώμην εἴχετε τοῦ ὀργίζεσθαι αὐτοῖς, τούτους τ᾽ ἀνοσιωτάτους ἀνθρώπων ἡγήσασθε εἶναι: νῦν δ᾽ οὐδὲ διπλάσιόν μοι τούτου ὕδωρ ἱκανὸν ἂν γένοιτο. τὰ μὲν οὖν μέγιστα καὶ περιφανῆ τῶν ἀδικημάτων, καὶ ὁπόθεν ἡ ἀπογραφὴ αὕτη γέγονεν, ἐρῶ πρὸς ὑμᾶς, τὰ δὲ πολλὰ ἐάσω.

  [4] Νικόστρατος γὰρ οὑτοσί, ὦ ἄνδρες δικασταί, γείτων μοι ὢν ἐν ἀγρῷ καὶ ἡλικιώτης, γνωρίμως μέν μοι εἶχεν καὶ πάλαι, ἐπειδὴ δὲ ἐτελεύτησεν ὁ πατὴρ καὶ ἐγὼ ἐν ἀγρῷ κατῴκουν, οὗπερ καὶ νῦν οἰκῶ, καὶ μᾶλλον ἀλλήλοις ἤδη ἐχρώμεθα διὰ τὸ γείτονές τε εἶναι καὶ ἡλικιῶται. χρόνου δὲ προβαίνοντος καὶ πάνυ οἰκείως διεκείμεθα, καὶ ἐγώ τε οὕτως οἰκείως διεκείμην πρὸς τοῦτον, ὥστ᾽ οὐδενὸς πώποτε ὧν ἐδεήθη οὗτος ἐμοῦ ἀπέτυχεν, οὗτός τε αὖ ἐμοὶ οὐκ ἄχρηστος ἦν πρὸς τὸ ἐπιμεληθῆναι καὶ διοικῆσαι, καὶ ὁπότε ἐγὼ ἀποδημοίην ἢ δημοσίᾳ τριηραρχῶν ἢ ἰδίᾳ κατ᾽ ἄλλο τι, κύριον τῶν ἐν ἀγρῷ τοῦτον ἁπάντων κατέλειπον. [5] συμβαίνει δή μοι τριηραρχία περὶ Πελοπόννησον, ἐκεῖθεν δὲ εἰς Σικελίαν ἔδει τοὺς πρέσβεις ἄγειν, οὓς ὁ δῆμος ἐχειροτόνησεν. ἡ οὖν ἀναγωγὴ διὰ ταχέων ἐγίγνετό μοι. ἐπιστέλλω δὴ αὐτῷ ὅτι αὐτὸς μὲν ἀνῆγμαι καὶ οὐχ οἷός τε ἦν οἴκαδε ἀφικέσθαι, ἵνα μὴ κατακωλύοιμι τοὺς πρέσβεις: τούτῳ δὲ προσέταξα ἐπιμελεῖσθαί τε τῶν οἴκοι καὶ διοικεῖν, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ. [6] ἐν δὲ τῇ ἐμῇ ἀποδημίᾳ ἀποδιδράσκουσιν αὐτὸν οἰκέται τρεῖς ἐξ ἀγροῦ παρὰ τούτου, οἱ μὲν δύο ὧν ἐγὼ ἔδωκα αὐτῷ, ὁ δὲ εἷς ὧν αὐτὸς ἐκτήσατο. διώκων ο�
�ν ἁλίσκεται ὑπὸ τριήρους καὶ κατήχθη εἰς Αἴγιναν, καὶ ἐκεῖ ἐπράθη. ἐπειδὴ δὲ κατέπλευσα ἐγὼ τριηραρχῶν, προσέρχεταί μοι Δείνων ὁ ἀδελφὸς ὁ τούτου, λέγων τήν τε τούτου συμφοράν, αὐτός τε ὅτι δι᾽ ἀπορίαν ἐφοδίων οὐ πεπορευμένος εἴη ἐπὶ τοῦτον πέμποντος τούτου αὐτῷ ἐπιστολάς, καὶ ἅμα λέγων πρὸς ἐμὲ ὡς ἀκούοι αὐτὸν δεινῶς διακεῖσθαι. [7] ἀκούσας δ᾽ ἐγὼ ταῦτα καὶ συναχθεσθεὶς ἐπὶ τῇ ἀτυχίᾳ τῇ τούτου, ἀποστέλλω τὸν Δείνωνα τὸν ἀδελφὸν αὐτοῦ εὐθὺς ἐπὶ τοῦτον, δοὺς ἐφόδιον αὐτῷ τριακοσίας δραχμάς. ἀφικόμενος δ᾽ οὗτος καὶ ἐλθὼν ὡς ἐμὲ πρῶτον μὲν ἠσπάζετο καὶ ἐπῄνει ὅτι παρέσχον τὰ ἐφόδια τῷ ἀδελφῷ αὐτοῦ, καὶ ὠδύρετο τὴν αὑτοῦ συμφοράν, καὶ κατηγορῶν ἅμα τῶν ἑαυτοῦ οἰκείων ἐδεῖτό μου βοηθῆσαι αὑτῷ, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ἦν περὶ αὐτὸν ἀληθινὸς φίλος: καὶ κλάων ἅμα, καὶ λέγων ὅτι ἓξ καὶ εἴκοσι μνῶν λελυμένος εἴη, εἰσενεγκεῖν αὑτῷ τι ἐκέλευέ με εἰς τὰ λύτρα. [8] ταῦτα δὲ ἐγὼ ἀκούων καὶ ἐλεήσας τοῦτον, καὶ ἅμα ὁρῶν κακῶς διακείμενον καὶ δεικνύοντα ἕλκη ἐν ταῖς κνήμαις ὑπὸ δεσμῶν, ὧν ἔτι τὰς οὐλὰς ἔχει, καὶ ἐὰν κελεύσητε αὐτὸν δεῖξαι, οὐ μὴ ‘θελήσῃ, ἀπεκρινάμην αὐτῷ ὅτι καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ εἴην αὐτῷ φίλος ἀληθινός, καὶ νῦν ἐν τῇ συμφορᾷ βοηθήσοιμι αὐτῷ, καὶ τάς τε τριακοσίας, ἃς τῷ ἀδελφῷ αὐτοῦ ἔδωκα ἐφόδιον ὅτε ἐπορεύετο ἐπὶ τοῦτον, ἀφιείην αὐτῷ, χιλίας τε δραχμὰς ἔρανον αὐτῷ εἰς τὰ λύτρα εἰσοίσοιμι. [9] καὶ τοῦτο οὐ λόγῳ μὲν ὑπεσχόμην, ἔργῳ δὲ οὐκ ἐποίησα, ἀλλ᾽ ἐπειδὴ οὐκ ηὐπόρουν ἀργυρίου διὰ τὸ διαφόρως ἔχειν τῷ Φορμίωνι καὶ ἀποστερεῖσθαι ὑπ᾽ αὐτοῦ τὴν οὐσίαν ἥν μοι ὁ πατὴρ κατέλιπεν, κομίσας ὡς Θεοκλέα τὸν τότε τραπεζιτεύοντα ἐκπώματα καὶ στέφανον χρυσοῦν, ἃ παρ᾽ ἐμοὶ ἐκ τῶν πατρῴων ὄντα ἐτύγχανεν, ἐκέλευσα δοῦναι τούτῳ χιλίας δραχμάς, καὶ τοῦτο ἔδωκα δωρεὰν αὐτῷ τὸ ἀργύριον, καὶ ὁμολογῶ δεδωκέναι. [10] ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθ᾽ ἡμερῶν αὐτὸν ἀποδοῦναι ἢ διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι: ὁ γὰρ ἀδελφὸς ὁ Ἀρεθούσιος, οὗ τἀνδράποδ᾽ ἐστὶ ταῦτα ἃ νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου. [11] ‘σὺ οὖν μοι,’ ἔφη, ‘πόρισον τὸ ἐλλεῖπον τοῦ ἀργυρίου, πρὶν τὰς τριάκονθ᾽ ἡμέρας παρελθεῖν, ἵνα μὴ ὅ τε ἀποδέδωκα,’ ἔφη, ‘τὰς χιλίας δραχμάς, ἀπόληται, καὶ αὐτὸς ἀγώγιμος γένωμαι. συλλέξας δ᾽,’ ἔφη, ‘τὸν ἔρανον, ἐπειδὰν τοὺς ξένους ἀπαλλάξω, σοὶ ἀποδώσω ὃ ἄν μοι χρήσῃς. οἶσθα δ᾽,’ ἔφη, ‘ὅτι καὶ οἱ νόμοι κελεύουσιν τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα, ἐὰν μὴ ἀποδιδῷ τὰ λύτρα.’ [12] ἀκούων δὲ αὐτοῦ ταῦτα καὶ δοκῶν οὐ ψεύδεσθαι, ἀπεκρινάμην αὐτῷ ἅπερ ἂν νέος τε ἄνθρωπος καὶ οἰκείως χρώμενος, οὐκ ἂν νομίσας ἀδικηθῆναι, ὅτι ‘ὦ Νικόστρατε, καὶ ἐν τῷ πρὸ τοῦ σοι χρόνῳ φίλος ἦν ἀληθινός, καὶ νῦν ἐν ταῖς συμφοραῖς σου, καθ᾽ ὅσον ἐγὼ ἐδυνάμην, βεβοήθηκα. ἐπειδὴ δὲ ἐν τῷ παρόντι οὐ δύνασαι πορίσαι ἅπαντα τὰ χρήματα, ἀργύριον μὲν ἐμοὶ οὐ πάρεστιν, οὐδ᾽ ἔχω οὐδ᾽ αὐτός, τῶν δὲ κτημάτων σοι τῶν ἐμῶν κίχρημι ὅ τι βούλει, θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι, ἐνιαυτὸν ἀτόκῳ χρῆσθαι τῷ ἀργυρίῳ καὶ ἀποδοῦναι τοῖς ξένοις. συλλέξας δὲ ἔρανον, ὥσπερ αὐτὸς φής, λῦσαί μοι.’ [13] ἀκούσας δ᾽ οὗτος ταῦτα καὶ ἐπαινέσας με, ἐκέλευσε τὴν ταχίστην πρᾶξαι, πρὶν ἐξήκειν τὰς ἡμέρας ἐν αἷς ἔφη δεῖν τὰ λύτρα καταθεῖναι. τίθημι οὖν τὴν συνοικίαν ἑκκαίδεκα μνῶν Ἀρκέσαντι Παμβωτάδῃ, ὃν αὐτὸς οὗτος προὐξένησεν, ἐπὶ ὀκτὼ ὀβολοῖς τὴν μνᾶν δανείσαντι τοῦ μηνὸς ἑκάστου. λαβὼν δὲ τὸ ἀργύριον οὐχ ὅπως χάριν τινά μοι ἀποδίδωσιν ὧν εὖ ἔπαθεν, ἀλλ᾽ εὐθέως ἐπεβούλευέ μοι, ἵνα ἀποστερήσειε τὸ ἀργύριον καὶ εἰς ἔχθραν κατασταίη, καὶ ἀπορούμενος ἐγὼ τοῖς πράγμασιν νέος ὢν ὅ τι χρησαίμην καὶ ἄπειρος πραγμάτων, ὅπως μὴ εἰσπράττοιμι αὐτὸν τὸ ἀργύριον οὗ ἡ συνοικία ἐτέθη, ἀλλ᾽ ἀφείην αὐτῷ. [14] πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν: ἔπειτ᾽ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην. κλητῆρα δὲ κατ᾽ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά: καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον. [15] ἔτι δὲ πρὸς τούτοις ὁ Ἀρεθούσιος ἀπρόσκλητόν μου ἑξακοσίων καὶ δέκα δραχμῶν δίκην καταδικασάμενος καὶ ψευδεῖς κλητῆρας ἐπιγραψάμενος, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον ἢ εἴκοσι μνῶν ἄξια
, καὶ οὐδ᾽ ὁτιοῦν κατέλιπεν. ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδ᾽ ἂν οἱ πολέμιοι διαθεῖεν. [16] πρὸς δὲ τούτοις μεθ᾽ ἡμέραν παιδάριον ἀστὸν εἰσπέμψαντες διὰ τὸ γείτονες εἶναι καὶ ὅμορον τὸ χωρίον, ἐκέλευον τὴν ῥοδωνιὰν βλαστάνουσαν ἐκτίλλειν, ἵνα, εἰ καταλαβὼν αὐτὸν ἐγὼ δήσαιμι ἢ κατάξαιμι ὡς δοῦλον ὄντα, γραφήν με γράψαιντο ὕβρεως. ὡς δὲ τούτου διήμαρτον, καὶ ἐγὼ μάρτυρας μὲν ὧν ἔπασχον ἐποιούμην, αὐτὸς δὲ οὐδὲν ἐξημάρτανον εἰς αὐτούς, ἐνταῦθα ἤδη μοι ἐπιβουλεύουσι τὴν μεγίστην ἐπιβουλήν: [17] ἀνακεκριμένου γὰρ ἤδη μου κατ᾽ αὐτοῦ τὴν τῆς ψευδοκλητείας γραφὴν καὶ μέλλοντος εἰσιέναι εἰς τὸ δικαστήριον, τηρήσας με ἀνιόντα ἐκ Πειραιῶς ὀψὲ περὶ τὰς λιθοτομίας παίει τε πὺξ καὶ ἁρπάζει μέσον καὶ ἐώθει με εἰς τὰς λιθοτομίας, εἰ μή τινες προσιόντες, βοῶντός μου ἀκούσαντες, παρεγένοντο καὶ ἐβοήθησαν. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον εἰσελθὼν εἰς τὸ δικαστήριον πρὸς ἡμέραν διαμεμετρημένην, καὶ ἐξελέγξας αὐτὸν τὰ ψευδῆ κεκλητευκότα καὶ τὰ ἄλλα ὅσα εἴρηκα ἠδικηκότα, εἷλον. [18] καὶ ἐν τῇ τιμήσει βουλομένων τῶν δικαστῶν θανάτου τιμῆσαι αὐτῷ, ἐδεήθην ἐγὼ τῶν δικαστῶν μηδὲν δι᾽ ἐμοῦ τοιοῦτον πρᾶξαι, ἀλλὰ συνεχώρησα ὅσουπερ αὐτοὶ ἐτιμῶντο, ταλάντου, οὐχ ἵνα μὴ ἀποθάνῃ ὁ Ἀρεθούσιος (ἄξια γὰρ αὐτῷ θανάτου εἴργαστο εἰς ἐμέ), ἀλλ᾽ ἵνα ἐγὼ Πασίωνος ὢν καὶ κατὰ ψήφισμα πολίτης μηδένα Ἀθηναίων ἀπεκτονὼς εἴην. ὡς δ᾽ ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς, τούτων ὑμῖν πάντων τοὺς μάρτυρας παρέξομαι.”Μάρτυρες”

 

‹ Prev