Book Read Free

Delphi Complete Works of Demosthenes

Page 282

by Demosthenes


  [66] πολλὰ δ᾽ ἔχων καὶ ἄλλ᾽ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δ᾽ ἔξω τοῦ πράγματος νομίζετ᾽ εἶναι, ἐάσω. ἀναμνήσθητε δ᾽ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαι᾽ ἔχων πρὸς ὑμᾶς ἥκω. ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ. [67] ‘ὦ ἄνθρωπε, τίς ἦν σοι πατήρ;’ ἐμοί; Θούκριτος. ‘οἰκεῖοί τινες εἶναι μαρτυροῦσιν αὐτῷ;’ πάνυ γε, πρῶτον μέν γε τέτταρες ἀνεψιοί, εἶτ᾽ ἀνεψιαδοῦς, εἶθ᾽ οἱ τὰς ἀνεψιὰς λαβόντες αὐτῷ, εἶτα φράτερες, εἶτ᾽ Ἀπόλλωνος πατρῴου καὶ Διὸς ἑρκείου γεννῆται, εἶθ᾽ οἷς ἠρία ταὐτά, εἶθ᾽ οἱ δημόται πολλάκις αὐτὸν δεδοκιμάσθαι καὶ ἀρχὰς ἄρξαι, καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται. τὰ μὲν τοίνυν περὶ τοῦ πατρὸς πῶς ἂν ὑμῖν δικαιότερον ἢ καθαρώτερον ἐπιδείξαιμι; καλῶ δ᾽ ὑμῖν τοὺς οἰκείους, εἰ βούλεσθε. τὰ δὲ περὶ τῆς μητρὸς ἀκούσατε. [68] ἐμοὶ γάρ ἐστιν μήτηρ Νικαρέτη Δαμοστράτου θυγάτηρ Μελιτέως. ταύτης τίνες οἰκεῖοι μαρτυροῦσιν; πρῶτον μὲν ἀδελφιδοῦς, εἶτα τοῦ ἑτέρου ἀδελφιδοῦ δύ᾽ υἱοί, εἶτ᾽ ἀνεψιαδοῦς, εἶθ᾽ οἱ Πρωτομάχου υἱεῖς τοῦ λαβόντος τὴν ἐμὴν μητέρα πρότερον, εἶθ᾽ ὁ τὴν ἀδελφὴν τὴν ἐμὴν τὴν ἐκ τοῦ Πρωτομάχου γήμας Εὔνικος Χολαργεύς, εἶθ᾽ υἱὸς τῆς ἀδελφῆς. [69] ἀλλὰ μὴν καὶ φράτερες τῶν οἰκείων αὐτῆς καὶ δημόται ταῦτα μεμαρτυρήκασι. τίνος οὖν ἂν προσδέοισθε; καὶ γὰρ ὅτι κατὰ τοὺς νόμους ὁ πατὴρ ἔγημεν καὶ γαμηλίαν τοῖς φράτερσιν εἰσήνεγκεν μεμαρτύρηται. πρὸς δὲ τούτοις καὶ ἐμαυτὸν ἐπέδειξα πάντων μετειληφόθ᾽ ὅσων προσήκει τοὺς ἐλευθέρους. ὥστε πανταχῇ δικαίως καὶ προσηκόντως ἡμῖν ἂν προσθέμενοι τὴν ψῆφον εὐορκοίητε. [70] ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν. ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρ᾽ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶν᾽ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδ᾽ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε. πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπ᾽ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμ᾽ ἂν ἐμαυτόν, ὥστ᾽ ἐν τῇ πατρίδι γ᾽ ὑπὸ τούτων ταφῆναι.

  ἔνδειξις κατὰ Θεοκρίνου

  τοῦ πατρὸς ἡμῶν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχήσαντος πρὸς τὴν πόλιν καὶ ὀφλόντος δέκα τάλαντα, καὶ τούτου διπλοῦ γεγενημένου ὥστε μηδ᾽ ἐλπίδα ἡμῖν εἶναι σωτηρίας μηδεμίαν, ἡγησάμην δεῖν ἐπὶ τῷ τιμωρεῖσθαι μεθ᾽ ὑμῶν τοῦτον μήτε ἡλικίαν μήτε ἄλλο μηδὲν ὑπολογισάμενος δοῦναι τὴν ἔνδειξιν ταύτην. [2] καὶ γὰρ ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ᾧπερ πάντα πειθόμενος πεποίηκα, πρὸς ἅπαντας ὠδύρετο τοὺς γνωρίμους, εἰ παραλιπὼν ἐγὼ τὸν καιρὸν ἐν ᾧ διὰ τὸ τὸν πατέρα ζῆν ἔξεστί μοι τοῦτον ἀμύνασθαι, τὴν ἀπειρίαν καὶ τὴν ἡλικίαν προφασιζόμενος αὐτὸν μὲν περιόψομαι πάντων ἀπεστερημένον, Θεοκρίνην δὲ παρὰ τοὺς νόμους γραφὰς γραφόμενον καὶ συκοφαντοῦντα πολλοὺς τῶν πολιτῶν, οὐκ ἐξὸν αὐτῷ. [3] δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἱκετεύω μετ᾽ εὐνοίας ἀκοῦσαί μου, πρῶτον μὲν ὅτι τῷ πατρὶ βοηθῶν καὶ πειθόμενος ἀγωνίζομαι, ἔπειθ᾽ ὅτι καὶ νέος ὢν καὶ ἄπειρος, ὥστ᾽ ἀγαπητὸν εἶναί μοι, ἐὰν ὑπαρξάσης τῆς παρ᾽ ὑμῶν εὐνοίας δυνηθῶ δηλῶσαι τὰ πεπραγμένα τούτῳ: [4] πρὸς δὲ τούτοις, ὅτι, ὦ ἄνδρες δικασταί, προδέδομαι (τὰ γὰρ ἀληθῆ πρὸς ὑμᾶς εἰρήσεται) ὑπ᾽ ἀνθρώπων, οἳ πιστευθέντες ὑφ᾽ ἡμῶν διὰ τὴν πρὸς τοῦτον ἔχθραν, καὶ πυθόμενοι τὰ πράγματα καὶ φήσαντες ἐμοὶ συναγωνιεῖσθαι, ἐγκαταλελοίπασι νυνί με καὶ διαλέλυνται πρὸς τοῦτον ἐν τοῖς ἐμοῖς πράγμασιν, ὥστε μοι μηδὲ τὸν συνεροῦντ᾽ εἶναι, ἐὰν μή τις ἄρα τῶν οἰκείων βοηθήσῃ.

  [5] πολλαῖς μὲν οὖν ἐνδείξεσιν ἦν ἔνοχος οὑτοσί, καὶ ἅπαντας τοὺς περὶ ταῦτα νόμους ἐφαίνετο παραβεβηκώς: καινότατον δὲ τῶν ἔργων τῶν τούτου τὴν περὶ τὸ πλοῖον φάσιν ηὑρίσκομεν γεγονυῖαν, διόπερ ταῦτα γράψας εἰς τὴν ἔνδειξιν ἔδωκεν ὁ πατήρ μοι. πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται τὸν περὶ τῶν φαινόντων καὶ οὐκ ἐπεξιόντων, ἀλλὰ διαλυομένων παρὰ τοὺς νόμους (ἐντεῦθεν γὰρ οἶμαι προσήκειν μοι τὴν ἀρχὴν ποιήσασθαι τοῦ λόγου), εἶτα τὴν φάσιν αὐτὴν ἣν οὗτος ἐποιήσατο κατὰ τοῦ Μίκωνος. λέγε.”Νόμος”

  [6] ὁ νόμος οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῖς προαιρουμένοις ἢ γράφεσθαι γραφὰς ἢ φαίνειν ἢ ἄλλο τι ποιεῖν τῶν ἐν τῷ νόμῳ τούτῳ γεγραμμένων προλέγει διαρρήδην, ἐφ᾽ οἷς ἕκαστόν ἐστιν τούτων ποιητέον. ἔστι δὲ ταῦτα, ὥσπερ ἠκούσατε ἐξ αὐτοῦ τοῦ νόμου, ἐὰν ἐπεξιών τις μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, χιλίας ἀποτίνειν, κἂν μὴ ἐπεξίῃ γ᾽, ὦ Θεοκρίνη, χιλίας ἑτέρας, ἵνα μήτε συκοφαντῇ μηδείς, μήτε ἄδειαν ἔχων ἐργολαβῇ καὶ καθυφιῇ τὰ τῆς πόλεως. φημὶ δὴ κατὰ ταύτην τὴν ἔνδειξιν ἔνοχον εἶναι Θεοκρίνην τῷ φήναντα Μίκωνα Χολλῄδην μὴ ἐπεξελθεῖν, ἀλλ᾽ ἀργύριον λαβόντα ἀποδόσθαι τὸ πρᾶγμα. [7] καὶ τοῦτο ἀποδείξω σαφῶς, ὡς ἐγὼ νομίζω. καίτοι Θεοκρίνης γε, ὦ �
�νδρες δικασταί, καὶ οἱ μετὰ τούτου οὐδὲν ὅ τι οὐ πεποιήκασι προσιόντες τοῖς μάρτυσι καὶ τὰ μὲν ἀπειλοῦντες αὐτοῖς, τὰ δὲ πείθοντες μὴ μαρτυρεῖν. ἀλλ᾽ ὅμως ἐὰν ὑμεῖς βούλησθε τὰ δίκαια βοηθεῖν μοι, καὶ κελεύητε αὐτούς, μᾶλλον δὲ ἀναγκάζοντος ἐμοῦ συναναγκάζητε, ἤτοι μαρτυρεῖν ἢ ἐξόμνυσθαι, καὶ μὴ ἐᾶτε λόγους λέγειν, εὑρεθήσεται τἀληθές. λέγε οὖν πρῶτον μὲν τὴν φάσιν, εἶτα τὰς μαρτυρίας.”Φάσις”

  [8] ταύτην τὴν φάσιν, ὦ ἄνδρες δικασταί, ἔδωκεν μὲν οὑτοσὶ προσκαλεσάμενος τὸν Μίκωνα, ἔλαβεν δὲ ὁ γραμματεὺς ὁ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, Εὐθύφημος. ἐξέκειτο δὲ πολὺν χρόνον ἔμπροσθεν τοῦ συνεδρίου ἡ φάσις, ἕως λαβὼν ἀργύριον οὗτος εἴασε διαγραφῆναι καλούντων αὐτὸν εἰς τὴν ἀνάκρισιν τῶν ἀρχόντων. ὅτι δὲ ταῦτ᾽ ἀληθῆ λέγω, πρῶτον μὲν κάλει ὃς ἐγραμμάτευε τῇ ἀρχῇ, Εὐθύφημον.”Μαρτυρία”

  [9] λέγε δὴ καὶ τὴν τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν μαρτυρίαν. λέγε.”Μαρτυρία”

  κάλει δὲ καὶ τοὺς τοῦ ἐμπορίου ἐπιμελητάς, καὶ αὐτὸν τὸν Μίκων᾽ οὗ ἔφηνε τὸ πλοῖον: καὶ τὰς μαρτυρίας ἀναγίγνωσκε.”Μαρτυρίαι”

  [10] ὡς μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἔφηνε Θεοκρίνης τὸ τοῦ Μίκωνος πλοῖον, καὶ ὡς ἐξέκειτο πολὺν χρόνον ἡ φάσις, καὶ ὡς εἰς τὴν ἀνάκρισιν καλούμενος οὐχ ὑπήκουσεν οὐδ᾽ ἐπεξῆλθεν, ἀκηκόατε μαρτυρούντων τούτων οὓς εἰδέναι μάλιστα προσήκει. ὅτι δ᾽ οὐ ταῖς χιλίαις μόνον ἔνοχός ἐστιν, ἀλλὰ καὶ ἀπαγωγῇ καὶ τοῖς ἄλλοις ὅσα κελεύει πάσχειν ὁ νόμος οὑτοσὶ τὸν συκοφαντοῦντα τοὺς ἐμπόρους καὶ τοὺς ναυκλήρους, ῥᾳδίως ἐξ αὐτοῦ τοῦ νόμου γνώσεσθε. [11] βουλόμενος γὰρ ὁ τὸν νόμον τιθεὶς μήτε τοὺς ἀδικοῦντας τῶν ἐμπόρων ἀθῴους εἶναι, μήτε τοὺς ἄλλους πράγματ᾽ ἔχειν, ἁπλῶς ἀπεῖπε τοῖς τοιούτοις τῶν ἀνθρώπων μὴ φαίνειν, εἰ μὴ πιστεύει τις αὑτῷ δείξειν ἐν ὑμῖν γεγενημένα περὶ ὧν ποιεῖται τὴν φάσιν: ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ τῶν συκοφαντούντων, ἔνδειξιν αὐτῶν εἶναι καὶ ἀπαγωγήν. μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν: πολὺ γὰρ ἐμοῦ σαφέστερον διδάξει.”Νόμος”

  [12] ἀκούετε τοῦ νόμου ἃ κελεύει πάσχειν, ὦ ἄνδρες δικασταί, τὸν συκοφάντην. οὐκοῦν εἰ μέν τι πεποιηκότα τούτων ὧν ἔγραψεν ἐν τῇ φάσει Θεοκρίνης πεποιηκέναι τὸν Μίκωνα, καθυφεῖκε τὸ πρᾶγμα καὶ διαλέλυται πρὸς τὸν ἄνθρωπον, ἀδικεῖ πάντας ὑμᾶς καὶ δικαίως ὀφείλει τὰς χιλίας. εἰ δὲ πλεύσαντα αὐτὸν δικαίως οἷ προσῆκεν (ἔστω γὰρ ὁπότερον οὗτος βούλεται) φαίνει καὶ προσκαλεῖται, συκοφαντεῖ τοὺς ναυκλήρους, καὶ τὸν νόμον οὐ μόνον τὸν πρότερον, ἀλλὰ καὶ τὸν ἀρτίως ἀναγνωσθέντα παραβέβηκεν, καὶ καταμεμαρτύρηκεν αὑτοῦ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε πράττειν. [13] τίς γὰρ ἂν παρεὶς τὸ δικαίως πράττοντα λαβεῖν τὸ μέρος τῶν χρημάτων κατὰ τὸν νόμον, διαλυσάμενος ἐβουλήθη μικρὰ κερδᾶναι καὶ τούτοις ἔνοχον αὑτὸν καταστῆσαι τοῖς νόμοις, ἐξόν, ὅπερ ἀρτίως εἶπον, τὰ ἡμίσεα τῶν φανθέντων λαβεῖν; οὐδ᾽ ἂν εἷς, ὦ ἄνδρες δικασταί, μὴ οὐ συνειδὼς ἑαυτῷ συκοφαντοῦντι.

  [14] δύο μὲν τοίνυν οὗτοι νόμοι εἰσὶν οὓς παραβέβηκεν ὁ τοὺς ἄλλους παρανόμων γραφόμενος: ἕτερον δὲ τρίτον, ὃς ὁμοίως κελεύει κατά τε τῶν ὀφειλόντων τῷ δημοσίῳ τὰς ἐνδείξεις τὸν βουλόμενον ποιεῖσθαι τῶν πολιτῶν, καὶ ἐάν τις ὀφείλῃ τῇ Ἀθηνᾷ ἢ τῶν ἄλλων θεῶν ἢ τῶν ἐπωνύμων τῳ. ὃ φανήσεται οὗτος, ὀφείλων καὶ οὐκ ἐκτετεικὼς ἑπτακοσίας δραχμάς, ἃς ὦφλεν ἐν ταῖς εὐθύναις τῷ ἐπωνύμῳ τῆς αὑτοῦ φυλῆς. καί μοι λέγε τοῦτ᾽ αὐτὸ τοῦ νόμου.”Νόμος”

  [15] ἐπίσχες. ἀκούεις, οὑτοσί, τί λέγει; ‘ἢ τῶν ἐπωνύμων τῳ’. λέγε δὴ τὴν τῶν φυλετῶν μαρτυρίαν.”Μαρτυρία”

  ταχύ γ᾽ ἂν οὗτος, ὦ ἄνδρες δικασταί, ἀνθρώπων ὀλίγων φροντίσειεν ἢ τῶν τὸν πλεῖστον τοῦ χρόνου πλεόντων, ὥσπερ ὁ Μίκων, ὅστις τοὺς φυλέτας παρόντας οὔτ᾽ ἔδεισεν οὔτ᾽ ᾐσχύνθη, τοῦτο μὲν οὕτως αὐτῶν τὰ κοινὰ διοικήσας ὥστ᾽ ἐκείνους κλοπὴν αὐτοῦ καταγνῶναι, τοῦτο δὲ ὀφλὼν καὶ τοὺς νόμους ἀκριβῶς εἰδὼς ὅτι κωλύουσιν αὐτὸν γράφεσθαι γραφὰς ἕως ἂν ἐκτείσῃ, βιαζόμενος καὶ νομίζων δεῖν τοὺς μὲν ἄλλους τοὺς ὀφείλοντας μηδενὸς μετέχειν τῶν κοινῶν, αὑτὸν δὲ κρείττω τῶν νόμων εἶναι. [16] φήσει τοίνυν τὸν πάππον, οὐχ αὑτὸν εἶναι τὸν ἐν τῷ γραμματείῳ γεγραμμένον, καὶ περὶ τούτου πολλοὺς ἐρεῖ λόγους, ὡς ἐκεῖνός ἐστιν. ἐγὼ δὲ τὸ μὲν ἀκριβές, ὁπότερός ἐστιν, οὐκ ἔχω λέγειν: εἰ δ᾽ οὖν ἐστιν ὡς οὗτος ἐρεῖ, πολὺ δικαιότερον εἶναι νομίζω καταψηφίσασθαι ὑμᾶς αὐτοῦ, εἰ ταῦθ᾽ οὕτως ἐστίν. [17] εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι, καὶ τοῦ νόμου κελεύοντος κληρονομεῖν τοῦτον τῶν ἐκείνου, προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι ἐγράφετο, καὶ διὰ τοῦτο οἰήσεται δεῖν ἀποφεύγειν ὅτι πονηρὸς ἐκ τριγονίας ἐστίν, οὐ δίκαια ἐρεῖ, ὦ ἄνδρες δικασταί. ὡς οὖν καὶ παρ᾽ αὐτοῦ Θεοκρίνου ὁμολογεῖται τοῦτ᾽ εἶναι τὸ ὄφλημα καὶ κατετάξατο τοῖς φυλέταις ὑπὲρ αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, καὶ τοῖς βουλομένοις εὐορκεῖν οὐ καλῶς ἔχει ταύτην ἀπογιγνώσκειν τὴν ἔνδειξιν, λαβέ μοι τὸ ψήφισμα ὃ εἶπεν ἐν τοῖς φυλέταις Σκιρωνίδης. [18] προσελθὼν δὲ οὑ�
�οσὶ Θεοκρίνης ὡμολόγησεν ὀφείλειν καὶ ἐκτείσειν ἐναντίον τῶν φυλετῶν, ἐπειδὴ προσιόντας ἡμᾶς ᾔσθετο καὶ βουλομένους ἀντίγραφα τῶν ἐν τῷ γραμματείῳ γεγραμμένων λαβεῖν.”Ψήφισμα”

 

‹ Prev