Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 551
Complete Works of Homer Page 551

by Homer


  Ἄρηϊ κρατερῷ: ὃ δέ οἱ παρελέξατο λάθρῃ: 515

  τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

  αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον

  υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,

  οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν

  Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, 520

  οἵ τ' Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,

  οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,

  οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο:

  τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

  οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, 525

  Βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.

  Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας

  μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας

  ἀλλὰ πολὺ μείων: ὀλίγος μὲν ἔην λινοθώρηξ,

  ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς: 530

  οἳ Κῦνόν τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε

  Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς

  Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

  Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 535

  οἳ δ' Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες

  Χαλκίδα τ' Εἰρέτριάν τε πολυστάφυλόν θ' Ἱστίαιαν

  Κήρινθόν τ' ἔφαλον Δίου τ' αἰπὺ πτολίεθρον,

  οἵ τε Κάρυστον ἔχον ἠδ' οἳ Στύρα ναιετάασκον,

  τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος 540

  Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.

  τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες

  αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι

  θώρηκας ῥήξειν δηί̈ων ἀμφὶ στήθεσσι:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 545

  οἳ δ' ἄρ' Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

  δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη

  θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,

  κὰδ δ' ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ:

  ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται 550

  κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν:

  τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς.

  τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ

  κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας:

  Νέστωρ οἶος ἔριζεν: ὃ γὰρ προγενέστερος ἦεν: 555

  τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.

  Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,

  στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες.

  οἳ δ' Ἄργός τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν

  Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 560

  Τροιζῆν' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον,

  οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,

  τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης

  καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός:

  τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς 565

  Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος:

  συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης:

  τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

  οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

  ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, 570

  Ὀρνειάς τ' ἐνέμοντο Ἀραιθυρέην τ' ἐρατεινὴν

  καὶ Σικυῶν', ὅθ' ἄρ' Ἄδρηστος πρῶτ' ἐμβασίλευεν,

  οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν

  Πελλήνην τ' εἶχον ἠδ' Αἴγιον ἀμφενέμοντο

  Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν, 575

  τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων

  Ἀτρεί̈δης: ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

  λαοὶ ἕποντ': ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν

  κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν

  οὕνεκ' ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. 580

  οἳ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,

  Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,

  Βρυσειάς τ' ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,

  οἵ τ' ἄρ' Ἀμύκλας εἶχον Ἕλος τ' ἔφαλον πτολίεθρον,

  οἵ τε Λάαν εἶχον ἠδ' Οἴτυλον ἀμφενέμοντο, 585

  τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος

  ἑξήκοντα νεῶν: ἀπάτερθε δὲ θωρήσσοντο:

  ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς

  ὀτρύνων πόλεμον δέ: μάλιστα δὲ ἵετο θυμῷ

  τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. 590

  οἳ δὲ Πύλον τ' ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν

  καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐύ̈κτιτον Αἰπὺ

  καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον

  καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι

  ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς 595

  Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου Οἰχαλιῆος:

  στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ

  Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο:

  αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν

  θεσπεσίην ἀφέλοντο �
�αὶ ἐκλέλαθον κιθαριστύν: 600

  τῶν αὖθ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ:

  τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

  οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ

  Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί,

  οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον 605

  Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην

  καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν

  Στύμφηλόν τ' εἶχον καὶ Παρρασίην ἐνέμοντο,

  τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ

  ἑξήκοντα νεῶν: πολέες δ' ἐν νηὶ̈ ἑκάστῃ 610

  Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.

  αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον

  Ἀτρεί̈δης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

  οἳ δ' ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον 615

  ὅσσον ἐφ' Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα

  πέτρη τ' Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,

  τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ' ἀνδρὶ ἑκάστῳ

  νῆες ἕποντο θοαί, πολέες δ' ἔμβαινον Ἐπειοί.

  τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην 620

  υἷες ὃ μὲν Κτεάτου, ὃ δ' ἄρ' Εὐρύτου, Ἀκτορίωνε:

  τῶν δ' Ἀμαρυγκεί̈δης ἦρχε κρατερὸς Διώρης:

  τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς

  υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.

  οἳ δ' ἐκ Δουλιχίοιο Ἐχινάων θ' ἱεράων 625

  νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,

  τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ

  Φυλεί̈δης, ὃν τίκτε Διὶ̈ φίλος ἱππότα Φυλεύς,

  ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 630

  αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,

  οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον

  καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,

  οἵ τε Ζάκυνθον ἔχον ἠδ' οἳ Σάμον ἀμφενέμοντο,

  οἵ τ' ἤπειρον ἔχον ἠδ' ἀντιπέραι' ἐνέμοντο: 635

  τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος:

  τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.

  Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,

  οἳ Πλευρῶν' ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην

  Χαλκίδα τ' ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν: 640

  οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,

  οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος:

  τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

  Κρητῶν δ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, 645

  οἳ Κνωσόν τ' εἶχον Γόρτυνά τε τειχιόεσσαν,

  Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον

  Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,

  ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.

  τῶν μὲν ἄρ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε 650

  Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ:

  τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

  Τληπόλεμος δ' Ἡρακλεί̈δης ἠύ̈ς τε μέγας τε

  ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,

  οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες 655

  Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.

  τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,

  ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,

  τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος

  πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. 660

  Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ,

  αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα

  ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος:

  αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γε λαὸν ἀγείρας

  βῆ φεύγων ἐπὶ πόντον: ἀπείλησαν γάρ οἱ ἄλλοι 665

  υἱέες υἱωνοί τε βίης Ἡρακληείης.

  αὐτὰρ ὅ γ' ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων:

  τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν

  ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,

  καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. 670

  Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐί̈σας

  Νιρεὺς Ἀγλαί̈ης υἱὸς Χαρόποιό τ' ἄνακτος

  Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε

  τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεί̈ωνα:

  ἀλλ' ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. 675

  οἳ δ' ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε

  καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,

  τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην

  Θεσσαλοῦ υἷε δύω Ἡρακλεί̈δαο ἄνακτος:

  τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 680

  νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,

  οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,

  οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα,

  Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,

  τῶν α�
� πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. 685

  ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο:

  οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο:

  κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς

  κούρης χωόμενος Βρισηί̈δος ἠϋκόμοιο,

  τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας 690

  Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,

  κὰδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,

  υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος:

  τῆς ὅ γε κεῖτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλεν.

  οἳ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα 695

  Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,

  ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,

  τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε

  ζωὸς ἐών: τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα.

  τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο 700

  καὶ δόμος ἡμιτελής: τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ

  νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.

  οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν:

  ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος

  Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο 705

  αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου

  ὁπλότερος γενεῇ: ὁ δ' ἅμα πρότερος καὶ ἀρείων

  ἥρως Πρωτεσίλαος ἀρήϊος: οὐδέ τι λαοὶ

 

‹ Prev