Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 550
Complete Works of Homer Page 550

by Homer


  Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε:

  τίπτ' ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;

  ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς

  ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ' ὀλεῖται. 325

  ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν

  ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,

  ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι,

  τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.

  κεῖνος τὼς ἀγόρευε: τὰ δὴ νῦν πάντα τελεῖται. 330

  ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ

  αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.

  ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες

  σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν,

  μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο: 335

  τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ:

  ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

  νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.

  πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;

  ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν 340

  σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν:

  αὔτως γὰρ ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος

  εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες.

  Ἀτρεί̈δη σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν

  ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, 345

  τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν

  νόσφιν βουλεύωσ': ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν:

  πρὶν Ἄργος δ' ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο

  γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.

  φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 350

  ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον

  Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες

  ἀστράπτων ἐπιδέξι' ἐναίσιμα σήματα φαίνων.

  τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι

  πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, 355

  τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε.

  εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι

  ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,

  ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.

  ἀλλὰ ἄναξ αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ: 360

  οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω:

  κρῖν' ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,

  ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.

  εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,

  γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν 365

  ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι: κατὰ σφέας γὰρ μαχέονται.

  γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,

  ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.

  τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:

  ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. 370

  αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

  τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν:

  τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

  χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

  ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν, 375

  ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.

  καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης

  ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ' ἦρχον χαλεπαίνων:

  εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα

  Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν. 380

  νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.

  εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,

  εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,

  εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,

  ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ' Ἄρηϊ. 385

  οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιὸν

  εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.

  ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν

  ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται:

  ἱδρώσει δέ τευ ἵππος ἐύ̈ξοον ἅρμα τιταίνων. 390

  ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω

  μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα

  ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς.

  ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα

  ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, 395

  προβλῆτι σκοπέλῳ: τὸν δ' οὔ ποτε κύματα λείπει

  παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται.

  ἀνστάντες δ' ὀρέοντο κεδασθέντες κατὰ νῆας,

  κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.

  ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων 400

  εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.

  αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,

  κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,

  Νέστορα μὲν πρώτιστα καὶ Ἰδομ�
�νῆα ἄνακτα, 405

  αὐτὰρ ἔπειτ' Αἴαντε δύω καὶ Τυδέος υἱόν,

  ἕκτον δ' αὖτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.

  αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος:

  ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.

  βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο: 410

  τοῖσιν δ' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων:

  Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων

  μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν

  πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον

  αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηί̈οιο θύρετρα, 415

  Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαί̈ξαι

  χαλκῷ ῥωγαλέον: πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι

  πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.

  ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,

  ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν. 420

  αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

  αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

  μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

  δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.

  καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, 425

  σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

  αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,

  μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,

  ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

  αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα 430

  δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

  μηκέτι νῦν δήθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν 435

  ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.

  ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων

  λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,

  ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

  ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. 440

  ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

  αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

  κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς:

  οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.

  οἳ δ' ἀμφ' Ἀτρεί̈ωνα διοτρεφέες βασιλῆες 445

  θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη

  αἰγίδ' ἔχουσ' ἐρίτιμον ἀγήρων ἀθανάτην τε,

  τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,

  πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος:

  σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν 450

  ὀτρύνουσ' ἰέναι: ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ

  καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

  τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι

  ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

  ἠύ̈τε πῦρ ἀί̈δηλον ἐπιφλέγει ἄσπετον ὕλην 455

  οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,

  ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο

  αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε.

  τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ

  χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων 460

  Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα

  ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι

  κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,

  ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

  ἐς πεδίον προχέοντο Σκαμάνδριον: αὐτὰρ ὑπὸ χθὼν 465

  σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.

  ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι

  μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.

  ἠύ̈τε μυιάων ἁδινάων ἔθνεα πολλὰ

  αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν 470

  ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,

  τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ

  ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.

  τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες

  ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, 475

  ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα

  ὑσμίνην δ' ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων

  ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,

  Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

  ἠύ̈τε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων 480

  ταῦρος: ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι:

  τοῖον ἄρ' Ἀτρεί̈δην θῆκε Ζεὺς ἤματι κείνῳ

  ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.

  ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι:

  ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, 485

  ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν:

  οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν:

  πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,

  οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν
,

  φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, 490

  εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο

  θυγατέρες μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον:

  ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.

  Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον

  Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, 495

  οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν

  Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν,

  Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,

  οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,

  οἵ τ' Ἐλεῶν' εἶχον ἠδ' Ὕλην καὶ Πετεῶνα, 500

  Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον,

  Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,

  οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον,

  οἵ τε Πλάταιαν ἔχον ἠδ' οἳ Γλισᾶντ' ἐνέμοντο,

  οἵ θ' Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, 505

  Ὀγχηστόν θ' ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,

  οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν

  Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ' ἐσχατόωσαν:

  τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ

  κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. 510

  οἳ δ' Ἀσπληδόνα ναῖον ἰδ' Ὀρχομενὸν Μινύειον,

  τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος

  οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεί̈δαο,

  παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα

 

‹ Prev